TLG 0015 001 :: HERODIANUS :: Ab excessu divi Marci HERODIANUS Hist. Ab excessu divi Marci
Citation: Book — chapter — section — (line) | ||
1.1.1 | Οἱ πλεῖστοι τῶν περὶ συγκομιδὴν ἱστορίας ἀσχοληθέν‐ των ἔργων τε πάλαι γεγονότων μνήμην ἀνανεώσασθαι σπουδασάντων, παιδείας κλέος ἀίδιον μνώμενοι, ὡς ἂν μὴ σιωπήσαντες λάθοιεν ἐς τὸν πολὺν ὅμιλον ἀριθμού‐ | |
5 | μενοι, τῆς μὲν ἀληθείας ἐν ταῖς ἀφηγήσεσιν ὠλιγώρησαν, οὐχ ἥκιστα δὲ ἐπεμελήθησαν φράσεώς τε καὶ εὐφωνίας, θαρροῦντες, ὡς εἴ τι καὶ μυθῶδες λέγοιεν, τὸ μὲν ἡδὺ τῆς ἀκροάσεως αὐτοὶ καρπώσονται, τὸ δ’ ἀκριβὲς τῆς | |
---|---|---|
1.1.2 | ἐξετάσεως οὐκ ἐλεγχθήσεται. εἰσὶ δ’ οἳ πρὸς ἔχθραν ἢ μῖσος τυράννων, κολακείαν τε ἢ τιμὴν βασιλέων πόλεώς τε καὶ ἰδιωτῶν, εὐτελῆ καὶ μικρὰ ἔργα λόγων ἀρετῇ δόξῃ | |
1.1.3 | παρέδοσαν τῆς ἀληθείας μείζονι. ἐγὼ δ’ ἱστορίαν οὐ παρ’ ἄλλων παραδεξάμενος ἄγνωστόν τε καὶ ἀμάρτυρον, ὑπὸ νεαρᾷ δὲ τῇ τῶν ἐντευξομένων μνήμῃ, μετὰ πάσης [ἀληθοῦς] ἀκριβείας ἤθροισα ἐς συγγραφήν, οὐκ ἀτερπῆ | |
5 | τὴν γνῶσιν καὶ τοῖς ὕστερον ἔσεσθαι προσδοκήσας ἔργων | |
1.1.4 | μεγάλων τε καὶ πολλῶν ἐν ὀλίγῳ χρόνῳ γενομένων. εἰ | |
γοῦν τις παραβάλοι πάντα τὸν ἀπὸ τοῦ Σεβαστοῦ χρό‐ νον, ἐξ οὗπερ ἡ Ῥωμαίων δυναστεία μετέπεσεν ἐς μοναρ‐ χίαν, οὐκ ἂν εὕροι ἐν ἔτεσι περί που διακοσίοις μέχρι | 1 | |
5 | τῶν Μάρκου καιρῶν οὔτε βασιλειῶν οὕτως ἐπαλλήλους διαδοχὰς οὔτε πολέμων ἐμφυλίων τε καὶ ξένων τύχας ποικίλας ἐθνῶν τε κινήσεις καὶ πόλεων ἁλώσεις τῶν τε ἐν τῇ ἡμεδαπῇ καὶ ἐν πολλοῖς βαρβάροις, γῆς τε σει‐ σμοὺς καὶ ἀέρων φθορὰς τυράννων τε καὶ βασιλέων βίους | |
10 | παραδόξους πρότερον ἢ σπανίως ἢ μηδ’ ὅλως μνημονευ‐ | |
1.1.5 | θέντας· ὧν οἳ μὲν ἐπιμηκεστέραν ἔσχον τὴν ἀρχήν, οἳ δὲ πρόσκαιρον τὴν δυναστείαν· εἰσὶ δ’ οἳ μέχρι προσηγο‐ ρίας καὶ τιμῆς ἐφημέρου μόνης ἐλθόντες εὐθέως κατελύ‐ θησαν. μερισθεῖσα γὰρ ἡ Ῥωμαίων ἀρχὴ ἐν ἔτεσιν ἑξ‐ | |
5 | ήκοντα ἐς πλείους δυνάστας ἢ ὁ χρόνος ἀπῄτει, πολλὰ καὶ | |
1.1.6 | ποικίλα ἤνεγκε καὶ θαύματος ἄξια. τούτων γὰρ οἱ μὲν τὴν ἡλικίαν πρεσβύτεροι διὰ τὴν ἐμπειρίαν τῶν πραγμάτων ἐπιμελέστερον ἑαυτῶν τε καὶ τῶν ὑπηκόων ἦρξαν, οἱ δὲ κομιδῇ νέοι ῥᾳθυμότερον βιώσαντες πολλὰ ἐκαινοτόμη‐ | |
5 | σαν· διόπερ εἰκότως ἐν ἡλικίαις τε καὶ ἐξουσίαις διαφό‐ ροις οὐχ ὅμοια γέγονε τὰ ἐπιτηδεύματα. ὡς δ’ ἕκαστα τού‐ των πέπρακται, κατὰ χρόνους καὶ δυναστείας διηγήσομαι. | |
1.2.1 | τῷ βασιλεύοντι Μάρκῳ θυγατέρες μὲν ἐγένοντο πλεί‐ ους, ἄρρενες δὲ δύο. τῶν δὲ ἀρρένων τούτων ὁ μὲν ἕτε‐ ρος κομιδῇ νέος τὸν βίον μετήλλαξε (Βηρίσσιμος δ’ ἦν ὄνομα αὐτῷ), τὸν δὲ περιόντα Κόμοδόν τε καλούμενον | |
5 | ὁ πατὴρ μετὰ πάσης ἐπιμελείας ἀνεθρέψατο, πάντοθεν τοὺς ἐν τοῖς ἔθνεσιν ἐπὶ λόγοις δοκιμωτάτους ἐπὶ συν‐ | |
1.2.2 | τάξεσιν οὐκ εὐκαταφρονήτοις καλῶν, ὅπως συνόντες ἀεὶ | |
παιδεύοιεν αὐτῷ τὸν υἱόν. τάς τε θυγατέρας ἐν ὥρᾳ γενομένας ἐξέδοτο ἀνδράσι τῆς συγκλήτου βουλῆς τοῖς ἀρίστοις, οὐ τοὺς γένους μακραῖς διαδοχαῖς εὐπατρίδας | 2 | |
5 | οὐδὲ τοὺς πλούτου περιβολαῖς λαμπρούς, κοσμίους δὲ τὸν τρόπον καὶ σώφρονας τὸν βίον γαμβροὺς αὑτῷ γε‐ νέσθαι θέλων· ταῦτα γὰρ μόνα ψυχῆς ἴδια καὶ ἀναφαίρε‐ τα ἡγεῖτο κτήματα. | |
1.2.3 | ἀρετῆς δὲ πάσης ἔμελεν αὐτῷ, λόγων τε ἀρχαιότητος ἦν ἐραστής, ὡς μηδενὸς μήτε Ῥωμαίων μήτε Ἑλλήνων ἀπολείπεσθαι· δηλοῖ δὲ ὅσα καὶ ἐς ἡμᾶς ἦλθεν ἢ λεχθέν‐ | |
1.2.4 | τα πρὸς αὐτοῦ ἢ γραφέντα. παρεῖχε δὲ καὶ τοῖς ἀρχο‐ μένοις ἑαυτὸν ἐπιεικῆ καὶ μέτριον βασιλέα, τούς τε προσ‐ ιόντας δεξιούμενος κωλύων τε τοὺς περὶ αὐτὸν δορυ‐ φόρους ἀποσοβεῖν τοὺς ἐντυγχάνοντας. μόνος τε βασιλέων | |
5 | φιλοσοφίαν οὐ λόγοις οὐδὲ δογμάτων γνώσεσι, σεμνῷ δ’ ἤθει καὶ σώφρονι βίῳ ἐπιστώσατο. πολύ τε πλῆθος ἀνδρῶν σοφῶν ἤνεγκε τῶν ἐκείνου καιρῶν ἡ φορά· φιλεῖ γάρ πως ἀεὶ τὸ ὑπήκοον ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν. | |
1.2.5 | ὅσα μὲν οὖν ἐκείνῳ πέπρακται ἀνδρεῖα καὶ σώφρονα, στρατηγικὴν ἢ πολιτικὴν ἀρετὴν ἔχοντα, πρός τε τοὺς τὰ ἀρκτῷα τῆς γῆς [ἔθνη βάρβαρα] κατοικοῦντας πρός τε τοὺς ὑπὸ ταῖς ἀνατολαῖς ποιουμένους τὸν βίον, πολ‐ | |
5 | λοῖς καὶ σοφοῖς ἀνδράσι συγγέγραπται. ἃ δὲ μετὰ τὴν Μάρκου τελευτὴν παρὰ πάντα τὸν ἐμαυτοῦ βίον εἶδόν τε καὶ ἤκουσα—ἔστι δ’ ὧν καὶ πείρᾳ μετέσχον ἐν βασιλικαῖς ἢ δημοσίαις ὑπηρεσίαις γενόμενος—ταῦτα συνέγραψα. | |
1.3.1 | γηραιὸν ὄντα Μᾶρκον, καὶ μὴ μόνον ὑφ’ ἡλικίας, ἀλλὰ 〈καὶ〉 καμάτοις τε καὶ φροντίσι τετρυχωμένον διατρί‐ βοντά τε ἐν Παίοσι νόσος χαλεπὴ καταλαμβάνει. ἐπεὶ δὲ αὑτῷ τὰς πρὸς σωτηρίαν ἐλπίδας φαύλως ἔχειν ὑπ‐ | 3 |
5 | ώπτευεν, ἑώρα τε τὸν παῖδα τῆς μειρακίων ἡλικίας ἀρ‐ χόμενον ἐπιβαίνειν, δεδιὼς μὴ νεότης ἀκμάζουσα καὶ ἐν ὀρφανίᾳ ἐξουσίαν αὐτοκράτορα καὶ ἀκώλυτον προσλα‐ βοῦσα μαθημάτων μὲν καλῶν καὶ ἐπιτηδευμάτων ἀφη‐ νιάσῃ, μέθαις δὲ καὶ κραιπάλαις ἐπιδῷ ἑαυτήν (ῥᾷστα | |
10 | γὰρ αἱ τῶν νέων ψυχαὶ ἐς ἡδονὰς ἐξολισθαίνουσαι ἀπὸ | |
1.3.2 | τῶν παιδείας καλῶν μετοχετεύονται), οἷα δὴ ἄνδρα πο‐ λυίστορα μάλιστα ἐτάραττε μνήμη τῶν ἐν νεότητι βασι‐ λείαν παραλαβόντων, τοῦτο μὲν Διονυσίου τοῦ Σικε‐ λιώτου τυράννου, ὃς ὑπὸ τῆς ἄγαν ἀκρασίας καινὰς | |
5 | ἡδονὰς ἐπὶ μεγίστοις μισθοῖς ἐθηρᾶτο, τοῦτο δὲ αἱ τῶν Ἀλεξάνδρου διαδόχων ἐς τοὺς ὑπηκόους ὕβρεις τε καὶ | |
1.3.3 | βίαι, δι’ ὧν τὴν ἐκείνου ἀρχὴν κατῄσχυναν, Πτολεμαῖος μὲν καὶ μέχρις ἀδελφῆς γνησίας ἔρωτος προχωρήσας παρὰ [τε] τοὺς Μακεδόνων καὶ Ἑλλήνων νόμους, Ἀντίγονος δὲ Διόνυσον πάντα μιμούμενος καὶ κισσὸν μὲν περιτιθεὶς | |
5 | τῇ κεφαλῇ ἀντὶ καυσίας καὶ διαδήματος Μακεδονικοῦ, | |
1.3.4 | θύρσον δὲ ἀντὶ σκήπτρου φέρων· ἔτι δὲ καὶ μᾶλλον αὐ‐ τὸν ἐλύπει τὰ μὴ πρὸ πολλοῦ 〈γενόμενα〉 ἀλλ’ ὑπόγυον ἔχοντα τὴν μνήμην, τά τε Νέρωνι πεπραγμένα ὃς ἐχώ‐ ρησε μέχρι μητρῴου φόνου παρεῖχέ τε τοῖς δήμοις ἑαυ‐ | |
5 | τὸν καταγέλαστον θέαμα, τά τε Δομετιανῷ τετολμημένα, | |
1.3.5 | τῆς ἐσχάτης ὠμότητος οὐδὲν ἀπολείποντα. τοιαύτας δὴ τυραννίδος εἰκόνας ὑποτυπούμενος ἐδεδίει τε καὶ ἤλπιζεν | |
.... οὐ μετρίως δ’ αὐτὸν ἐταράττον καὶ οἱ Γερμα‐ νοὶ γειτνιῶντες, οὓς οὐδέπω πάντας ἐκεχείρωτο, ἀλλὰ | 4 | |
5 | τοὺς μὲν πειθοῖ ἐς συμμαχίαν προσηγάγετο, τῶν δὲ καὶ κρατήσας ἦν τοῖς ὅπλοις, ἦσαν δέ τινες οἳ διαδράντες πρὸς τὸ παρὸν ἀνακεχωρήκεσαν δέει τῆς παρουσίας τοι‐ ούτου βασιλέως. ὑπώπτευεν οὖν, μὴ τῆς ἡλικίας τοῦ μειρακίου καταφρονήσαντες ἐπιθῶνται αὐτῷ. ἐρᾷ δὲ τὸ | |
10 | βάρβαρον καὶ ἐπὶ ταῖς τυχούσαις ἀφορμαῖς ῥᾷστα κι‐ νεῖσθαι. | |
1.4.1 | κυμαίνουσαν οὖν ἔχων τοσαύταις φροντίσι τὴν ψυχήν, συγκαλέσας τε τοὺς φίλους ὅσοι τε παρῆσαν τῶν συγ‐ γενῶν, καὶ τὸν παῖδα παραστησάμενος, ἐπειδὴ πάντες συνῆλθον, ἡσυχῇ τοῦ σκίμποδος κουφίσας ἑαυτὸν τοι‐ | |
5 | ούτων λόγων ἤρξατο· | |
1.4.2 | „ἄχθεσθαι μὲν ὑμᾶς ἐφ’ οἷς ὁρᾶτέ με διακείμενον, θαυμαστὸν οὐδέν· φύσει τε γὰρ τὸ ἀνθρώπινον ἐλεεινὸν ἐν ταῖς τῶν ὁμοφύλων συμφοραῖς, τά τε δεινὰ ὑπ’ ὄψιν πεσόντα οἶκτον προκαλεῖται μείζονα. ἐμοὶ δέ τι καὶ πλέον | |
5 | ὑπάρχειν παρ’ ὑμῶν οἴομαι· ἐκ γὰρ ὧν αὐτὸς διάκειμαι | |
1.4.3 | πρὸς ὑμᾶς, ἀμοιβαίαν εὔνοιαν εἰκότως ἤλπικα. νῦν δὲ καιρὸς εὔκαιρος ἐμοί τε αἰσθέσθαι μὴ μάτην ἐς ὑμᾶς τοσούτου χρόνου τιμήν τε καὶ σπουδὴν κατατεθεῖσθαι, ὑμῖν τε ἀποδοῦναι χάριν, δείξασιν ὅτι ὑπὲρ ὧν ἐτύχετε | |
5 | οὐκ ἀμνημονεῖτε. ὁρᾶτε δή μοι τὸν υἱὸν ὃν αὐτοὶ ἀν‐ εθρέψασθε, ἄρτι τῆς μειρακίων ἡλικίας ἐπιβαίνοντα καὶ δεόμενον ὥσπερ ἐν χειμῶνι καὶ ζάλῃ τῶν κυβερνησόν‐ των, μή ποι φερόμενος ὑπ’ ἀτελοῦς τῆς τῶν δεόντων | |
1.4.4 | ἐμπειρίας ἐς φαῦλα ἐπιτηδεύματα προσαραχθῇ. γένεσθε | |
δὴ οὖν αὐτῷ ὑμεῖς ἀνθ’ ἑνὸς ἐμοῦ πατέρες πολλοί, περι‐ έποντές τε καὶ τὰ ἄριστα συμβουλεύοντες. οὔτε γὰρ χρημάτων πλῆθος οὐδὲν αὔταρκες πρὸς τυραννίδος | 5 | |
5 | ἀκρασίαν, οὔτε δυρυφόρων φρουρὰ ἱκανὴ ῥύεσθαι τὸν | |
1.4.5 | ἄρχοντα, εἰ μὴ προσυπάρχοι ἡ τῶν ὑπηκόων εὔνοια. μά‐ λιστα δὲ ἐκεῖνοι ἐς ἀρχῆς μῆκος ἀκινδύνως ἤλασαν, ὅσοι μὴ φόβον ἐξ ὠμότητος, πόθον δὲ 〈ἐκ〉 τῆς αὑτῶν χρη‐ στότητος ταῖς τῶν ἀρχομένων ψυχαῖς ἐνέσταξαν. οὐ γὰρ | |
5 | οἱ ἐξ ἀνάγκης δουλεύοντες ἀλλ’ οἱ μετὰ πειθοῦς ὑπα‐ κούοντες ἀνύποπτα καὶ ἔξω κολακείας προσποιήτου δρῶν‐ τές τε καὶ πάσχοντες διατελοῦσι καὶ οὐδέ ποτε ἀφηνιά‐ | |
1.4.6 | ζουσιν, ἢν μὴ βίᾳ καὶ ὕβρει ἐπὶ τοῦτο ἀχθῶσι. χαλεπὸν δὲ μετριάσαι τε καὶ ὅρον ἐπιθεῖναι ἐπιθυμίαις ὑπηρε‐ τούσης ἐξουσίας. τοιαῦτα δὴ συμβουλεύοντες αὐτῷ, καὶ ὧν ἀκούει παρὼν ὑπομιμνήσκοντες, ὑμῖν τε αὐτοῖς καὶ | |
5 | πᾶσιν ἄριστον ἀποδείξετε βασιλέα, τῇ τε ἐμῇ μνήμῃ χαριεῖσθε τὰ μέγιστα, οὕτω τε μόνως ἀίδιον αὐτὴν ποιῆ‐ σαι δυνήσεσθε.“ | |
1.4.7 | τοσαῦτα εἰπόντα τὸν Μᾶρκον ἐπιπεσοῦσα λιποθυμία κατεσίγασεν· ὑπὸ δὲ ἀσθενείας τε καὶ ἀθυμίας αὖθις ὑπτίαζεν. οἶκτος δὲ πάντας ἐλάμβανε τοὺς παρόντας, ὡς μηδὲ κατασχόντας αὑτῶν τινὰς ἐς οἰμωγὴν ἀναβοῆσαι. | |
5 | ὃ μὲν οὖν νυκτός τε καὶ ἡμέρας ἐπιβιώσας μιᾶς ἀνεπαύσα‐ το, πόθον τε τοῖς καθ’ αὑτὸν ἀνθρώποις ἐγκαταλιπὼν | |
1.4.8 | ἀρετῆς τε ἀίδιον μνήμην ἐς τὸν ἐσόμενον αἰῶνα. τελευ‐ τήσαντος δὲ Μάρκου, ἐπειδὴ διεφοίτησεν ἡ φήμη, πᾶν | |
τε τὸ παρὸν στρατιωτικὸν καὶ τὸ δημῶδες πλῆθος ὁμοίως πένθει κατείχετο, οὐδέ τις ἦν ἀνθρώπων τῶν ὑπὸ τὴν | 6 | |
5 | Ῥωμαίων ἀρχὴν ὃς ἀδακρυτὶ τοιαύτην ἀγγελίαν ἐδέχετο. πάντες δ’ ὥσπερ ἐκ μιᾶς φωνῆς, οἳ μὲν πατέρα χρηστόν, οἳ δ’ ἀγαθὸν βασιλέα, γενναῖον δὲ ἕτεροι στρατηγόν, οἳ δὲ σώφρονα καὶ κόσμιον ἄρχοντα ἀνεκάλουν, καὶ οὐδεὶς ἐψεύδετο. | |
1.5.1 | ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ἐν ὅσαις περὶ τὴν κη‐ δείαν τοῦ πατρὸς τὸν υἱὸν ἀπησχόλουν, ἔδοξε τοῖς φίλοις προαγαγεῖν τὸ μειράκιον ἐς τὸ στρατόπεδον, ὡς ἂν δια‐ λεχθείη τε τοῖς στρατιώταις, καὶ χρήματα δωρησάμενος, | |
5 | ὡς ἔθος ἐστὶ τοῖς βασιλείαν διαδεχομένοις, μεγαλόφρονι | |
1.5.2 | ἐπιδόσει οἰκειώσηται τὸ στράτευμα. παρηγγέλθη τε δὴ πᾶσιν ἐλθεῖν ἐς τὸ εἰωθὸς πεδίον αὐτοὺς ὑποδέχεσθαι. προελθὼν δὲ ὁ Κόμοδος τάς τε βασιλείους θυσίας ἐπε‐ τέλει, καὶ βήματος αὐτῷ ἐς ὕψος ἀρθέντος ἐν μέσῳ τῷ | |
5 | στρατοπέδῳ ἀνελθὼν ἐπ’ αὐτὸ καὶ περιστησάμενος τοὺς πατρῴους φίλους (πολλοὶ δὲ καὶ λόγιοι παρῆσαν αὐτῷ) ἔλεξε τοιάδε· | |
1.5.3 | „κοινὴν εἶναί μοι πρὸς ὑμᾶς τὴν ἐπὶ τοῖς καταλαβοῦ‐ σιν ἀλγηδόνα καὶ μηδέν τι ἧττον ὑμᾶς ἐμοῦ δυσφορεῖν ἐμαυτὸν ἀκριβῶς πέπεικα. οὐδὲ γὰρ περιόντος μοι τοῦ πατρὸς πλεονεκτεῖν ὑμῶν ἠξίουν. ἐκεῖνος γὰρ πάντας | |
5 | ἡμᾶς ὡς ἕνα ἠγάπα. ἔχαιρε γοῦν μᾶλλον συστρατιώτην με ἢ υἱὸν καλῶν· τὴν μὲν γὰρ προσηγορίαν ἡγεῖτο φύσεως, τὴν δ’ ἀρετῆς κοινωνίαν. φέρων τέ με πολλά‐ κις ἔτι νήπιον ὄντα ταῖς ὑμετέραις ἐνεχείρισε πίστεσι. | |
1.5.4 | διόπερ καὶ ῥᾷστα πάσης εὐνοίας μεθέξειν πρὸς ὑμῶν ἤλπικα, τῶν μὲν πρεσβυτέρων τροφεῖά μοι ταῦτα ὀφει‐ λόντων, τοὺς δ’ ἡλικιώτας εἰκότως ἂν καὶ συμφοιτητὰς τῶν ἐν ὅπλοις ἔργων ἀποκαλοίην· πάντας γὰρ ἡμᾶς ὡς | 7 |
1.5.5 | ἕνα ὁ πατὴρ ἐφίλει τε καὶ πᾶσαν ἀρετὴν ἐπαίδευεν. ἔδωκε δὲ μετ’ ἐκεῖνον ἐμὲ βασιλέα ἡ τύχη, οὐκ ἐπείσακτον, ὥσπερ οἱ πρὸ ἐμοῦ προσκτήτῳ σεμνυνόμενοι ἀρχῇ, ἀλλὰ μόνος τε ὑμῖν ἐγὼ ἐν τοῖς βασιλείοις ἀπεκυήθην, καὶ μὴ | |
5 | πειραθέντα με ἰδιωτικῶν σπαργάνων ἅμα τῷ τῆς γα‐ στρὸς προελθεῖν ἡ βασίλειος ὑπεδέξατο πορφύρα, ὁμοῦ | |
1.5.6 | δέ με εἶδεν ἥλιος ἄνθρωπον καὶ βασιλέα. εἰκότως δ’ ἂν ταῦτα λογιζόμενοι στέργοιτε οὐ δοθέντα ὑμῖν ἀλλὰ γεννηθέντα αὐτοκράτορα. ὁ μὲν οὖν πατὴρ ἐς οὐρανὸν ἀναπτὰς ὀπαδὸς ἤδη καὶ σύνεδρός ἐστι θεῶν· ἡμῖν δὲ | |
5 | χρὴ μέλειν τῶν ἐν ἀνθρώποις καὶ τὰ ἐπὶ γῆς διοικεῖν. κατορθοῦν δὲ αὐτὰ καὶ βεβαιοῦν ὑμέτερον ἔργον, εἰ τά τε τοῦ πολέμου λείψανα μετὰ πάσης ἀνδρείας ἀπαλεί‐ ψαιτε καὶ τὴν Ῥωμαίων ἀρχὴν μέχρις ὠκεανοῦ προαγά‐ | |
1.5.7 | γοιτε. ὑμῖν τε γὰρ ταῦτα δόξαν οἴσει καὶ τὴν τοῦ κοι‐ νοῦ πατρὸς μνήμην χάρισιν ἀξίαις οὕτως ἀμείψεσθε· ὃν ἐπακούειν τε τῶν λεγομένων καὶ τὰ πραττόμενα ἐφορᾶν ἡγεῖσθε. εὐδαιμονοίημεν δ’ ἂν τὰ δέοντα πράττοντες | |
5 | ὑπὸ τοιούτῳ μάρτυρι. καὶ τὰ μὲν πρότερον ὑμῖν ἀν‐ δρείως κατορθωθέντα ἐς τὴν ἐκείνου σοφίαν τε καὶ στρατηγίαν τὴν ἀναφορὰν ἔχει· ὅσα δ’ ἂν σὺν ἐμοὶ βασι‐ λεῖ νέῳ προθύμως ἐπιδείξησθε, τούτων 〈αὐτοὶ〉 τὴν δό‐ | |
1.5.8 | ξαν πίστεώς τε ἀγαθῆς καὶ ἀνδρείας ἀποίσεσθε. τό τε ἐν ἡμῖν νέον σεμνότητος πληρώσετε τῇ τῶν ὑμετέρων ἔργων ἀνδραγαθίᾳ. τὸ βάρβαρον δὲ ἐν ἀρχῇ νέας ἡγε‐ μονίας κολασθὲν οὔτε ἐς τὸ παρὸν καταθαρσήσει τῆς | 8 |
5 | 〈ἡμετέρασ〉 ἡλικίας [καταφρονῆσαν], τά τε μέλλοντα φο‐ βήσεται δέει τῶν πεπειραμένων.“ τοσαῦτα ὁ Κόμοδος εἰπὼν καὶ μεγαλοφρόνως δωρεαῖς χρημάτων οἰκειωσάμενος τὸ στρατιωτικόν, ἐς τὴν βασί‐ λειον ἐπανῆλθεν αὐλήν. | |
1.6.1 | ὀλίγου μὲν οὖν τινὸς χρόνου πάντα ἐπράττετο τῇ γνώμῃ τῶν πατρῴων φίλων, οἳ πανημέριοι συνῆσαν αὐτῷ τὰ βέλτιστα συμβουλεύοντες, καὶ τοσοῦτον ἐνδι‐ δόντες χρόνον, ὅσον ἐνόμιζον αὐτάρκη πρὸς σώφρονα | |
5 | τοῦ σώματος ἐπιμέλειαν. παρεισδύντες δέ τινες τῶν ἐπὶ τῆς αὐλῆς οἰκετῶν διαφθείρειν ἐπειρῶντο νέον ἦθος βασιλέως, ὅσοι τε κόλακες τραπέζης [καὶ] τὸ εὔδαιμον γαστρὶ καὶ τοῖς αἰσχίστοις μετροῦσιν, ὑπεμίμνησκον αὐ‐ τὸν τῆς ἐν Ῥώμῃ τρυφῆς, θεάματά τε καὶ ἀκούσματα | |
10 | τερπνὰ διηγούμενοι τήν τε τῶν ἐπιτηδείων δαψίλειαν καταριθμοῦντες διαβάλλοντές τε πᾶσαν τὴν ἐπὶ ταῖς ὄχθαις τοῦ Ἴστρου ὥραν, μήτε ὀπώρας εὔφορον κρυε‐ | |
1.6.2 | ράν τε ἀεὶ καὶ συννεφῆ. „οὐ παύσῃ“ δὲ ἔλεγον „ὦ δέ‐ σποτα, πηγνύμενόν τε καὶ ὀρυττόμενον πίνων ὕδωρ; ἄλλοι δὲ ἀπολαύσουσι πηγῶν τε θερμῶν καὶ ψυχροῦ νάματος ἀτμίδων τε καὶ ἀέρων, ὧν Ἰταλία μόνη εὔφο‐ | |
5 | ρος.“ τοιαῦτα δή τινα τῷ μειρακίῳ ὑποτυπούμενοι ἤγει‐ | |
1.6.3 | ρον αὐτοῦ τὰς ὀρέξεις ἐς τὴν ἡδονῶν ἐπιθυμίαν. αἰφνι‐ | |
δίως δὲ καλέσας τοὺς φίλους ποθεῖν ἔλεγε τὴν πατρίδα· ὁμολογεῖν δὲ τὰς αἰτίας τῆς αἰφνιδίου ὁρμῆς αἰδούμε‐ νος, δεδιέναι προσεποιεῖτο, μή τις ἐκεῖσε προκαταλάβοι | 9 | |
5 | τὴν βασίλειον ἑστίαν τῶν εὐπατριδῶν πλουσίων, εἶθ’ ὥσπερ ἐξ ὀχυρᾶς ἀκροπόλεως δύναμιν καὶ περιβολὴν συγκροτήσας ἐπιθῆται τῇ ἀρχῇ. αὐτάρκης δὲ ὁ δῆμος χορηγῆσαι πλῆθος ἐπιλέκτων νεανιῶν. | |
1.6.4 | τοιαῦτά τινα προφασιζομένου τοῦ μειρακίου οἱ μὲν ἄλλοι συνεστάλησάν τε τὴν ψυχήν, καὶ σκυθρωπαῖς ταῖς ὄψεσιν ἐς γῆν ἔνευσαν. Πομπηιανὸς δέ, ὃς πρεσβύτατός τε ἦν ἁπάντων καὶ κατ’ ἐπιγαμίαν προσήκων αὐτῷ (συν‐ | |
5 | ῴκει γὰρ τῇ πρεσβυτάτῃ τῶν ἀδελφῶν τοῦ Κομόδου), „ποθεῖν μέν σε“, ἔφη, „τέκνον καὶ δέσποτα, τὴν πατρί‐ δα εἰκός· καὶ γὰρ αὐτοὶ τῶν οἴκοι ὁμοίᾳ ἐπιθυμία ἑαλώ‐ | |
1.6.5 | καμεν. ἀλλὰ τὰ ἐνταῦθα προυργιαίτερα ὄντα καὶ μᾶλ‐ λον ἐπείγοντα ἐπέχει τὴν ἐπιθυμίαν. τῶν μὲν γὰρ ἐκεῖσε καὶ ὕστερον ἐπὶ πλεῖστον αἰῶνα ἀπολαύσεις, ἐκεῖ τε ἡ Ῥώμη, ὅπου ποτ’ ἂν ὁ βασιλεὺς ᾖ. τὸν δὲ πόλεμον ἀτελῆ | |
5 | καταλιπεῖν μετὰ τοῦ ἀπρεποῦς καὶ ἐπισφαλές. θάρσος γὰρ ἐμβαλοῦμεν τοῖς βαρβάροις, οὐκ ἐπανόδου πόθον | |
1.6.6 | ἀλλὰ φυγὴν καὶ δέος ἡμῶν καταγνοῦσι. καλὸν δέ σοι χειρωσαμένῳ πάντας αὐτοὺς καὶ τῷ ὑπὸ τὴν ἄρκτον ὠκεα‐ νῷ τὴν ἀρχὴν ὁρίσαντι ἐπανελθεῖν οἴκαδε θριαμβεύοντί τε καὶ δεσμίους ἀπάγοντι καὶ αἰχμαλώτους βασιλεῖς τε | |
5 | καὶ σατράπας βαρβάρους. τούτοις γὰρ οἱ πρὸ σοῦ Ῥω‐ μαῖοι μεγάλοι τε καὶ ἔνδοξοι γεγόνασι. δεδιέναι δέ σε οὐ χρή, μή τις ἐκεῖ τοῖς πράγμασιν ἐπιθῆται. οἵ τε γὰρ ἄριστοι τῆς βουλῆς ἐνταῦθα σὺν σοί, ἥ τε στρατιωτικὴ δύναμις παροῦσα πᾶσα τῆς σῆς ἀρχῆς προασπίζει· τα‐ | |
10 | μιεῖά τε χρημάτων βασιλικῶν ἐνταῦθα πάντα· ἥ τε τοῦ πατρὸς μνήμη αἰώνιόν σοι πίστιν καὶ εὔνοιαν παρὰ τῶν ἀρχομένων ἐβεβαίωσεν.“ | 10 |
1.6.7 | τοιαῦτά τινα ἐς προτροπὴν καὶ τὴν πρὸς τὰ κρείττονα ὁρμὴν ὁ Πομπηιανὸς εἰπὼν διέτρεψε πρὸς ὀλίγον τὸ μειράκιον. αἰδεσθεὶς γὰρ ὁ Κόμοδος τὰ λεχθέντα, οὐδέν τε οἷός τε ὢν εὐλόγως ἀποκρίνασθαι, τοὺς φίλους ἀπε‐ | |
5 | πέμψατο, φήσας ἀκριβέστερον καθ’ αὑτὸν ἐπισκέψεσθαι | |
1.6.8 | τὸ πρακτέον. ἐγκειμένων δὲ τῶν περὶ αὐτὸν θεραπόν‐ των οὐκέτι μὲν τοῖς φίλοις οὐδὲν ἐκοινώσατο, ἐκπέμψας δὲ γράμματα, καὶ διανείμας οἷς ἐδοκίμασε τῆς ὄχθης τοῦ Ἴστρου τὴν πρόνοιαν προστάξας τε αὐτοῖς ἀνέχειν | |
5 | τὰς τῶν βαρβάρων ἐπιδρομάς, ἐπαγγέλλει τὴν ἔξοδον. οἳ μὲν οὖν διῴκουν τὰ ἐγκεχειρισμένα· οἳ καὶ οὐ πολλῷ χρόνῳ πλείστους τῶν βαρβάρων ὅπλοις ἐχειρώσαντο, τοὺς δὲ ἐπὶ μεγάλαις συντάξεσιν ἐς φιλίαν ἐπηγάγοντο | |
1.6.9 | ῥᾷστα πείσαντες. φύσει γὰρ τὸ βάρβαρον φιλοχρήματον, καὶ κινδύνων καταφρονήσαντες ἢ δι’ ἐπιδρομῆς καὶ ἐφ‐ όδου τὸ χρειῶδες πρὸς τὸν βίον πορίζονται, ἢ μεγάλων μισθῶν τὴν εἰρήνην ἀντικαταλλάσσονται. ἅπερ ὁ Κό‐ | |
5 | μοδος εἰδὼς καὶ τὸ ἀμέριμνον ὠνούμενος ἀφειδῶς τε ἔχων χρημάτων, πάντα ἐδίδου τὰ αἰτούμενα. | |
1.7.1 | τῆς δὲ ἐξόδου διαγγελθείσης κίνησις δὴ μεγίστη κατα‐ λαμβάνει τὸ στρατόπεδον, καὶ πάντες αὐτῷ συναπελθεῖν ἤθελον, ὡς 〈ἂν〉 ἀπαλλαγεῖεν μὲν τῆς ἐν τῇ πολεμίᾳ δια‐ τριβῆς, ἀπολαύσειαν δὲ τῆς ἐν Ῥώμῃ τρυφῆς. ἐπειδὴ δὲ | |
5 | διεφοίτησεν ἡ φήμη ἄγγελοί τε ἧκον κηρύττοντες τὴν τοῦ βασιλέως ἄφιξιν, ὑπερήσθη τε ὁ Ῥωμαίων δῆμος | |
καὶ χρηστὰς εἶχεν ἐλπίδας νέου αὐτοκράτορος ἐπιδημίᾳ, | 11 | |
1.7.2 | πατρῴζειν τὸ μειράκιον ἡγούμενοι. ἀνύσας δὲ τὴν ὁδοι‐ πορίαν ὁ Κόμοδος μετὰ νεανικῆς σπουδῆς καὶ διαδρα‐ μὼν τὰς ἐν μέσῳ πόλεις, ὑποδεχθείς τε πανταχοῦ βα‐ σιλικῶς καὶ δήμοις ἑορτάζουσιν ἐπιφανείς, ἀσπαστός τε | |
1.7.3 | καὶ ποθεινὸς πᾶσιν ὤφθη. ὡς δὲ πλησίον ἐγένετο τῆς Ῥώμης, πᾶσά τε ἡ σύγκλητος βουλὴ καὶ πανδημεὶ ὅσοι τὴν Ῥώμην κατῴκουν ἄνθρωποι, μὴ κατασχόντες αὑτῶν ἀλλ’ ἕκαστος φθάσαι θέλων, δαφνηφόροι τε καὶ πάντα | |
5 | ἐπιφερόμενοι ἄνθη τότε ἀκμάζοντα, ὡς ἕκαστος οἷός τε ἦν, πόρρω τῆς πόλεως ὑπήντων, θεασόμενοι τὸν νέον | |
1.7.4 | καὶ εὐγενῆ βασιλέα. ἐπόθουν γὰρ αὐτὸν ἀληθεῖ ψυχῆς διαθέσει ἅτε παρ’ αὐτοῖς γεννηθέντα τε καὶ τραφέντα καὶ ἄνωθεν ἐκ τριγονίας βασιλέα τε καὶ εὐπατρίδην ὄν‐ τα Ῥωμαίων. τὸ μὲν γὰρ πρὸς πατρὸς αὐτῷ γένος ἐκ | |
5 | τῶν τῆς συγκλήτου βουλῆς ἐπισήμων ἦν· Φαυστῖνα δ’ ἡ μήτηρ βασίλισσα γεγένητο θυγάτηρ τε οὖσα Ἀντωνί‐ νου τοῦ εὐσεβοῦς ἐπικληθέντος, καὶ Ἀδριανοῦ ἔκγονος κατὰ θηλυγονίαν, ἀνήνεγκε δὲ τὸ γένος αὕτη ἐπὶ Τραϊα‐ νὸν πρόπαππον. | |
1.7.5 | γένους μὲν οὖν ὁ Κόμοδος οὕτως εἶχε, πρὸς δὲ τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τὴν ὄψιν ἦν ἀξιοθέατος σώματός τε συμμετρίᾳ καὶ κάλλει προσώπου μετ’ ἀνδρείας. ὀφθαλ‐ μῶν τε γὰρ †ἀρθμίαι καὶ πυρώδεις βολαί, κόμη τε φύ‐ | |
5 | σει ξανθὴ καὶ οὔλη, ὡς, εἴποτε φοιτῴη δι’ ἡλίου, τοσοῦ‐ τον ἐκλάμπειν αὐτῷ πυροειδές τι, ὡς τοὺς μὲν οἴεσθαι ῥίνημα χρυσοῦ προιόντι ἐπιπάσσεσθαι, τοὺς δὲ ἐκθειά‐ ζειν, λέγοντας αἴγλην τινὰ οὐράνιον περὶ τῇ κεφαλῇ | |
συγγεγενῆσθαι αὐτῷ· ἴουλοί τε αὐτοῦ κατιόντες ταῖς | 12 | |
1.7.6 | παρειαῖς ἐπήνθουν. τοιοῦτον δὴ θεασάμενοι βασιλέα οἱ Ῥωμαῖοι, εὐφημίαις τε παντοδαπαῖς καὶ στεφάνων καὶ ἀνθέων βολαῖς ὑπεδέχοντο. ὡς δ’ ἐς τὴν Ῥώμην εἰσή‐ λασεν, ἐς τε τοῦ Διὸς τὸ τέμενος καὶ τοὺς ἄλλους νεὼς | |
5 | ἀνελθὼν εὐθὺς τῇ τε συγκλήτῳ καὶ τοῖς ἐν Ῥώμῃ κατα‐ λειφθεῖσι στρατιώταις χαριστήρια ὁμολογήσας τῆς φυ‐ λαχθείσης πίστεως, ἐς τὴν βασίλειον αὐλὴν ἀνεχώρησεν. | |
1.8.1 | χρόνου μὲν οὖν τινὸς ὀλίγων ἐτῶν τιμὴν πᾶσαν ἀπέ‐ νεμε τοῖς πατρῴοις φίλοις, πάντα τε ἔπραττεν ἐκείνοις συμβούλοις χρώμενος. ἐπεὶ δὲ τὴν πρόνοιαν ἐνεχείρισε τῆς ἀρχῆς ἑαυτῷ, ἐπιστήσας τοῖς στρατοπέδοις Περέν‐ | |
5 | νιον, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, στρατιωτικὸν δ’ εἶναι δοκοῦντα (διὸ καὶ μάλιστα αὐτὸν ἔπαρχον ἐποίησε τῶν στρατοπέδων), τῇ τοῦ μειρακίου ἀποχρώμενος ἡλι‐ κίᾳ ἐκεῖνος [εἴασεν] αὐτὸν τρυφαῖς σχολάζοντα καὶ κραι‐ πάλαις, τῆς φροντίδος καὶ τῶν βασιλείων καμάτων ἀπῆ‐ | |
1.8.2 | γεν [αὐτόν], πᾶσαν δὲ τὴν διοίκησιν τῆς ἀρχῆς αὐτὸς ἀνεδέξατο πλούτου τε ἀκρατήτῳ ἐπιθυμίᾳ καὶ τῶν μὲν προσκτωμένων ἀεὶ καταφρονήσει, τῶν δ’ οὔπω παρόν‐ των ἀπλήστῳ ἀντιποιήσει. τούς τε πατρῴους φίλους | |
5 | πρῶτος διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοί τε ἦσαν καὶ εὐγενεῖς, τούτους ἐς ὑποψίαν ἄγων τὸ μειράκιον ἐφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὐτῷ παράσχοι καὶ ἐξουσίαν ἁρπάζειν τὰ ἐκείνων κτήματα. | |
1.8.3 | μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νεανίσκον ἥ τε τοῦ πατρὸς μνήμη καὶ ἡ πρὸς τοὺς φίλους αἰδώς. ἀλλὰ γάρ, ὥσπερ τινὸς πονηρᾶς καὶ βασκάνου τύχης ἀνατρεπούσης | |
αὐτοῦ τὸ ἔτι σῶφρον καὶ κόσμιον, συνέβη τι τοιοῦτον. | 13 | |
5 | Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη πάντων ἀδελφή. αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μᾶρκος ποιησάμενος, ἐκδούς [τε] αὐτῷ τὴν θυγατέρα, δεσμὸν εὐνοίας ἐχυρώτατον τὴν πρὸς αὐτὸν ἐπιγαμίαν ἐποιήσατο. ἀλλ’ ἐπεὶ συνέβη τὸν | |
10 | Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων Πομπηιανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν. | |
1.8.4 | οὐδὲν ἧττον μέντοι καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ· καὶ γὰρ ἐπὶ τοῦ βασιλείου θρόνου καθῆστο ἐν τοῖς θεάτροις, καὶ τὸ πῦρ προεπόμπευεν αὐτῆς. ἐπεὶ δὲ ὁ Κόμοδος γυναῖκα ἠγάγετο, Κρισπῖναν ὄνομα, ἀν‐ | |
5 | άγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικί, δυσφόρως τοῦτο φέρουσα ἡ Λου‐ κίλλα, καὶ τὴν ἐκείνης τιμὴν ἑαυτῆς ὕβριν νομίζουσα, τὸν μὲν ἑαυτῆς ἄνδρα Πομπηιανὸν εἰδυῖα ἀγαπῶντα τὸν Κόμοδον, οὐδὲν αὐτῷ περὶ ἐπιθέσεως τῆς ἀρχῆς ἀνα‐ | |
10 | κοινοῦται, Κοδράτου δέ, νεανίσκου εὐγενοῦς τινος καὶ πλουσίου, ἐφ’ οὗ καὶ λανθανούσῃ συνουσίᾳ διεβάλλετο, πεῖραν τῆς γνώμης λαμβάνουσα, περί τε τῆς προεδρίας συνεχῶς ἀπωδύρετο, καὶ κατ’ ὀλίγον ἀνέπεισε τὸν νεα‐ νίσκον ὀλέθρια βουλεύσασθαι αὑτῷ τε καὶ πάσῃ τῇ συγ‐ | |
1.8.5 | κλήτῳ. συνωμότας γὰρ ἐκεῖνος τῆς βουλῆς λαβών τινας τῶν ἐξεχόντων ἀναπείθει νεανίσκον τινά, καὶ αὐτὸν ὄντα τῆς βουλῆς, Κυιντιανὸν ὄνομα, προπετῆ δὲ καὶ θρασύν, λαβόντα ἐγχειρίδιον ὑπὸ κόλπου, καιρὸν φυλά‐ | |
5 | ξαντα καὶ τόπον ἐπιτήδειον, ἐπιπεσεῖν τε τῷ Κομόδῳ καὶ φονεῦσαι, τὰ λοιπὰ φήσας αὐτὸς κατορθώσεσθαι | 14 |
1.8.6 | χρημάτων ἐπιδόσει. ὃ δ’ ὑποστὰς ἐν τῇ τοῦ ἀμφιθεάτρου εἰσόδῳ (ζοφώδης δὲ αὕτη, διὸ καὶ λήσεσθαι ἤλπισε), γυμνώσας τὸ ξιφίδιον, ἐπελθών τε αἰφνιδίως τῷ Κομόδῳ, καὶ μεγάλῃ φωνῇ προειπὼν ὑπὸ τῆς συγκλήτου αὐτῷ | |
5 | ἐπιπεπέμφθαι, τρῶσαι μὴ φθάσας, ἀλλ’ ἐν ᾧ περὶ τὴν τῶν ῥημάτων προφορὰν ἠσχολεῖτο καὶ τὴν δεῖξιν τοῦ ξίφους, συλληφθεὶς ὑπὸ τῶν σωματοφυλάκων τοῦ βασι‐ λέως δίκην ἀνοίας ὑπέσχεν, ὃς προεῖπε τὸ βεβουλευμένον μᾶλλον ἢ ἔδρασε, παρέσχε τε αὑτῷ μὲν προγνωσθέντι | |
10 | ἁλῶσαι, ἐκείνῳ δὲ προμαθόντι φυλάξασθαι. | |
1.8.7 | αὕτη μὲν δὴ πρώτη καὶ μεγίστη αἰτία τῷ μειρακίῳ μίσους ἐγένετο πρὸς τὴν σύγκλητον βουλήν· ἔτρωσέ τε αὐτοῦ τὴν ψυχὴν τὰ λεχθέντα, καὶ κοινοὺς ἐχθροὺς πάντας ἡγεῖτο, μεμνημένος ἀεὶ τῆς τοῦ ἐπιδραμόντος | |
1.8.8 | φωνῆς. ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασίς τε καὶ ὑπόθεσις αὐτάρκης· ἐκκόπτειν γὰρ ἀεὶ καὶ κολούειν αὐ‐ τῷ συνεβούλευε τοὺς ὑπερέχοντας, ὧν ἁρπάζων τὰς οὐ‐ σίας ῥᾷστα πλουσιώτατος ἐγένετο τῶν καθ’ αὑτὸν ἀν‐ | |
5 | θρώπων. γενομένης δ’ ἐξετάσεως διὰ τοῦ Περεννίου ἀκριβεστέρας τήν τε ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ἐφ’ οἱαισδήποτε διαβληθέντας ὑποψίαις. | |
1.9.1 | ὁ δὲ Περέννιος ἀποσκευασάμενος πάντας, οὓς καὶ ὁ Κόμοδος ᾐδεῖτο καὶ ὅσοι πατρῴαν αὐτῷ εὔνοιαν ἐπε‐ δείκνυντο τῆς τε ἐκείνου σωτηρίας προμήθειαν εἶχον, | |
ποιησάμενός τε αὑτὸν ἐπ’ ἐξουσίας, ἐπεβούλευε τῇ ἀρχῇ, | 15 | |
5 | καὶ τοῖς τε υἱοῖς αὑτοῦ νεανίαις οὖσιν ἐγχειρίσαι πείθει τὸν Κόμοδον 〈τὴν〉 πρόνοιαν τῶν Ἰλλυρικῶν στρατευ‐ μάτων, αὐτός τε πλεῖστα χρήματα ἤθροιζεν ἐς τὸ ἐπι‐ δόσεσι λαμπραῖς ἀποστῆσαι τὸ στρατιωτικόν. οἱ δὲ παῖ‐ δες αὐτοῦ λανθάνοντες συνεκρότουν δύναμιν, ὡς ἂν | |
10 | τοῦ Περεννίου κατεργασαμένου τὸν Κόμοδον ἐπιθοῖντο τῇ ἀρχῇ. | |
1.9.2 | ἐγνώσθη δ’ ἡ ἐπιβουλὴ παραδόξῳ τρόπῳ. ἱερὸν ἀγῶνα τελοῦσι Ῥωμαῖοι Διὶ Καπετωλίῳ, θεάματά τε 〈θυμέλησ〉 καὶ ἰσχύος πάντα ἀθροίζεται ὡς ἐς βασιλίδα πόλιν παν‐ ηγυρίζουσαν. θεατὴς δὲ καὶ ἀθλοθέτης σὺν τοῖς λοι‐ | |
5 | ποῖς ἱερεῦσιν, οὓς ἐκ περιόδων χρόνον ἡ τάξις καλεῖ, ὁ | |
1.9.3 | βασιλεὺς γίγνεται. κατελθόντος δὴ τοῦ Κομόδου ἐπὶ τὴν ἀκρόασιν τῶν ἐνδόξων ἀγωνιστῶν, καὶ αὐτοῦ μὲν προκαθίσαντος ἐν τῇ βασιλείῳ ἕδρᾳ, πληρωθέντος δὲ τοῦ θεάτρου μετὰ πάσης εὐκοσμίας, τῶν τε ἐν ἀξιώσεσιν | |
5 | 〈ἐν〉 ἐξαιρέτοις ἕδραις καὶ ὡς ἑκάστοις διετέτακτο ἱδρυ‐ μένων, πρίν τι λέγεσθαι ἢ πράττεσθαι ἐπὶ τῆς σκηνῆς ἀνὴρ φιλοσόφου φέρων σχῆμα (βάκτρον γὰρ ἦν αὐτοῦ μετὰ χεῖρας, ἡμιγύμνῳ τε αὐτῷ ἐκκρεμὴς πήρα) εἰσ‐ δραμὼν καὶ στὰς ἐν μέσῃ τῇ σκηνῇ τῷ τε χειρὸς νεύ‐ | |
1.9.4 | ματι τὸν δῆμον κατασιγάσας „οὐ πανηγυρίζειν σοι και‐ ρόσ“ ἔφη „Κόμοδε, νῦν, οὐδὲ θέαις καὶ ἑορταῖς σχολά‐ ζειν. ἐπίκειται γάρ σου τοῖς αὐχέσι τὸ τοῦ Περεννίου ξίφος, καὶ εἰ μὴ φυλάξῃ κίνδυνον οὐκ ἐπαιωρούμενον | |
5 | ἀλλ’ ἤδη παρόντα, λήσεις ἀπολόμενος. αὐτός τε γὰρ ἐν‐ ταῦθα δύναμιν ἐπὶ σοὶ καὶ χρήματα ἀθροίζει, οἵ τε παῖδες αὐτῷ τὴν Ἰλλυρικὴν στρατιὰν ἀναπείθουσιν. εἰ | |
1.9.5 | δὲ μὴ φθάσεις, διαφθείρῃ.“ ταῦτα εἰπόντος αὐτοῦ, εἴτε ὑπό τινος δαιμονίου τύχης ἐπειχθέντος, εἴτε καὶ τολμή‐ σαντος ἵνα δόξαν ἄρηται πρότερον ἄγνωστος καὶ ἄση‐ μος ὤν, εἴτε ἐλπίσαντος ἀμοιβῆς μεγαλοδώρου τεύξεσθαι | 16 |
5 | παρὰ τοῦ βασιλέως, ἀφασία τὸν Κόμοδον καταλαμβάνει. καὶ πάντες ὑπώπτευον μὲν τὰ λεχθέντα, πιστεύειν δὲ οὐ προσεποιοῦντο. κελεύει δὲ αὐτὸν συλληφθῆναι ὁ Περέν‐ νιος, οἷά τε μεμηνότα καὶ ψευδῆ λέγοντα πυρὶ παραδο‐ | |
1.9.6 | θῆναι. ὃ μὲν δὴ ἀκαίρου παρρησίας τοιαύτην ὑπέσχε δίκην· οἱ μέντοι περὶ τὸν Κόμοδον, ὅσοι τε εὐνοεῖν προσεποιοῦντο, καὶ πάλαι μὲν ἀπεχθῶς πρὸς τὸν Περέν‐ νιον διακείμενοι (βαρὺς γὰρ καὶ ἀφόρητος ἦν ὑπεροψίᾳ | |
5 | καὶ ὕβρει), τότε 〈δὲ〉 καιρὸν εὔκαιρον ἔχοντες, διαβάλλειν ἐπειρῶντο, ἐχρῆν τε ἄρα τὸν Κόμοδον τὴν ἐπιβουλὴν ἐκφυγεῖν καὶ τὸν Περέννιον σὺν τοῖς παισὶ διολέσθαι | |
1.9.7 | κακῶς. ἦλθον γὰρ μετ’ οὐ πολὺ στρατιῶταί τινες λαθόν‐ τες τὸν τοῦ Περεννίου παῖδα, καὶ νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα. λαθόντες δὲ καίτοι ἔπ‐ αρχον ὄντα τὸν Περέννιον καὶ δείξαντες τῷ Κομόδῳ τὰ | |
5 | νομίσματα διδάξαντές τε τῆς ἐπιβουλῆς τὰ λανθάνοντα | |
1.9.8 | αὐτοὶ μὲν ἔτυχον μεγάλων δωρεῶν· ἀγνοοῦντος δὲ ταῦτα τοῦ Περεννίου μηδέν τέ τι τοιοῦτον προσδεχομένου νύ‐ κτωρ ὁ Κόμοδος πέμψας ἀποτέμνει τὴν κεφαλήν· καὶ τὴν ταχίστην, ὅπως τὴν τῶν πραττομένων γνῶσιν φθάσωσιν, | |
5 | ἐκπέμπει τοὺς πορευσομένους φήμης ὀξυτέρῳ δρόμῳ ἐπιστῆναί τε δυνησομένους τῷ παιδὶ τοῦ Περεννίου τὰ | |
ἐπὶ τῆς Ῥώμης ἀγνοοῦντι, γράμματά τε φιλικὰ ποιήσας καὶ 〈ἐπὶ〉 μείζοσι φήσας καλεῖν ἐλπίσιν αὐτὸν ἥκειν κε‐ | 17 | |
1.9.9 | λεύει. ὃ δὲ μήτε 〈τι〉 τῆς παρασκευῆς πω καὶ τῶν βεβου‐ λευμένων μήτε τι τῶν κατὰ τὸν πατέρα εἰδώς, τῶν ἀγ‐ γέλων εἰπόντων ταῦτα καὶ τὸν πατέρα ἐντετάλθαι ῥή‐ μασι, μηδὲν δὲ ἐπεσταλκέναι τοῖς βασιλείοις ἀρκούμε‐ | |
5 | νον γράμμασι, πιστεύσας ὁ νεανίας, ἀσχάλλων μὲν καὶ δυσφορῶν ὅτι δὴ ἀτελῆ κατέλιπε τὰ βεβουλευμένα, ὅμως δὲ θαρρῶν τῇ τοῦ πατρὸς ὡς ἔτι συνεστώσῃ δυνάμει, | |
1.9.10 | ποιεῖται τὴν ἔξοδον. γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰτα‐ λίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. τοιοῦτο μὲν δὴ τέλος ἐκείνους κατέλαβεν· ὁ δὲ Κόμοδος δύο τοὺς ἐπάρ‐ χους καταστήσας ἀσφαλέστερον ᾠήθη μὴ ἑνὶ πιστεύειν | |
5 | τοσαύτην ἐξουσίαν, μερισθεῖσαν δὲ αὐτὴν ἀσθενεστέραν ἔσεσθαι ἤλπισε πρὸς τὴν βασιλείας ἐπιθυμίαν. | |
1.10.1 | χρόνου δὲ οὐ πολλοῦ διαγενομένου ἑτέρα τις ἐπιβουλὴ τοιαύτη κατ’ αὐτοῦ συνεσκευάσθη. Μάτερνος ἦν τις στρατιώτης μὲν πρότερον, πολλὰ δὲ καὶ δεινὰ τολμήσας, τήν τε τάξιν λιπὼν καὶ πείσας ἑτέρους ἀπὸ τῶν αὐτῶν | |
5 | ἔργων συναποδρᾶναι, χεῖρα πολλὴν κακούργων ἐν ὀλίγῳ ἀθροίσας χρόνῳ, τὰ μὲν πρῶτα κώμαις τε καὶ ἀγροῖς ἐπιτρέχων ἐλῄστευεν, ἐπεὶ δὲ πολλῶν χρημάτων ἐγκρα‐ τὴς ἐγένετο, μεῖζόν τι πλῆθος ἤθροισε κακούργων μεγά‐ λαις τε δωρεῶν ὑποσχέσεσι καὶ τῶν ἁλισκομένων κοι‐ | |
10 | νωνίᾳ, ὡς μηκέτι λῃστῶν ἀλλὰ πολεμίων ἔχειν ἀξίωμα. | |
1.10.2 | πόλεσι γὰρ ἤδη μεγίσταις ἐπετίθεντο, καὶ τὰ ἐν αὐταῖς δεσμωτήρια βίᾳ ῥηγνύντες, τοὺς ἐφ’ οἱαισδὴ καθειρ‐ | |
χθέντας αἰτίαις δεσμῶν ἐλευθέρους ἀφιέντες ἄδειάν τε ὑπισχνούμενοι, εὐεργεσίαις ἐς τὴν συμμαχίαν προσήγον‐ | 18 | |
5 | το· πᾶσάν τε κατατρέχοντες τὴν Κελτῶν καὶ Ἰβήρων χώραν, πόλεσί τε ταῖς μεγίσταις ἐπιόντες, καὶ μέρη μὲν ἐμπιπράν‐ τες, τὰ δὲ λοιπὰ 〈δι’〉 ἁρπαγῆς ποιούμενοι ἀνεχώρουν. | |
1.10.3 | ὡς δὲ ταῦτα ἐδηλώθη τῷ Κομόδῳ, μετὰ πάσης ὀργῆς τε καὶ ἀπειλῆς ἐπιστέλλει τοῖς τῶν ἐθνῶν ἡγουμένοις ῥᾳ‐ θυμίαν ἐγκαλῶν καὶ κελεύει στρατὸν ἐπ’ αὐτοὺς ἀθροι‐ σθῆναι. μαθόντες δὲ ἐκεῖνοι δύναμιν ἀγειρομένην ἐπ’ | |
5 | αὐτούς, τῶν μὲν χωρίων ἃ ἐπόρθουν ἀπέστησαν, λα‐ θόντες δὲ διὰ ταχείας καὶ ἀβάτου ὁδοιπορίας κατ’ ὀλί‐ γους ἐς τὴν Ἰταλίαν παρεδύοντο, καὶ περὶ βασιλείας ἤδη καὶ μειζόνων πραγμάτων ὁ Μάτερνος ἐβουλεύετο. ἐπεὶ γὰρ αὐτῷ τὰ προπεπραγμένα πάσης ἐλπίδος μειζό‐ | |
10 | νως ἦν προχωρήσαντα, ᾠήθη δεῖν μέγα τι δράσας κατορ‐ θῶσαι, ἢ ἐπείπερ ἅπαξ ἐν κινδύνῳ καθειστήκει, μὴ ἀσή‐ | |
1.10.4 | μως μηδ’ ἀδόξως τελευτῆσαι. ἐπεὶ δὲ αὑτῷ μὴ τοσαύτην ὑπάρχειν δύναμιν ἡγεῖτο ὡς ἐξ ἀντιστάσεως ἰσορρόπου καὶ φανερᾶς ἐφόδου συστῆναι πρὸς τὸν Κόμοδον (τό τε γὰρ πλῆθος τοῦ Ῥωμαίων δήμου ἐλογίζετο εὔνουν ἔτι | |
5 | τῷ Κομόδῳ ὑπάρχον, τήν τε περὶ αὐτὸν τῶν δορυφόρων εὔνοιαν), τέχνῃ καὶ σοφίᾳ ἤλπισε περιέσεσθαι. καὶ μη‐ χανᾶται τοιόνδε τι· | |
1.10.5 | ἦρος ἀρχῇ ἑκάστου ἔτους ὡρισμένης ἡμέρας μητρὶ θεῶν πομπὴν τελοῦσι Ῥωμαῖοι· καὶ πάντα ὅσα παρ’ ἑκάστοις πλούτου σύμβολα κειμήλιά τε βασιλέων ὕλης τε ἢ τέχνης θαύματα, τῆς θεοῦ προπομπεύει. ἀνετός | |
5 | τε πᾶσι δέδοται ἐξουσία παντοδαπῆς παιδιᾶς, ἕκαστός | |
τε ὃ βούλεται σχῆμα ὑποκρίνεται· οὐδ’ ἔστιν οὕτως μέγα ἢ ἐξαίρετον ἀξίωμα, ὃ μὴ παντὶ τῷ βουλομένῳ ἀμφιεσθέντι ὑπάρχει παῖξαί τε καὶ κρύψαι τὴν ἀλήθειαν, ὡς μὴ ῥᾳδίως | 19 | |
1.10.6 | διαγνῶναι τόν τε ὄντα καὶ τὸν μιμούμενον. ἔδοξε δὴ τῷ Ματέρνῳ καιρὸς ἐπιτήδειος εἶναι ἐς τὸ τὴν ἐπιβουλὴν λα‐ θεῖν. ἤλπισε γὰρ αὐτός τε ἀναλαβὼν τὸ τῶν δορυφόρων σχῆμα καὶ τοὺς σὺν αὑτῷ ὁπλίσας ὁμοίως ἀναμίξας τε τῷ | |
5 | πλήθει τῶν αἰχμοφόρων καὶ τῆς πομπῆς νομισθεὶς μέ‐ ρος, μηδενὸς [τε] προφυλαττομένου αἰφνιδίως ἐπιπεσὼν | |
1.10.7 | τὸν Κόμοδον διαχρήσεσθαι. ἀλλὰ προδοσίας γενομένης [καὶ] τινῶν τῶν σὺν αὐτῷ προκατελθόντων ἐς τὴν πόλιν καὶ τὴν ἐπιβουλὴν κατειπόντων (φθόνος γὰρ αὐτοὺς ἐς τοῦτο παρώξυνεν, εἰ δὴ ἔμελλον ἀντὶ 〈ἀρχι〉λῃστοῦ | |
5 | δεσπότην ἕξειν βασιλέα), πρὶν ἐλθεῖν τὴν ἑορτὴν αὐτός τε ὁ Μάτερνος συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη, καὶ οἱ συνωμόται ἀξίας ὑπέσχον δίκας. ὁ δὲ Κόμοδος θύσας τε τῇ θεῷ καὶ χαριστήρια ὁμολογήσας τὴν ἑορτὴν ἐπε‐ τέλει, παρέπεμπέ τε τὴν θεὸν χαίρων. καὶ σωτήρια τοῦ | |
10 | βασιλέως ὁ δῆμος μετὰ τῆς ἑορτῆς ἐπανηγύριζεν. | |
1.11.1 | θρησκεύουσι δὲ μάλιστα τὴν θεὸν τήνδε Ῥωμαῖοι ἐξ αἰτίας τοιαύτης, ὡς ἱστορίᾳ παρειλήφαμεν, ἧς ἐπιμνη‐ σθῆναι ἔδοξε διὰ τὴν παρ’ Ἑλλήνων τισὶν ἀγνωσίαν. αὐτὸ μὲν τὸ ἄγαλμα διοπετὲς εἶναι λέγουσιν, οὔτε δὲ | |
5 | τὴν ὕλην οὔτε τεχνιτῶν ὅστις ἐποίησεν ἐγνωσμένον οὐδὲ ψαυστὸν χειρὸς ἀνθρωπίνης. τοῦτο δὲ πάλαι μὲν ἐξ οὐ‐ ρανοῦ κατενεχθῆναι λόγος ἔς τινα τῆς Φρυγίας χῶρον (Πεσσινοῦς δὲ ὄνομα αὐτῷ, τὴν δὲ προσηγορίαν λαβεῖν | |
τὸν τόπον ἐκ τοῦ πεσόντος ἀγάλματος ἐξ οὐρανοῦ) καὶ | 20 | |
1.11.2 | πρῶτον ἐκεῖσε ὀφθῆναι. ὡς δὲ παρ’ ἑτέροις εὕρομεν, Ἴλῳ τῷ Φρυγὶ καὶ Ταντάλῳ τῷ Λυδῷ πόλεμον ἐκεῖ γε‐ νέσθαι λέγουσιν, οἳ μὲν περὶ ὅρων, οἳ δὲ περὶ τῆς Γανυ‐ μήδους ἁρπαγῆς· ἰσορρόπου δὲ ἐπὶ πολὺ τῆς μάχης γε‐ | |
5 | νομένης ἑκατέρωθεν πεσεῖν ἱκανούς, καὶ τὴν συμφορὰν ὄνομα δοῦναι τῷ χωρίῳ. ἔνθα καὶ τὸν Γανυμήδην ἁρ‐ πασθέντα ἀφανῆ γενέσθαι λόγος, ἀνθελκόντων αὐτὸν τοῦ ἀδελφοῦ καὶ τοῦ ἐραστοῦ, ἀφανοῦς δὲ γενομένου τοῦ σώματος ἐκθειασθῆναι τὸ πάθος τοῦ μειρακίου ἐς | |
10 | μῦθον καὶ τὴν Διὸς ἁρπαγήν. ἐν δὲ τῷ προειρημένῳ Πεσσινοῦντι πάλαι μὲν Φρύγες ὠργίαζον ἐπὶ τῷ ποταμῷ Γάλλῳ παραρρέοντι, ἀφ’ οὗ τὴν ἐπωνυμίαν φέρουσιν | |
1.11.3 | οἱ τῇ θεῷ τομίαι ἱερωμένοι. ἐπεὶ δὲ Ῥωμαίων ηὔξετο τὰ πράγματα, φασὶν αὐτοῖς χρησθῆναι μενεῖν τε τὴν ἀρχὴν καὶ ἐς μέγα προχωρήσειν, εἰ τὴν Πεσσινουντίαν θεὸν μεταγάγοιεν ὡς αὑτούς. πέμψαντες δὴ πρέσβεις ἐς | |
5 | Φρύγας τὸ ἄγαλμα ᾔτουν· ἔτυχον δὲ ῥᾳδίως συγγένειαν προβαλλόμενοι καὶ τὴν ἀπ’ Αἰνείου τοῦ Φρυγὸς ἐς αὐ‐ τοὺς διαδοχὴν καταλέγοντες. κομισθὲν δὲ ἐπὶ νεὼς τὸ ἄγαλμα καὶ γενόμενον ἐν ταῖς τοῦ Θύμβριδος ἐκβολαῖς (ταύταις γὰρ ἀντὶ λιμένων ἐχρῶντο οἱ Ῥωμαῖοι) ἔστησε | |
1.11.4 | θείᾳ δυνάμει τὸ σκάφος. ἐπὶ πολὺ δὲ πανδημεὶ τῶν Ῥωμαίων τὴν ναῦν ἐφελκόντων, ἀντεχούσης τῆς ἰλύος οὐ πρότερον ἡ ναῦς ἀνέδραμε, πρὶν ἢ τὴν ἱέρειαν ἐνε‐ χθῆναι [τῆς] θεοῦ ἥτις [τῆς Ἐστίας] ἦν τοιαύτης, ὥστ’ | |
5 | ἔδει παρθενεύεσθαι, αἰτίαν δὲ διαφθορᾶς εἶχεν. μέλ‐ | |
λουσα δὲ κριθήσεσθαι, ἱκετεύει τὸν δῆμον ἐπιτρέψαι τῇ Πεσσινουντίᾳ θεῷ τὴν κρίσιν· καὶ λυσαμένη τὴν ζώνην ἐπαφῆκε τῇ πρῴρᾳ τῆς νεὼς προσευξαμένη, εἰ παρθένος | 21 | |
1.11.5 | εἴη καὶ ἁγνή, πεισθῆναι τὸ σκάφος. ῥᾳδίως δὲ τῆς ζώ‐ νης ἐξηρτημένη ἡ ναῦς ἠκολούθησεν· ὁμοῦ δὲ τὸ ἐναρ‐ γὲς τῆς θεοῦ καὶ τὸ σεμνὸν τῆς παρθένου Ῥωμαῖοι ἐθαύμασαν. τοσαῦτα μὲν δὴ 〈περὶ〉 τῆς Πεσσινουντίας | |
5 | θεοῦ φιλοτιμότερον ἱστορήσθω, οὐκ ἄχαριν ἕξοντα γῶ‐ σιν τοῖς τὰ Ῥωμαίων οὐκ ἀκριβοῦσιν. ὁ δὲ Κόμοδος ἐκφυγὼν τὴν Ματέρνου ἐπιβουλὴν πλείονί τε περὶ αὑ‐ τὸν ἐχρῆτο φρουρᾷ καὶ σπανίως τοῖς δήμοις ἐπεφαίνετο, τὰ πλεῖστα ἐν προαστείοις καὶ τοῖς ἀπωτέρω τῆς πόλεως | |
10 | βασιλικοῖς κτήμασιν διατρίβων καὶ ἑαυτὸν δικαστηρίων ἀπείργων καὶ βασιλικῶν πράξεων. | |
1.12.1 | συνέβη δὲ κατ’ ἐκεῖνο καιροῦ λοιμώδη νόσον κατασχεῖν τὴν Ἰταλίαν· μάλιστα δὲ τὸ πάθος 〈ἐν〉 τῇ Ῥωμαίων πόλει ἤκμασεν ἅτε πυλυανθρώπῳ τε οὔσῃ φύσει καὶ τοὺς πανταχόθεν ὑποδεχομένῃ, πολλή τέ τις φθορὰ ἐγένετο | |
1.12.2 | ὑποζυγίων ἅμα καὶ ἀνθρώπων. τότε ὁ Κόμοδος συμ‐ βουλευσάντων αὐτῷ τινῶν ἰατρῶν ἐς τὴν Λαύρεντον ἀνε‐ χώρησεν· εὐψυχέστερον γὰρ ὂν τὸ χωρίον καὶ μεγίστοις κατάσκιον δαφνηφόροις ἄλσεσιν (ὅθεν καὶ τὸ ὄνομα τῷ | |
5 | χωρίῳ) σωτήριον εἶναι ἐδόκει, καὶ πρὸς τὴν τοῦ ἀέρος φθορὰν ἀντέχειν ἐλέγετο εὐωδίᾳ τε τῆς τῶν δαφνῶν ἀποφορᾶς καὶ τῇ τῶν δένδρων ἡδείᾳ σκιᾷ. ἀλλὰ καὶ οἱ κατὰ τὴν πόλιν κελευόντων τῶν ἰατρῶν μύρου εὐωδε‐ | |
στάτου τάς τε ὀσφρήσεις καὶ τὰ ὦτα ἐνεπίμπλασαν, θυ‐ | 22 | |
10 | μιάμασί τε καὶ ἀρώμασι συνεχῶς ἐχρῶντο, φασκόντων τι‐ νῶν τὴν εὐωδίαν φθάσασαν ἐμπιπλάναι τοὺς πόρους τῶν αἰσθήσεων καὶ κωλύειν δέχεσθαι τὸ φθορῶδες τοῦ ἀέρος, ἢ εἰ καί τι προεμπέσοι, κατεργάζεσθαι δυνάμει κρείττονι. πλὴν οὐδὲν ἧττον ἡ νόσος ἐπὶ πλεῖστον ἤκμα‐ | |
15 | σε, πολλῆς ἀνθρώπων φθορᾶς γενομένης πάντων τε ζῴων 〈τῶν〉 τοῖς ἀνθρώπων συνοίκων. | |
1.12.3 | ἐπέσχε δὲ κατ’ αὐτὸ καὶ λιμὸς τὴν πόλιν ἐξ αἰτίας τοι‐ αύτης. Κλέανδρός τις ἦν, τὸ μὲν γένος Φρύξ, τῶν δημοσίᾳ εἰωθότων ὑπὸ κήρυκι πιπράσκεσθαι. οἰκέτης δὲ βασιλι‐ κὸς γενόμενος συναυξηθείς τε τῷ Κομόδῳ ἐς τοσοῦτον | |
5 | ὑπ’ αὐτοῦ τιμῆς καὶ ἐξουσίας προήχθη, ὡς τήν τε τοῦ σώματος φρουρὰν καὶ τὴν τοῦ θαλάμου ἐξουσίαν τήν τε τῶν 〈βασιλικῶν〉 στρατιωτῶν ἀρχὴν ἐγχειρισθῆναι. ὑπὸ δὲ πλούτου καὶ τρυφῆς ἀνεπείσθη καὶ πρὸς βασιλείας | |
1.12.4 | ἐπιθυμίαν. ἀθροίζων δὲ χρήματα καὶ πλεῖστον σῖτον συνωνούμενος καὶ ἀποκλείων, ἤλπιζε〈ν〉 ὑπάξεσθαι τόν τε δῆμον καὶ τὸ στρατόπεδον, εἰ πρῶτον ἐν σπάνει τῶν ἐπιτηδείων καταστήσας ἐπιδόσεσι λαμπραῖς ἁλόντας πό‐ | |
5 | θῳ τοῦ χρειώδους προσαγάγοιτο. μέγιστον δὲ γυμνάσιον κατασκευάσας λουτρὸν δημόσιον ἀνῆκεν αὐτοῖς. ὁ μὲν | |
1.12.5 | οὖν οὕτως τὸν δῆμον ἐθελέαζεν. οἱ δὲ Ῥωμαῖοι ἀπεχθῶς ἔχοντες πρὸς αὐτὸν καὶ τῶν δεινῶν τὰς αἰτίας ἐς ἐκεῖ‐ νον ἀναφέροντες μισοῦντές τε αὐτοῦ τὸ ἀκόρεστον τῆς τοῦ πλούτου ἐπιθυμίας, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις | |
5 | συνιστάμενοι κατὰ πλήθη κακῶς ἠγόρευον, καὶ τὸ τελευ‐ ταῖον, διάγοντος ἐν προαστείῳ τοῦ Κομόδου, ἐπελθόντες πανδημεὶ ἐβόων καὶ τὸν Κλέανδρον ἐς θάνατον ᾔτουν. | 23 |
1.12.6 | ταραχῆς δ’ οὔσης περὶ τὸ προάστειον τοῦ τε Κομόδου ἐν τοῖς ἀνακεχωρηκόσι τόποις ἡδοναῖς σχολάζοντος ἀγνο‐ οῦντός τε τὰ θρυλούμενα, ἐπείπερ ὁ Κλέανδρος ἀγγέλ‐ λεσθαί τι τῶν πραττομένων ἐκώλυεν αὐτῷ, αἰφνιδίως, | |
5 | οὐ προσδοκῶντος τοῦ δήμου, ἐπιφαίνονται ὡπλισμένοι κελεύσαντος τοῦ Κλεάνδρου πάντες οἱ βασίλειοι ἱππεῖς | |
1.12.7 | τούς τε ἐντυγχάνοντας ἔβαλλον καὶ ἐτίτρωσκον. ὁ δὲ δῆ‐ μος οὐδ’ ἀντιστῆναι οἷός τε ἦν, ἄνοπλοι πρὸς ὡπλισμέ‐ νους καὶ πεζοὶ πρὸς ἱππεῖς· τροπῆς δὲ γενομένης ἔφευ‐ γον ἐς τὴν πόλιν. ἐφθείρετο δὲ ὁ δῆμος οὐ μόνον βαλ‐ | |
5 | λόμενος ὑπὸ τῶν στρατιωτῶν οὐδὲ πατούμενος ὑπὸ τῶν ἵππων, ἀλλὰ καὶ ὑπὸ τοῦ πλήθους ὠθούμενοι καὶ [ὑπὸ τῶν ἱππέων] ἐπ’ ἀλλήλους πίπτοντες πολλοὶ ἀπώλοντο. | |
1.12.8 | μέχρι μὲν οὖν τῶν τῆς Ῥώμης πυλῶν ἀκωλύτως οἱ ἱπ‐ πεῖς διώκοντες τοὺς ἐμπίπτοντας ἀφειδῶς ἀνῄρουν. ἐπεὶ δὲ οἱ ἐν τῇ πόλει μείναντες αἰσθόμενοι τὸ κατειληφὸς πάθος, ἀποκλείσαντες τὰς τῶν οἰκιῶν εἰσόδους ἔς τε τὰ | |
5 | δωμάτια ἀναβάντες λίθοις καὶ κεράμοις ἔβαλλον τοὺς ἱππεῖς, οἳ δὲ ἔπασχον ἅπερ δεδράκεσαν, οὐδενὸς μὲν αὐτοῖς συστάδην μαχομένου, τοῦ δὲ πλήθους ἐξ ἀσφα‐ λοῦς ἤδη βάλλοντος αὐτούς, τιτρωσκόμενοι τοίνυν καὶ μὴ φέροντες ἐς φυγὴν ἐτράπησαν, πολλοὶ δὲ αὐτῶν διε‐ | |
1.12.9 | φθείροντο· ὑπό τε τῆς τῶν λίθων συνεχοῦς βολῆς οἱ | |
ἵπποι κυλινδουμένοις τοῖς λίθοις ἐπιβαίνοντες ὠλίσθανον καὶ τοὺς ἐπιβάτας ἀπεωθοῦντο. πολλῶν δὲ ἑκατέρωθεν πιπτόντων ἐπεβοήθουν τῷ δήμῳ καὶ οἱ τῆς πόλεως πεζοὶ | 24 | |
5 | στρατιῶται μίσει τῶν ἱππέων. | |
1.13.1 | ὄντος δὲ πολέμου ἐμφυλίου ἄλλος μὲν οὐδεὶς ἀγγεῖλαι τὰ πραττόμενα τῷ Κομόδῳ ἐβούλετο δέει τῆς Κλεάνδρου ἐξουσίας, ἡ δὲ πρεσβυτάτη τῶν Κομόδου ἀδελφῶν (Φα‐ δίλλα ἦν ὄνομα αὐτῇ) εἰσδραμοῦσα πρὸς τὸν βασιλέα | |
5 | (ῥᾳδία δὲ ἡ εἴσοδος αὐτῇ καὶ ἀκώλυτος ἅτε ἀδελφῇ) λυσαμένη τὰς τρίχας ῥίψασά τε ἐς τὴν γῆν ἑαυτήν, οὐ‐ δὲν ἀλλ’ ἢ πένθους σχῆμα δείξασα „σὺ μὲν“ ἔφη „ὦ | |
1.13.2 | βασιλεῦ, μένων ἐπὶ ἡσυχίᾳ τῶν πραττομένων ἀγνοίᾳ, 〈ἐν〉 ἐσχάτῳ καθέστηκας κινδύνῳ· ἡμεῖς δέ, τὸ σὸν γέ‐ νος, ὅσον οὐδέπω ἀπολούμεθα. οἴχεται δέ σοι ὅ τε δῆ‐ μος Ῥωμαίων καὶ τὸ πλεῖστον τοῦ στρατιωτικοῦ. ἃ δὲ | |
5 | πρὸς μηδενὸς βαρβάρων πείσεσθαι προσεδοκῶμεν, ταῦτα δρῶσιν ἡμᾶς οἱ οἰκεῖοι, καὶ οὓς μάλιστα εὐηργέτησας, | |
1.13.3 | τούτους ἐχθροὺς ἔχεις. Κλέανδρος ἐπὶ σὲ τόν τε δῆμον καὶ τὸ στρατιωτικὸν ὥπλισεν· ἐκ δὲ διαφόρου καὶ ἐναν‐ τίας γνώμης οἳ μὲν μισοῦντες αὐτόν, [ὁ δῆμος,] οἳ δὲ στέργοντες, [πᾶν τὸ ἱππικὸν τάγμα,] ἐν ὅπλοις εἰσί, καὶ | |
5 | φθείροντες ἀλλήλους ἐμφυλίου αἵματος τὴν πόλιν ἐπλή‐ ρωσαν. τὰ δ’ ἑκατέρου τοῦ πλήθους δεινὰ ἡμᾶς προσ‐ λήψεται, εἰ μὴ τὴν ταχίστην πρὸς τὸν θάνατον ἐκδώ‐ σεις 〈τὸν〉 πονηρὸν οἰκέτην, ὀλέθρου τοσούτου τοῖς μὲν αἴτιον ἤδη γεγονότα, ἡμῖν δὲ ἐσόμενον ὅσον οὐδέπω.“ | |
1.13.4 | τοιαῦτά τινα εἰποῦσα ῥηξαμένη τε τὴν ἐσθῆτα, καὶ τῶν παρόντων τινές (ἐθάρρησαν γὰρ τοῖς τῆς ἀδελφῆς τοῦ βασιλέως λόγοις) τὸν Κόμοδον ἐτάραξαν. ἐκπλαγεὶς δὲ ἐκεῖνος τόν τε ἐπικείμενον κίνδυνον οὐ μέλλοντα ἀλλὰ | 25 |
5 | παρόντα ἤδη φοβηθεὶς μεταπέμπεται τὸν Κλέανδρον, οὐδὲν μέν τι εἰδότα τῶν ἀπηγγελμένων, οἰόμενον δέ. ἐλθόντα οὖν αὐτὸν συλληφθῆναι κελεύει καὶ τὴν κεφα‐ λὴν ἀποτεμὼν δόρατί τε ἐπιμήκει ἐγκαταπήξας ἐκπέμπει | |
1.13.5 | τερπνὸν καὶ ποθεινὸν τῷ δήμῳ θέαμα. ἔστη γὰρ οὕτως τὸ δεινόν, καὶ ἑκάτεροι πολεμοῦντες ἐπαύσαντο, οἱ μὲν στρατιῶται ἀνῃρημένον ἰδόντες ὑπὲρ οὗ ἐμάχοντο, δέει τε τῆς τοῦ βασιλέως ὀργῆς (συνίεσαν γὰρ ἐξηπατῆσθαι | |
5 | καὶ τὰ δρασθέντα παρὰ γνώμην αὐτοῦ τετολμηκέναι), ὁ δὲ δῆμος κεκόρεστο τιμωρίαν παρὰ τοῦ τὰ δεινὰ δρά‐ | |
1.13.6 | σαντος εἰληφώς. προσανεῖλον δὲ καὶ τοὺς παῖδας τοῦ Κλεάνδρου (δύο δὲ ἦσαν ἄρρενες αὐτῷ), πάντας τε ὅσους ᾔδεσαν ἐκείνῳ φίλους διεχρήσαντο· σύροντές τε τὰ σώματα καὶ πᾶσαν ὕβριν ἐνυβρίσαντες, τέλος λελω‐ | |
5 | βημένα ἐς τοὺς ὀχετοὺς φέροντες ἔρριψαν. τοιούτῳ μὲν δὴ τέλει Κλέανδρός τε καὶ οἱ περὶ αὐτὸν ἐχρήσαντο, φιλοτιμουμένης, ὡς ἄν τις εἴποι, τῆς φύσεως ἐν ἑνὶ δεῖ‐ ξαι, ὅτι ἐκ τῆς ἐσχάτης εὐτελείας ἐς τὸ μέγιστον ὕψος ἆραι καὶ πάλιν τὸν ἀρθέντα ῥῖψαι ὀλίγη καὶ ἀνέλπιστος | |
10 | δύναται τύχης ῥοπή. | |
1.13.7 | ὁ δὲ Κόμοδος δεδιὼς μὲν τὴν τοῦ δήμου κίνησιν, μή τι καὶ περὶ αὐτὸν νεωτερίσειεν, ὅμως δὲ παρορμησάντων αὐτὸν τῶν οἰκείων κατελθὼν ἐς τὸ ἄστυ μετὰ πάσης | |
εὐφημίας τε καὶ παραπομπῆς τοῦ δήμου ὑποδεχθεὶς ἐς | 26 | |
5 | τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. πειραθεὶς δὲ τοσού‐ των κινδύνων ἀπίστως προσεφέρετο πᾶσιν ἀφειδῶς τε φονεύων καὶ πάσαις διαβολαῖς ῥᾳδίως πιστεύων μηδέ τινα προσιέμενος τῶν λόγου ἀξίων· ἀλλὰ τῆς μὲν περὶ τὰ καλὰ σπουδῆς ἀπῆγεν ἑαυτόν, δεδούλωντο δὲ πᾶσαν | |
10 | αὐτοῦ τὴν ψυχὴν νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐπάλληλοι | |
1.13.8 | καὶ ἀκόλαστοι σώματος ἡδοναί. καὶ σώφρων μὲν πᾶς καὶ παιδείας κἂν ἔτι μετρίως μεμνημένος τῆς αὐλῆς ὡς ἐπί‐ βουλος ἐδιώκετο, γελωτοποιοὶ δὲ καὶ τῶν αἰσχίστων ὑπο‐ κριταὶ εἶχον αὐτὸν ὑποχείριον. ἁρμάτων τε ἡνιοχείας | |
5 | καὶ θηρίων ἐξ ἀντιστάσεως μάχας ἐπαιδεύετο, τῶν μὲν κολάκων ἐς ἀνδρείας δόξαν αὐτὰ ὑμνούντων, τοῦ δὲ ἀπρεπέστερον μετιόντος ἢ βασιλεῖ σώφρονι ἥρμοζε. | |
1.14.1 | ἐγένοντο δέ τινες κατ’ ἐκεῖνο καιροῦ καὶ διοσημεῖαι. ἀστέρες γὰρ ἡμέριοι συνεχῶς ἐβλέποντο ἕτεροί τε ἐς μῆκος κεχαλασμένοι ὡς ἐν μέσῳ ἀέρι κρέμασθαι δοκεῖν· ζῷά τε παντοῖα καὶ τὴν ἑαυτῶν φύσιν μὴ τηροῦντα σχή‐ | |
5 | μασί τε ἀλλοδαποῖς καὶ μέρεσι σώματος ἀναρμόστοις | |
1.14.2 | πολλάκις ἀπεκυήθη. τὸ μέγιστον δὲ δεινόν, ὃ καὶ τὸν παρόντα καιρὸν ἐλύπησε καὶ πρὸς τὸ μέλλον οἰωνίσματι καὶ φαύλῳ συμβόλῳ χρωμένους πάντας ἐτάραξεν· οὔτε γὰρ ὄμβρου προϋπάρξαντος οὔτε νεφῶν ἀθροισθέντων, | |
5 | σεισμοῦ δὲ ὀλίγου προγενομένου γῆς, εἴτε σκηπτοῦ νύ‐ κτωρ κατενεχθέντος, εἴτε καὶ πυρός ποθεν ἐκ τοῦ σεισμοῦ διαρρυέντος, πᾶν τὸ τῆς Εἰρήνης τέμενος κατεφλέχθη, μέγιστον καὶ κάλλιστον γενόμενον τῶν ἐν τῇ πόλει ἔρ‐ | |
1.14.3 | γων. πλουσιώτατον δὲ ἦν πάντων ἱερῶν, δι’ ἀσφάλειαν ἀναθήμασι κεκοσμημένον χρυσοῦ τε καὶ ἀργύρου· ἕκα‐ στος δέ, ἃ εἶχεν, ἐκεῖσε ἐθησαυρίζετο. ἀλλὰ τὸ πῦρ ἐκεί‐ νης νυκτὸς πολλοὺς ἐκ πλουσίων πένητας ἐποίησεν· ὅθεν | 27 |
5 | ὠλοφύροντο κοινῇ μὲν πάντες τὰ δημόσια, ἕκαστος δὲ τὰ ἴδια αὑτοῦ. | |
1.14.4 | καταφλέξαν δὲ τὸ πῦρ τόν τε νεὼν καὶ πάντα τὸν περίβολον, ἐπενεμήθη καὶ τὰ πλεῖστα τῆς πόλεως καὶ κάλλιστα ἔργα· ὅτε καὶ τῆς Ἑστίας τοῦ νεὼ καταφλε‐ χθέντος ὑπὸ τοῦ πυρὸς γυμνωθὲν ὤφθη τὸ τῆς Παλλά‐ | |
5 | δος ἄγαλμα, ὃ σέβουσί τε καὶ κρύπτουσι Ῥωμαῖοι κομι‐ σθὲν ἀπὸ Τροίας, ὡς λόγος· ὃ τότε πρῶτον [καὶ] μετὰ τὴν ἀπ’ Ἰλίου ἐς Ἰταλίαν ἄφιξιν εἶδον οἱ καθ’ ἡμᾶς | |
1.14.5 | ἄνθρωποι. ἁρπάσασαι γὰρ τὸ ἄγαλμα αἱ τῆς Ἑστίας ἱέρειαι παρθένοι διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν τοῦ βασιλέως αὐλὴν μετεκόμισαν. κατεφλέχθη δὲ καὶ ἄλλα πλεῖστα τῆς πόλεως μέρη 〈καὶ〉 κάλλιστα, ἱκανῶν τε ἡμερῶν | |
5 | πάντα ἐπιὸν τὸ πῦρ ἐπεβόσκετο, οὐδὲ πρότερον ἐπαύσατο, πρὶν ἢ κατενεχθέντες ὄμβροι ἐπέσχον αὐτοῦ τὴν ὁρμήν. | |
1.14.6 | ὅθεν καὶ τὸ πᾶν ἔργον ἐξεθειάσθη πιστευόντων κατ’ ἐκεῖνο καιροῦ τῶν τότε ἀνθρώπων ὅτι γνώμῃ θεῶν καὶ δυνάμει ἤρξατό τε τὸ πῦρ καὶ ἐπαύσατο. συνεβάλλοντο δέ τινες ἐκ τῶν καταλαβόντων, πολέμων σημεῖον εἶναι | |
5 | τὴν τοῦ νεὼ τῆς Εἰρήνης ἀπώλειαν. τὰ γοῦν ἀκολου‐ θήσαντα, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐκ τῆς ἀποβάσεως τὴν προϋπάρχουσαν φήμην ἐπιστώσατο. | |
1.14.7 | πολλῶν δὴ καὶ δεινῶν συνεχῶς κατειληφότων τὴν πόλιν οὐκέτι ὁ Ῥωμαίων δῆμος μετ’ εὐνοίας τὸν Κόμο‐ | |
δον ἐπέβλεπεν, ἀλλὰ καὶ τὰς αἰτίας τῶν ἀλλεπαλλήλων συμφορῶν ἐς τοὺς ἐκείνου ἀκρίτους φόνους καὶ τὰ λοι‐ | 28 | |
5 | πὰ τοῦ βίου ἀνέφερεν ἁμαρτήματα. οὐδὲ γὰρ ἐλάνθανε τὰ πραττόμενα πάντας, ἀλλ’ οὐδὲ αὐτὸς λανθάνειν ἤθε‐ λεν· ἃ δὲ πράττων οἴκοι διεβάλλετο, ταῦτα καὶ δημοσίᾳ | |
1.14.8 | δεῖξαι ἐτόλμησεν· ἐς τοσοῦτόν τε μανίας καὶ παροινίας προὐχώρησεν, ὡς πρῶτον μὲν τὴν πατρῴαν προσηγορίαν παραιτήσασθαι, ἀντὶ δὲ Κομόδου καὶ Μάρκου υἱοῦ Ἡρακλέα τε καὶ Διὸς υἱὸν αὑτὸν κελεύσας καλεῖσθαι | |
5 | ἀποδυσάμενός τε τὸ Ῥωμαίων καὶ βασίλειον σχῆμα λεον‐ τῆν ἐπεστρώννυτο καὶ ῥόπαλον μετὰ χεῖρας ἔφερεν· ἀμ‐ φιέννυτό τε ἁλουργεῖς καὶ χρυσουφεῖς ἐσθῆτας, ὡς εἶναι καταγέλαστον αὐτὸν ὑφ’ ἑνὶ σχήματι καὶ θηλειῶν πο‐ | |
1.14.9 | λυτέλειαν καὶ ἡρώων ἰσχὺν μιμούμενον. τοιοῦτος μὲν δὴ προιὼν ἐφαίνετο, ἤλλαξε δὲ καὶ τῶν ἐνιαυσίων μη‐ νῶν τὰ ὀνόματα, ὅσα μὲν ἀρχαῖα καταλύσας, πάντας δὲ ταῖς ἑαυτοῦ προσηγορίαις ὀνομάσας, ὧν αἱ πλεῖσται ἐς | |
5 | Ἡρακλέα δῆθεν ὡς ἀνδρειότατον ἀνεφέροντο. ἔστησε δὲ καὶ ἀνδριάντας αὑτοῦ κατὰ πᾶσαν τὴν πόλιν, ἀλλὰ μὴν καὶ ἀντικρὺ τοῦ τῆς συγκλήτου συνεδρίου τόξον διηγκυλημένον· ἐβούλετο γὰρ δὴ καὶ τὰς εἰκόνας αὑτῷ φόβον ἀπειλεῖν. | |
1.15.1 | τὸν μὲν οὖν ἀνδριάντα μετὰ τὴν ἐκείνου τελευτὴν καθελοῦσα ἡ σύγκλητος Ἐλευθερίας εἰκόνα ἵδρυσεν· ὁ δὲ Κόμοδος μηκέτι κατέχων ἑαυτοῦ δημοσίᾳ θέας ἐπε‐ τέλεσεν, ὑποσχόμενος τά τε θηρία πάντα ἰδίᾳ χειρὶ κατα‐ | |
5 | κτενεῖν καὶ τοῖς ἀνδρειοτάτοις τῶν νεανιῶν μονομαχή‐ | |
σειν. διαδραμούσης δὲ τῆς φήμης συνέθεον ἔκ τε τῆς Ἰταλίας πάσης καὶ τῶν ὁμόρων ἐθνῶν, θεασόμενοι ἃ μὴ πρότερον μήτε ἑωράκεσαν μήτε ἠκηκόεσαν. καὶ γὰρ διηγγέλλετο αὑτοῦ τῆς χειρὸς τὸ εὔστοχον, καὶ ὅτι ἔμε‐ | 29 | |
1.15.2 | λεν αὐτῷ ἀκοντίζοντι καὶ τοξεύοντι μὴ πταίειν. συνῆσαν δὲ παιδεύοντες αὐτὸν Παρθυαίων οἱ τοξικὴν ἀκριβοῦν‐ τες καὶ Μαυρουσίων οἱ ἀκοντίζειν ἄριστοι, οὓς πάντας εὐχειρίᾳ ὑπερέβαλλεν. ἐπεὶ δὲ κατέλαβον αἱ τῆς θέας | |
5 | ἡμέραι, τὸ μὲν ἀμφιθέατρον πεπλήρωτο, τῷ δὲ Κομόδῳ περίδρομος κύκλῳ κατεσκεύαστο, ὡς μὴ συστάδην τοῖς θηρίοις μαχόμενος κινδυνεύοι, ἄνωθεν δὲ καὶ ἐξ ἀσφα‐ λοῦς ἀκοντίζων εὐστοχίας μᾶλλον ἢ ἀνδρείας παρέχοιτο | |
1.15.3 | δεῖξιν. ἐλάφους μὲν οὖν καὶ δορκάδας ὅσα τε κερασφόρα πλὴν ταύρων, συνθέων αὐτοῖς καὶ καταδιώκων ἔβαλλε φθάνων τε αὐτῶν τὸν δρόμον καὶ πληγαῖς καιρίοις ἀναι‐ ρῶν· λέοντας δὲ καὶ παρδάλεις ὅσα τε ζῷα γενναῖα πε‐ | |
5 | ριθέων ἄνωθεν κατηκόντιζεν. οὐδέ τις εἶδεν ἀκόντιον δεύτερον οὐδὲ τραῦμα ἄλλο πλὴν τοῦ θανατηφόρου· | |
1.15.4 | ἅμα γὰρ τῇ τοῦ ζῴου ὁρμῇ κατὰ τοῦ μετώπου ἢ κατὰ καρδίας ἔφερε τὴν πληγήν, καὶ οὐδέποτε σκοπὸν ἄλλον ἔσχεν οὐδὲ ἐπ’ ἄλλο μέρος ἦλθε τὸ ἀκόντιον τοῦ σώμα‐ τος, ὡς μὴ ἅμα τε τρῶσαι καὶ φονεῦσαι. τὰ δὲ πανταχό‐ | |
5 | θεν ζῷα ἠθροίζετο αὐτῷ. τότε γοῦν εἴδομεν ὅσα ἐν γρα‐ | |
1.15.5 | φαῖς ἐθαυμάζομεν· ἀπό τε γὰρ Ἰνδῶν καὶ Αἰθιόπων, εἴ τι πρότερον ἄγνωστον ἦν, μεσημβρίας τε καὶ τῆς ἀρκ‐ τῴας γῆς ζῷα πάντα φονεύων Ῥωμαίοις ἔδειξε. τὸ δ’ εὔστοχον τῆς χειρὸς αὐτοῦ πάντες ἐξεπλήττοντο. λαβὼν | |
5 | οὖν ποτὲ βέλη ὧν αἱ ἀκμαὶ ἦσαν μηνοειδεῖς, ταῖς Μαυ‐ | |
ρουσίαις στρουθοῖς ὀξύτατα φερομέναις καὶ ποδῶν τάχει καὶ κολπώσει πτερῶν ἐπαφιεὶς τὰ βέλη κατ’ ἄκρου τοῦ τραχήλου ἐκαρατόμει, ὡς καὶ τῶν κεφαλῶν ἀφῃρημένας ὁρμῇ τοῦ βέλους ἔτι περιθεῖν αὐτὰς ὡς μηδὲν παθούσας. | 30 | |
1.15.6 | παρδάλεως δέ ποτε ὀξυτάτῳ δρόμῳ τὸν ἐκκαλούμενον καταλαβούσης φθάσας τῷ ἀκοντίῳ μέλλουσαν δήξεσθαι, τὴν μὲν ἀπέκτεινε τὸν δὲ ἐρρύσατο, φθάσας τῇ τοῦ δό‐ ρατος αἰχμῇ τὴν τῶν ὀδόντων ἀκμήν. λεόντων δέ ποτε | |
5 | ἐξ ὑπογαίων ἑκατὸν ἅμα ἀφεθέντων ἰσαρίθμοις ἀκον‐ τίοις πάντας ἀπέκτεινεν, ὡς ἐπὶ πολὺ κειμένων τῶν πτωμάτων δι’ αὐτὸ τοῦτο ἐπὶ σχολῆς πάντας ἀριθμῆσαι καὶ μηδ’ ἓν ἰδεῖν περιττὸν ἀκόντιον. | |
1.15.7 | μέχρι μὲν οὖν τούτων, εἰ καὶ βασιλείας τὰ πραττόμενα ἦν ἀλλότρια, πλὴν ἀνδρείας καὶ εὐστοχίας παρὰ τοῖς δημώδεσιν εἶχέ τινα χάριν. ἐπεὶ δὲ καὶ γυμνὸς ἐς τὸ ἀμφιθέατρον εἰσῆλθεν ὅπλα τε ἀναλαβὼν ἐμονομάχει, | |
5 | τότε σκυθρωπὸν εἶδεν ὁ δῆμος θέαμα, τὸν εὐγενῆ Ῥω‐ μαίων βασιλέα μετὰ τοσαῦτα τρόπαια πατρός τε καὶ προγόνων οὐκ ἐπὶ βαρβάρους ὅπλα λαμβάνοντα στρα‐ τιωτικὰ ἢ Ῥωμαίων ἀρχῇ πρέποντα, καθυβρίζοντα δὲ | |
1.15.8 | τὸ ἀξίωμα αἰσχίστῳ καὶ μεμιασμένῳ σχήματι. ὃ μὲν οὖν μονομαχῶν ῥᾳδίως τῶν ἀνταγωνιστῶν περιεγίνετο καὶ μέχρι τραυμάτων προεχώρει ὑπεικόντων ἁπάντων καὶ τὸν βασιλέα οὐ τὸν μονομάχον ἐννοούντων, ἐς τοσοῦ‐ | |
5 | τον δὲ προεχώρησε μανίας, ὡς μηκέτι βούλεσθαι μηδὲ τὴν βασίλειον οἰκεῖν ἑστίαν· ἀλλὰ γὰρ μετοικισθῆναι | |
ἐβούλετο ἐς τὸ τῶν μονομάχων καταγώγιον. ἑαυτὸν δὲ οὐκέτι Ἡρακλέα, ἀλλὰ τῶν μονομαχούντων ἐνδόξου τινὸς | 31 | |
1.15.9 | προτετελευτηκότος ὀνόματι καλεῖσθαι προσέταξε. τοῦ δὲ μεγίστου ἀγάλματος κολοσσιαίου, ὅπερ σέβουσι Ῥω‐ μαῖοι εἰκόνα φέρον ἡλίου, τὴν κεφαλὴν ἀποτεμὼν ἱδρύ‐ σατο 〈τὴν〉 ἑαυτοῦ, ὑπογράψας τῇ βάσει [οὐχ] ἃς εἰώ‐ | |
5 | θασι βασιλικὰς καὶ πατρῴας προσηγορίας, ἀντὶ δὲ Γερ‐ μανικοῦ „μονομάχους χιλίους νικήσαντοσ“. | |
1.16.1 | ἔδει δὲ ἄρα ποτὲ κἀκεῖνον παύσασθαι μεμηνότα καὶ τὴν Ῥωμαίων ἀρχὴν τυραννουμένην. νέου μὲν γὰρ ἔτους τῆς εἰσιούσης ἔμελλεν ἡμέρας 〈.... ἐκείνης γὰρ τῆς ἡμέρασ〉 σέβουσι [τε] τὴν ἑορτὴν Ῥωμαῖοι ἐς θεὸν | |
5 | ἀρχαιότατον τῆς Ἰταλίας ἐπιχώριον ἀναφέροντες. φασὶ γὰρ αὐτοῦ καὶ Κρόνον ὑπὸ Διὸς ἐκβληθέντα τῆς ἀρχῆς κατελθόντα ἐς γῆν γενέσθαι ξένον, δεδιότα δὲ τὴν τοῦ παιδὸς δυναστείαν παρ’ αὐτῷ κρυπτόμενον λαθεῖν· ὅθεν καὶ τὸ ὄνομα δοθῆναι τῷ χώρῳ τῆς Ἰταλίας Λάτιόν τε | |
1.16.2 | κληθῆναι, ἀπὸ τῆς Ἑλλάδος φωνῆς ἐς τὴν ἐπιχώριον παραχθέν. διὰ ταῦτά τοι καὶ μέχρι νῦν Ἰταλιῶται τὰ μὲν Κρόνια προεορτάζουσι θεῷ τῷ λαθόντι, τὴν δὲ τοῦ ἔτους ἀρχὴν ἱερομηνίαν ἄγουσι τῷ τῆς Ἰταλίας θεῷ. | |
5 | διπρόσωπον δὲ αὐτοῦ τὸ ἄγαλμα ἵδρυται, ἐπειδὴ ἐς αὐτὸν ὁ ἐνιαυτὸς ἄρχεταί τε καὶ παύεται. ταύτης δὲ τῆς ἑορτῆς προσιούσης, ἐν ᾗ μάλιστα Ῥωμαῖοι δεξιοῦνταί τε ἀλλή‐ λους καὶ προσαγορεύουσι νομισμάτων τε ἀντιδόσεσι καὶ | |
1.16.3 | κοινωνίᾳ τῶν γῆς καὶ θαλάσσης καλῶν εὐφραίνουσιν | |
αὑτοὺς ἀρχαί τε ἐπώνυμοι τότε πρῶτον τὴν ἔνδοξον καὶ ἐνιαύσιον πορφύραν περιτίθενται, πάντων ἑορταζόντων ὁ Κόμοδος ἐβούλετο οὐκ ἐκ τῆς βασιλείου, ὡς ἔθος, | 32 | |
5 | προελθεῖν οἰκίας, ἀλλ’ ἐκ τοῦ τῶν μονομάχων καταγω‐ γίου, ἀντὶ δὲ τῆς εὐπαρύφου καὶ βασιλικῆς πορφύρας ὅπλα τε αὐτὸς φέρων καὶ συμπροιόντων τῶν λοιπῶν μονομάχων ὀφθῆναι τοῖς Ῥωμαίοις. | |
1.16.4 | ἐπεὶ δὲ τὴν γνώμην αὑτοῦ ταύτην ἀνήνεγκε πρὸς Μαρκίαν, ἣν εἶχε τῶν παλλακίδων τιμιωτάτην, καὶ οὐδέν τι ἀπεῖχε γαμετῆς γυναικός, ἀλλὰ πάντα ὑπῆρχεν ὅσα Σεβαστῇ πλὴν τοῦ πυρός, [ἣ] μαθοῦσα τὴν παράλογον | |
5 | οὕτω καὶ ἀπρεπῆ βούλησιν αὐτοῦ τὰ πρῶτα ἐλιπάρει καὶ προσπίπτουσα μετὰ δακρύων ἐδεῖτο μήτε τὴν Ῥωμαίων ἀρχὴν καθυβρίσαι μηθ’ ἑαυτὸν ἐπιδόντα μονομάχοις καὶ ἀπεγνωσμένοις ἀνθρώποις κινδυνεῦσαι. ἐπεὶ δὲ πολλὰ ἱκετεύουσα οὐκ ἐτύγχανεν αὐτοῦ, ἣ μὲν δακρύουσα ἀπ‐ | |
10 | έστη, ὁ δὲ Κόμοδος μεταπεμψάμενος Λαῖτόν τε τὸν ἔπ‐ αρχον τῶν στρατοπέδων Ἔκλεκτόν τε τὸν τοῦ θαλάμου προεστῶτα ἐκέλευεν αὑτῷ 〈πάντα〉 παρασκευασθῆναι ὡς διανυκτερεύσων ἐν τῷ τῶν μονομάχων καταγωγίῳ κἀ‐ κεῖθεν προελευσόμενος ἐπὶ τὰς θυσίας τῆς ἱερομηνίας, | |
15 | ὡς Ῥωμαίοις ἔνοπλος ὀφθείη. οἳ δὲ ἱκέτευον καὶ πείθειν | |
1.17.1 | ἐπειρῶντο μηδὲν ἀνάξιον τῆς βασιλείας ποιεῖν. ὁ δὲ Κόμοδος ἀσχάλλων τοὺς μὲν ἀπεπέμψατο, αὐτὸς δὲ ἐπ‐ ανελθὼν ἐς τὸ δωμάτιον ὡς δὴ καθευδήσων (καὶ γὰρ μεσημβρίας εἰώθει τοῦτο ποιεῖν), λαβὼν γραμματεῖον | |
5 | τούτων δὴ τῶν ἐκ φιλύρας ἐς λεπτότητα ἠσκημένων ἐπαλλήλῳ τε ἀνακλάσει ἀμφοτέρωθεν ἐπτυγμένων γρά‐ | |
1.17.2 | φει, ὅσους χρὴ τῆς νυκτὸς φονευθῆναι. ὧν πρώτη μὲν ἦν Μαρκία, εἵποντο δὲ Λαῖτός τε καὶ Ἔκλεκτος, ἐπὶ δὲ τούτοις πολὺ πλῆθος τῶν τῆς συγκλήτου πρωτευόντων. τοὺς μὲν γὰρ πρεσβυτέρους καὶ 〈ἔτι〉 λοιποὺς πατρῴους | 33 |
5 | φίλους ἀποσκευάσασθαι πάντας ἤθελεν, αἰδούμενος ἔχειν αἰσχρῶν ἔργων σεμνοὺς ἐπόπτας· τῶν δὲ πλουσίων τὰς οὐσίας χαρίσασθαι ἐβούλετο μερίσαι τε ἐς τοὺς στρα‐ τιώτας καὶ τοὺς μονομαχοῦντας, τοὺς μὲν ἵνα φυλάτ‐ | |
1.17.3 | τοιεν αὐτόν, τοὺς δὲ ἵνα τέρποιεν. γράψας δὴ 〈τὸ〉 γραμματεῖον τίθησιν ἐπὶ τοῦ σκίμποδος, οἰηθεὶς μηδένα ἐκεῖσε εἰσελεύσεσθαι. ἦν δέ τι παιδίον πάνυ νήπιον, τούτων δὴ τῶν γυμνῶν μὲν ἐσθῆτος χρυσῷ δὲ καὶ λί‐ | |
5 | θοις πολυτίμοις κεκοσμημένων, οἷς ἀεὶ χαίρουσι Ῥωμαίων οἱ τρυφῶντες. ὑπερηγάπα δὲ ὁ Κόμοδος αὐτὸ ὡς συγ‐ καθεύδειν πολλάκις. Φιλοκόμοδός τε ἐκαλεῖτο, δεικνυ‐ ούσης καὶ τῆς προσηγορίας τὴν στοργὴν τὴν ἐς τὸν | |
1.17.4 | παῖδα τοῦ βασιλέως. τὸ δὴ παιδίον τοῦτο ἄλλως ἀθῦρον, προελθόντος τοῦ Κομόδου ἐπὶ τὰ συνήθη λουτρά τε καὶ κραιπάλας, εἰσδραμὸν ἐς τὸν θάλαμον ὥσπερ εἰώθει, τὸ γραμματεῖον ἐπὶ τοῦ σκίμποδος κείμενον ἀνελόμενον, | |
5 | ἵνα δὴ παίζειν ἔχοι, πρόεισι τοῦ οἴκου. κατὰ δέ τινα δαίμονα συνήντετο τῇ Μαρκίᾳ. ἣ δὲ (καὶ αὐτὴ γὰρ ἔστεργε τὸ παιδίον) περιπτύξασα καὶ φιλοῦσα 〈αὐτὸ〉 τὸ γραμματεῖον ἀφαιρεῖται, δεδοκυῖα δὴ μή τι τῶν ἀναγ‐ καίων ὑπὸ νηπιότητος ἀγνοοῦν παῖζον διαφθείρῃ. γνω‐ | |
10 | ρίσασα δὲ τὴν τοῦ Κομόδου χεῖρα, ταύτῃ καὶ μᾶλλον | |
1.17.5 | ἐσπούδαζε διεξελθεῖν τὴν γραφήν. ἐπεὶ δὲ εὗρεν αὐτὸ | |
θανατηφόρον καὶ πρὸ ἁπάντων αὑτήν τε μέλλουσαν τε‐ θνήξεσθαι, Λαῖτόν τε καὶ Ἔκλεκτον ἐπακολουθήσοντας, τῶν τε λοιπῶν τοσοῦτον φόνον, ἀνοιμώξασα καθ’ ἑαυ‐ | 34 | |
5 | τήν τε εἰποῦσα „εὖγε, ὦ Κόμοδε. ταῦτ’ ἄρα χαριστήρια εὐνοίας τε καὶ στοργῆς 〈τῆς ἐμῆσ〉 ὕβρεώς τε καὶ παροι‐ νίας τῆς σῆς, ἧς ἐτῶν τοσούτων ἠνεσχόμην. ἀλλ’ οὐ | |
1.17.6 | καταπροίξῃ αὐτὸς μεθύων νηφούσης γυναικός.“ ταῦτα εἰποῦσα τὸν Ἔκλεκτον μεταπέμπεται. ἔθος δ’ εἶχεν αὐ‐ τῇ προσιέναι ἅτε τοῦ θαλάμου φύλαξ, ἔτι τε καὶ ἐπὶ συνουσίᾳ αὐτοῦ διεβάλλετο. δοῦσα δὲ τὸ γραμματεῖον | |
5 | „ὅρα“ ἔφη „ποίαν μέλλομεν παννυχίζειν ἑορτήν“. ὁ δ’ Ἔκλεκτος ἀναγνούς τε καὶ ἐκπλαγείς (ἦν δὲ τὸ γένος Αἰγύπτιος, τολμῆσαί τε ἅμα καὶ δρᾶσαι θυμῷ τε δου‐ λεῦσαι πεφυκώς) κατασημηνάμενος οὖν τὸ γραμματεῖον δία τινος τῶν ἑαυτῷ πιστῶν ἀναγνωσθησόμενον πέμπει | |
1.17.7 | τῷ Λαίτῳ. ὃ δὲ καὶ αὐτὸς ταραχθεὶς ἀφικνεῖται πρὸς Μαρκίαν ὡς δὴ συσκεψόμενος αὐτοῖς περὶ ὧν ἐκέλευσεν ὁ βασιλεὺς καὶ τοῦ τῶν μονομάχων καταγωγίου· προσ‐ ποιησάμενοι δὲ περὶ τῶν ἐκείνῳ διαφερόντων σκέπτεσθαι | |
5 | συντίθενται φθάσαι τι δράσαντες ἢ παθεῖν, οὐδὲ και‐ | |
1.17.8 | ρὸν εἶναι μελλήσεως ἢ ἀναβολῆς. ἀρέσκει δὴ δοῦναι φάρμακον δηλητήριον τῷ Κομόδῳ, ὑπέσχετο δ’ αὐτὸ ῥᾷστα δώσειν ἡ Μαρκία. εἰώθει γὰρ αὐτὴ κιρνάναι τε καὶ διδόναι τὴν πρώτην πόσιν, ὡς ἥδιον πίοι παρ’ ἐρωμένης. | |
5 | ἐλθόντι δὲ αὐτῷ ἀπὸ τοῦ λουτροῦ ἐμβαλοῦσα ἔς τε κύ‐ λικα τὸ φάρμακον οἴνῳ τε κεράσασα εὐώδει δίδωσι πιεῖν. ὁ δ’ ὡς συνήθη φιλοτησίαν μετὰ πολλὰ λουτρὰ καὶ γυ‐ | 35 |
1.17.9 | μνάσια τὰ πρὸς θηρία διψῶν ἔπιεν ἀναισθήτως. εὐθέως δὲ κάρος ἐπέπεσεν αὐτῷ, καὶ ἐς ὕπνον καθελκόμενος ὑπὸ καμάτου 〈τοῦτο〉 πάσχειν οἰηθεὶς ἀνεπαύσατο. ὁ δὲ Ἔκλεκτος καὶ Μαρκία πάντας ἀποστῆναι κελεύσαντες ἔς | |
5 | τε τὰ οἰκεῖα ἀπιέναι, ἡσυχίαν δὴ παρεσκεύαζον αὐτῷ. εἰώθει δὲ καὶ ἐπὶ ἄλλων 〈καιρῶν〉 τοῦτο πάσχειν ὁ Κόμοδος ὑπὸ κραιπάλης· πολλάκις γὰρ λουόμενος καὶ πολλάκις ἐσθίων οὐδένα καιρὸν εἶχεν ἐς ἀνάπαυσιν ὡρι‐ σμένον, ἀλλεπαλλήλοις καὶ διαφόροις συνεχόμενος ἡδο‐ | |
1.17.10 | ναῖς, αἷς δὴ καταλαβούσῃ ὥρᾳ καὶ ἄκων ἐδούλευεν. ἐπ’ ὀλίγον μὲν οὖν ἡσύχασε, περὶ στόμαχον δὲ καὶ κοιλίαν τοῦ φαρμάκου γενομένου ἴλιγγός τε αὐτὸν καταλαμ‐ βάνει ἔμετός τε πολὺς ἐπιγίνεται, ἢ τῆς προεγκειμένης | |
5 | τροφῆς ἅμα πότῳ πολλῷ ἐξωθούσης τὸ φάρμακον, ἢ διὰ τὸ προκαταλαμβανόμενον, ὅπερ εἰώθασι βασιλεῖς ἑκά‐ στοτε πρὸ πάσης τροφῆς λαμβάνειν, κώλυμα δηλητηρίων. | |
1.17.11 | πλὴν ἀλλὰ πολλοῦ γε τοῦ ἐμέτου ὄντος, φοβηθέντες μὴ πᾶν ἐξεμέσας τὸ φάρμακον ἀνανήψῃ καὶ πάντες ἀπό‐ λωνται, νέον τινὰ ὄνομα Νάρκισσον, γενναῖόν τε καὶ ἀκμαστήν, πείθουσιν εἰσελθόντα τὸν Κόμοδον ἀποπνῖξαι, | |
5 | μεγάλα δώσειν ἔπαθλα ὑποσχόμενοι. ὃ δ’ εἰσδραμὼν παρειμένον αὐτὸν ὑπὸ τοῦ φαρμάκου καὶ μέθης ἀπο‐ σφίγξας τὸν τράχηλον φονεύει. | |
1.17.12 | τοιούτῳ μὲν τέλει τοῦ βίου ὁ Κόμοδος ἐχρήσατο, βα‐ σιλεύσας ἔτη τρισκαίδεκα μετὰ τὴν τοῦ πατρὸς τελευτήν, εὐγενέστατός τε τῶν πρὸ αὐτοῦ γενομένων βασιλέων, κάλλει τε τῶν καθ’ αὑτὸν ἀνθρώπων εὐπρεπέστατος | 36 |
5 | αὐταρκέστατός τε συμμετρίᾳ σώματος, εἰ δέ τι δεῖ καὶ περὶ ἀνδρείας εἰπεῖν, οὐδενὸς ἥττων εὐστοχίᾳ τε καὶ εὐχειρίᾳ, εἰ μὴ τὴν τούτων εὐμορίαν αἰσχροῖς ἐπιτηδεύ‐ μασι κατῄσχυνεν, ὡς προείρηται. | |
8 | ||
2.1.1 | Ἀνελόντες δὲ τὸν Κόμοδον οἱ ἐπιβουλεύσαντες, ὡς ἐν τῷ πρώτῳ συντάγματι τῆς ἱστορίας δεδήλωται, κρύψαι τε τὸ γενόμενον βουλόμενοι, ὡς ἂν τοὺς φυλάσσοντας τὴν βασίλειον αὐλὴν δορυφόρους λάθοιεν, ἐνειλήσαντες | |
5 | στρωμνῇ τινι εὐτελεῖ τὸ σωμάτιον καὶ καταδήσαντες, ἐπιθέντες δὲ δυσὶν οἰκέταις τῶν πιστῶν ἑαυτοῖς, ἐκ‐ πέμπουσιν ὡς δή τι σκεῦος τῶν ἐκ τοῦ θαλάμου περισ‐ | |
2.1.2 | σόν. οἱ δὲ φέροντες διὰ μέσων ἐκφέρουσι τῶν φυλάκων, ὧν οἳ μὲν ὑπὸ μέθης ἐκραιπάλων, οἳ δὲ ἐγρηγορότες κἀκεῖνοι ἐς ὕπνον κατεφέροντο κατεχούσαις τε ταῖς χερσὶ τὰ δοράτια ἐπανεπαύοντο, οἳ δ’ οὐ πάνυ τὸ ἐκφερόμενον | |
5 | τοῦ θαλάμου, ὅτι ποτ’ εἴη, ἐπολυπραγμόνουν, ἐπεὶ μηδ’ αὐτοῖς διέφερε ταῦτ’ εἰδέναι. τὸ μὲν οὖν σῶμα τοῦ βασιλέως οὕτως κλαπὲν ἐκκομισθέν τε τῆς αὐλείου θύ‐ ρας νύκτωρ ὀχήματι ἐπιθέντες ἐς τὸ προάστειον ἀπέ‐ | |
πεμψαν. | 37 | |
2.1.3 | ὁ δὲ Λαῖτος καὶ Ἔκλεκτος ἅμα τῇ Μαρκίᾳ τὸ πρα‐ κτέον ἐβουλεύοντο. ἔδοξε δὲ αὐτοῖς περὶ μὲν τοῦ θανά‐ του φήμην ἐγκατασπεῖραι, ὅτι δὴ αἰφνιδίως τετελευτή‐ κοι ἀποπληξίας ἐπιπεσούσης· καὶ γὰρ ἐνδεχομένων πίστιν | |
5 | ἕξειν ᾤοντο τὴν φήμην προδιαβεβλημένης τῆς ἀκορέστου καὶ ὑπερβαλλούσης ἐκείνου τρυφῆς. πρῶτον δὲ ἔδοξεν αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ καὶ σώφρονα τὸν διαδεξόμενον τὴν ἀρχήν, ὅπως αὐτοί τε σωθεῖεν καὶ ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀνα‐ | |
10 | πνεύσειαν. καθ’ ἑαυτοὺς δὴ ἀναλογιζόμενοι οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα. ἦν δ’ ὁ Περ‐ | |
2.1.4 | τίναξ τὸ μὲν γένος Ἰταλιώτης, ἐν δὲ πολλαῖς στρατιωτι‐ καῖς τε καὶ πολιτικαῖς εὐδοκιμήσας πράξεσι, πολλὰ δὲ κατὰ Γερμανῶν καὶ τῶν ὑπὸ τὴν ἀνατολὴν βαρβάρων ἐγείρας τρόπαια, μόνος τε περιλειφθεὶς τῶν σεμνῶν | |
5 | πατρῴων τῷ Κομόδῳ φίλων· ὃν οὐκ ἀπέκτεινε, τῶν Μάρκου ἑταίρων τε καὶ στρατηγῶν ἐντιμότατον γενό‐ μενον, ἢ διὰ σεμνότητα αἰδούμενος ἢ ὡς πένητα τηρή‐ σας. ἦν γὰρ αὐτῷ καὶ τοῦτο μέρος τῶν ἐγκωμίων, ὅτι πλεῖστα πάντων ἐγχειρισθεὶς πάντων οὐσίαν εἶχεν ἐλάτ‐ | |
10 | τονα. | |
2.1.5 | πρὸς δὴ τοῦτον τὸν Περτίνακα νυκτὸς ἀκμαζούσης πάντων τε ὕπνῳ κατειλημμένων ἀφικνοῦνται ὁ Λαῖτος καὶ ὁ Ἔκλεκτος ὀλίγους τῶν συνωμοτῶν ἐπαγόμενοι. ἐπιστάντες δὲ αὐτοῦ κεκλεισμένης τῆς οἰκίας ταῖς θύραις | |
5 | διεγείρουσι τὸν φυλάσσοντα. ἀνοίξας δὲ ἐκεῖνος καὶ θεασάμενος στρατιώτας ἐφεστῶτας καὶ Λαῖτον, ὃν ᾔδει | |
ἔπαρχον ὄντα, ἐκπλαγεὶς καὶ ταραχθεὶς 〈εἰσ〉αγγέλλει. | 38 | |
2.1.6 | ὁ δὲ ἥκειν αὐτοὺς κελεύει 〈οὐ〉 δεινὰ 〈τὰ〉 προσδοκώ‐ μενα ἑαυτῷ ἑκάστοτε συμβήσεσθαι φάσκων. ἐν τοσαύτῃ γοῦν αὐτόν φασι μεῖναι ψυχῆς ἀταραξίᾳ ὡς μηδ’ ἀνα‐ θορεῖν τοῦ σκίμποδος, μεῖναι δ’ ἐπὶ τοῦ σχήματος, καὶ | |
5 | τὸν Λαῖτον ἅμα τῷ Ἐκλέκτῳ εἰσελθόντα καίτοι δοκοῦν‐ τα ἐπὶ φόνῳ ἥκειν προσειπεῖν τε καὶ θαρροῦντι μηδὲ | |
2.1.7 | ὠχριάσαντι τῷ προσώπῳ „πάλαι μέν“ φάναι „καὶ πάσης νυκτὸς τόδε τὸ τέλος τοῦ βίου εἶχον δι’ ἐλπίδος μόνος τε τῶν πατρῴων ἔτι περιλειπόμενος φίλων ἐθαύμαζον ἐπ’ ἐμοὶ Κόμοδον βραδύνοντα. τί δὴ μέλλετε; ὑμεῖς τε | |
5 | γὰρ δράσετε τὸ κεκελευσμένον, ἐγώ τε πονηρᾶς ἐλπίδος | |
2.1.8 | καὶ φόβου συνεχοῦς ἀπαλλάξομαι“. πρὸς ταῦτα ὁ Λαῖτος „οὐ παύσῃ“ ἔφη „ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμέ‐ νων σοι λέγων; οὐ γὰρ ἐπ’ ὀλέθρῳ τῷ σῷ ἥδε ἡμῶν ἡ ἄφιξις, ἀλλ’ ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς | |
5 | Ῥωμαίων ἀρχῆς. κεῖται μὲν γὰρ ὁ τύραννος δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς δρᾶσαι διενοεῖτο, ταῦ‐ | |
2.1.9 | τα πρὸς ἡμῶν ἔπαθεν. ἡμεῖς δὲ ἥκομέν σοι τὴν βασι‐ λείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προύχοντα ἐν τῇ συγκλήτῳ βουλῇ σωφροσύνῃ βίου μεγέθει τε ἀξιώματος καὶ ἡλι‐ κίας σεμνότητι ποθούμενόν τε καὶ τιμώμενον ὑπὸ τοῦ | |
5 | δήμου· ὅθεν κἀκείνοις εὐκταῖον καὶ ἡμῖν σωτήριον τὸ | |
2.1.10 | πραττόμενον ἔσεσθαι προσδοκῶμεν“. πρὸς ταῦτα ὁ Περ‐ τίναξ „οὐ παύσεσθε“ ἔφη „χλευάζοντες πρεσβύτην καὶ τοσαύτην μου δειλίαν κατεγνωκότες ὡς πρῶτον ἀπατῆσαι βούλεσθαι, εἶθ’ οὕτως φονεῦσαι;“ „ἀλλὰ μήν“ ἔφη ὁ | |
5 | Ἔκλεκτος „ἐπεὶ λέγουσιν ἡμῖν οὐ πεπίστευκας, λαβὼν τουτὶ τὸ γραμματεῖον (γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα, | |
οὔσης σοι τῆς ἀναγνώσεως ἐν συνηθείᾳ) ἀνάγνωθι. οὕ‐ τως γὰρ γνώσῃ, τίνα τε κίνδυνον ἐφύγομεν, καὶ ὅτι μὴ σκῆψις ἀλλ’ ἀλήθεια πρόσεστι τοῖς λεχθεῖσιν.“ ἐπιγνοὺς | 39 | |
10 | δὲ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα | |
2.2.1 | ἐπιδίδωσιν ἑαυτόν. καὶ πρῶτον ἀρέσκει προελθεῖν ἐπὶ τὸ στρατόπεδον καὶ πεῖραν τῆς γνώμης τῶν στρατιωτῶν λαβεῖν· πείσειν δὲ αὐτοὺς ὁ Λαῖτος ὑπισχνεῖτο, ἐπείπερ | |
2.2.2 | αὐτῷ ἐπάρχῳ ὄντι μετρίαν ἀπένεμον αἰδῶ. συμπαραλα‐ βόντες οὖν καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρα‐ τόπεδον ἠπείγοντο. ἤδη δὲ καὶ τὸ πλεῖστον τῆς νυκτὸς προκεχωρήκει καὶ τῆς ἑορτῆς ἐνεστώσης πρὸ ἡμέρας πάν‐ | |
5 | τα ἐπράττετο. διαπέμπουσι δή τινας τῶν πιστῶν τοὺς διαβοήσοντας ὅτι ὁ Κόμοδος μὲν τέθνηκε, Περτίναξ δὲ | |
2.2.3 | ἐπὶ τὸ στρατόπεδον βασιλεύσων ἄπεισι. διαδραμούσης δὲ τῆς φήμης πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβακ‐ χεύετο διέθεόν τε, καὶ τοῖς οἰκείοις ἕκαστος χαίρων ἀπήγγελλε καὶ μάλιστα τοῖς ἐπ’ ἀξιώσεως ἢ πλουσίοις· | |
5 | ἐκείνοις γὰρ καὶ 〈μάλιστα〉 ἐπιβουλεύοντα ᾔδεσαν τὸν Κόμοδον. ἔθεόν τε περί τε τὰ ἱερὰ καὶ βωμούς, χάριτας | |
2.2.4 | θεοῖς ὁμολογοῦντες. ἐβόων δὲ διάφορα, οἳ μὲν κεῖσθαι τὸν τύραννον λέγοντες, οἳ δὲ τὸν μονομάχον, ἄλλοι δὲ ἀπρεπέστερα βλασφημοῦντες. καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος ῥήματα, ταῦτα προελθούσης ἀδείας καὶ ἐλευ‐ | |
5 | θερίας ῥᾳδίως ἐλέγετο. πλεῖστον δὴ τοῦ δήμου συνέθει δρόμῳ ἐπὶ τὸ στρατόπεδον. ἠπείγοντο δὲ μάλιστα δε‐ διότες, μή πως ἄρα οἱ στρατιῶναι ὀκνηρότερον ὑπακού‐ | |
2.2.5 | σωσι τῇ τοῦ Περτίνακος ἀρχῇ ἐσομένην γὰρ σώφρονα μὴ πάνυ τι ἀποδέξεσθαι τοὺς στρατιώτας προσεδόκων τυραννίδι δουλεύειν εἰθεσμένους ἁρπαγαῖς τε καὶ βίαις ἐγγεγυμνασμένους. ἵν’ οὖν αὐτοὺς ἐκβιάσοιντο ὑπακοῦ‐ | 40 |
5 | σαι, πανδημεὶ συνῆλθον. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρα‐ τοπέδῳ, ὅ τε Λαῖτος καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· συγκαλέσας 〈τε〉 τοὺς στρατιώτας ὁ Λαῖ‐ τος ἔλεξε τοιάδε· | |
2.2.6 | „Κόμοδος μὲν ἡμῖν ὁ βασιλεὺς τέθνηκεν ἀποπληξίᾳ· αἴτιος δὲ τοῦ τοιούτου θανάτου οὐκ ἄλλος, ἀλλ’ αὐτὸς αὑτῷ· συμβουλεύουσι γὰρ ἡμῖν ἀεὶ τὰ ἄριστα καὶ σωτήρια [οἷς] μὴ πειθόμενος, βιοὺς δὲ ὡς οὐκ ἀγνοεῖτε, ὑπὸ πλήθους | |
5 | 〈τροφῆσ〉 ἀποπνιγεὶς διεφθάρη. τὸν μὲν οὖν κατέλαβε τέλος τὸ πεπρωμένον. οὐδὲ γὰρ μία οὐδ’ ἡ αὐτὴ πᾶσιν ἀνθρώποις θανάτου αἰτία, διάφοροι δὲ οὖσαι ἐς ἓν τέρμα | |
2.2.7 | βίου συντελοῦσιν. ἀλλ’ ἀντ’ ἐκείνου γὰρ ὑμῖν ἄγομεν ἡμεῖς τε καὶ ὁ δῆμος τῶν Ῥωμαίων ἄνδρα τὴν μὲν ἡλι‐ κίαν σεμνόν, τὸν δὲ βίον σώφρονα, ἀρετῆς δὲ τῆς ἐν ἔργοις ἔμπειρον· ὧν οἱ μὲν πρεσβύτεροι καὶ τῶν στρα‐ | |
5 | τιωτικῶν αὐτοῦ πράξεων ἐπειράθητε, οἱ δὲ λοιποὶ τῆς πόλεως ἐπάρχοντα τοσούτων ἐτῶν ἀεὶ διὰ τιμῆς τε καὶ | |
2.2.8 | θαύματος ἔσχετε. δίδωσί τε ἡμῖν ἡ τύχη οὐ βασιλέα μό‐ νον ἀλλὰ καὶ πατέρα χρηστόν. εὐφρανεῖ τε ἡ τοῦδε ἀρχὴ οὐχ ὑμᾶς μόνον τοὺς ἐνταῦθα δορυφοροῦντας, ἀλλὰ καὶ τοὺς ἐπὶ ταῖς ὄχθαις τῶν ποταμῶν καὶ τοὺς ἐπὶ τοῖς | |
5 | ὅροις τῆς Ῥωμαίων ἀρχῆς ἱδρυμένους, οἳ τὴν πεῖραν αὐτοῦ τῶν ἔργων φέρουσι διὰ μνήμης. τό τε βάρβαρον οὐ χρήμασιν ἔτι θεραπεύσομεν, πείρᾳ δὲ ὧν πρὸς αὐτοῦ | |
πεπόνθασι στρατηγοῦντος φόβῳ ὑποτάξονται.“ | 41 | |
2.2.9 | τοιαῦτα δὴ λέγοντος τοῦ Λαίτου μὴ κατασχὼν ἑαυ‐ τοῦ ὁ δῆμος μελλόντων καὶ ὀκνούντων ἔτι τῶν στρατιω‐ τῶν Σεβαστόν τε ἀναγορεύει καὶ πατέρα καλεῖ πάσαις τε γεραίρει εὐφημίας. τότε καὶ οἱ στρατιῶται οὐχ ὁμοίᾳ | |
5 | μὲν προθυμίᾳ τῇ δὲ ἐκ τοῦ παρόντος πλήθους ἀνάγκῃ (καὶ γὰρ ἦσαν πανταχόθεν ὑπὸ τοῦ δήμου περιειλημ‐ μένοι ὀλίγοι τε καὶ ἄνευ τῶν ὅπλων ὡς ἐν ἱερομηνίᾳ) πλὴν συνεξεβόησαν καὶ Σεβαστὸν προσεῖπον τὸν Περ‐ | |
2.2.10 | τίνακα· ἔς τε τὸ ἐκείνου ὄνομα τοὺς συνήθεις ὅρκους ὀμόσαντες καὶ θύσαντες, δαφνηφοροῦντες πᾶς ὁ δῆμος καὶ τὸ στρατιωτικόν, ἐπειδὴ προσῄει καὶ τὸ περίορθρον, ἐς τὴν βασίλειον αὐλὴν ἀνήγαγον τὸν Περτίνακα. | |
2.3.1 | ὃ δὲ ἐπείπερ ἱδρύθη ἐν τῇ βασιλείῳ ἑστίᾳ τῶν τε στρατιωτῶν αὐτὸν καὶ τοῦ δήμου, ὡς προείρηται, νύκτωρ ἀναγαγόντων, φροντίσι μεγίσταις τὴν γνώμην ἐταράτ‐ τετο· πάνυ τε αὐτόν, καίτοι δοκοῦντα ψύχης εἶναι ἐρρω‐ | |
5 | μένης καὶ πρὸς πάντα ἀνδρεῖον, τὰ παρόντα ἐφόβει, οὐχ οὕτως προνοίᾳ τῆς ἑαυτοῦ σωτηρίας (κινδύνων γὰρ καὶ μειζόνων πολλάκις ἦν καταφρονήσας), ἐλογίζετο δὲ τήν τε αἰφνίδιον τῆς τυραννίδος μεταβολὴν τήν τε ἐν τῇ συγκλήτῳ βουλῇ τινων εὐγένειαν, οὓς ὑπώπτευεν οὐκ | |
10 | ἀνεξομένους μετὰ βασιλέα εὐγενέστατον τὴν ἀρχὴν με‐ ταπεσοῦσαν ἐς ἄνδρα ἐξ ἰδιωτικοῦ καὶ ἀσήμου γένους | |
2.3.2 | ἐπὶ τοῦτο ἐλθόντα. εἰ γὰρ καὶ ὁ βίος αὐτῷ διὰ σωφρο‐ σύνην ἐπῃνεῖτο καὶ τὰ ἐν ταῖς στρατιωτικαῖς πράξεσιν ἦν εὐκλεής, ἀλλ’ ὅσον εὐγενείας χάριν πολὺ τῶν εὐπα‐ τριδῶν ἀπελείπετο. ἡμέρας οὖν καταλαβούσης κατῆλθεν | |
5 | ἐπὶ τὸ συνέδριον τῆς βουλῆς οὔτε τὸ πῦρ ἐάσας αὑτοῦ προπομπεῦσαι οὔτε τι ἄλλο τῶν βασιλικῶν συμβόλων ἐς ὕψος ἀρθῆναι πρὶν ἢ μαθεῖν τὴν γνώμην τῆς συγκλή‐ | 42 |
2.3.3 | του βουλῆς. ἐπεὶ δὲ αὐτὸν ἅμα τῷ ἐπιφανῆναι πάντες ὁμοθυμαδὸν εὐφήμησαν Σεβαστόν τε καὶ βασιλέα προσ‐ ηγόρευσαν, ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο τῆς ἀρχῆς τὸ ἐπίφθονον γῆράς τε προϊσχόμενος συγγνώμης ἐδεῖτο | |
5 | εἶναί τε πολλοὺς εὐπατρίδας ἔφασκεν οἷς ἡ βασιλεία μᾶλλον ἁρμόζει· καὶ λαβόμενος τῆς χειρὸς Γλαβρίωνος εἷλκεν αὐτὸν καθίζεσθαι κελεύων ἐπὶ τοῦ βασιλείου | |
2.3.4 | θρόνου. ἦν δὲ ἐκεῖνος εὐγενέστατος μὲν πάντων τῶν εὐπατριδῶν (ἀνέφερε γοῦν ἐς Αἰνείαν τὸν Ἀφροδίτης καὶ Ἀγχίσου τὴν τοῦ γένους διαδοχήν), ἔτι δὲ καὶ τὴν ὕπατον ἀρχὴν τελέσας δεύτερον. ὃ δὲ „ἀλλ’ αὐτός [τε]“ | |
5 | ἔφη „ἐγὼ ὃν σὺ νομίζεις πάντων ἀξιώτατον, σοί τε τῆς ἀρχῆς παραχωρῶ καὶ πᾶσαν τὴν ἐξουσίαν ἐγὼ καὶ οἱ λοιποὶ πάντες ἐπευφημίζομεν σοι διδόντεσ“. τότε δὲ πάν‐ των αὐτὸν ἐκβιασαμένων ἐκλιπαρησάντων τε ὀκνῶν καὶ μόλις ἀνελθὼν ἐπὶ τὸν βασίλειον θρόνον ἔλεξε τοιάδε· | |
2.3.5 | „τὸ πάνυ δεξιὸν ὑμῶν τῆς πρός με τιμῆς καὶ τὸ τῆς σπουδῆς ὑπερβάλλον ἐπίλεκτόν τε ἐς πρόκρισιν τοσαύ‐ της παρ’ ὑμῖν εὐγενείας, οὐκ ἔχον κολακείας ὑποψίαν ἀλλὰ δεῖξιν καὶ πίστιν εὐνοίας, ἄλλῳ μὲν ἂν τῷ θάρσος | |
5 | καὶ προθυμίαν ἐνέβαλεν ἐς τὸ ἑτοίμως ὑποδέξασθαι τὰ ἐγκεχειρισμένα ἐλπίδα τε ῥαστώνης ὑπέφηνεν ἂν ὡς εὐμαρῶς τὴν ἀρχὴν διοίσοντι ἐν ἀρχομένοις οὕτως εὐ‐ | |
2.3.6 | νοοῦσιν· ἐμοὶ δὲ ταῦτα μεγάλα ὄντα καὶ ἐξαίρετα τιμῆς | |
τε αἰσθήσει ἐκπλήττει δέος τε καὶ ἀγῶνα οὐ μικρὸν ἐμ‐ ποιεῖ. μεγάλων γὰρ εὐεργεσιῶν προϋπαρχουσῶν τὸ ἰσό‐ τιμον δυσέφικτον ἀεὶ ἐν ταῖς ἀμοιβαῖς, καὶ μικρὰ μὲν | 43 | |
5 | λαβοῦσιν ἀντιδοῦναι μείζω οὐχ οὕτως εὐμαρὲς ὡς εὐ‐ χάριστον δοκεῖ, ὁπηνίκα δ’ ἂν ὁ πρῶτός τι δράσας ἀγα‐ θὸν ἀνυπέρβλητον καταθῆται χάριν, τὸ μὴ κατ’ ἀξίαν ἀντιδοθὲν οὐχ οὕτως δυσπόριστον ὡς ἀναίσθητον ἅμα | |
2.3.7 | καὶ ἀχάριστον ὀνομάζεται. ὁρῶ δὴ οὐ τὸν τυχόντα μοι ἐπηρτημένον ἀγῶνα πρὸς τὸ ἄξιον ἐμαυτὸν παρασχεῖν τῆς τοσαύτης παρ’ ὑμῶν τιμῆς. οὐ γὰρ ἐν τῇ καθέδρᾳ ἡ προεδρία, ἀλλ’ ἐν τοῖς ἔργοις, εἴ τις αὐτὴν μὴ κατ‐ | |
5 | αισχύνει. ὅσῳ δὲ τὰ γενόμενα ὡς φαῦλα μισεῖται, τοσούτῳ τὰ μέλλοντα ὡς ἀγαθὰ μεγάλως ἐλπίζεται. καὶ τὰ μὲν δεινὰ τῶν ἔργων ἀεὶ μνημονεύεται (τὸ γὰρ λυπῆσαν δυσαπάλειπτον), τὰ δὲ χρηστὰ ἅμα τῇ ἀπολαύσει καὶ τὴν | |
2.3.8 | περὶ αὐτῶν μνήμην συναναλίσκει, ἐπεὶ μὴ ὁμοίως εὐ‐ φραίνει ἐλευθερία ὡς λυπεῖ δουλεία, οὐδέ τις ἀδεῶς τὰ ἑαυτοῦ ἔχων ἐν χάριτος μοίρᾳ τίθεται, τὰ ἴδια καρποῦ‐ σθαι νομίζων, ὁ δὲ τῶν οἰκείων στερηθεὶς αἰώνιον ἔχει | |
5 | τὴν μνήμην τοῦ λελυπηκότος. οὐδ’ εἴ τις ἐς τὸ κοινὸν χρηστὴ γένοιτο μεταβολή, αὐτός τι πλέον καρποῦσθαι νομίζει, ἐπεὶ τοῦ μὲν δημωφελοῦς καὶ κοινῇ διαφέρον‐ τος ὀλίγη τοῖς καθ’ ἕνα φροντίς, τὸ δὲ καθ’ αὑτὸν ἕκα‐ στος εἰ μὴ κατὰ γνώμην προχωροίη, οὐδέν τι μέγα ὠφε‐ | |
2.3.9 | λεῖσθαι νομίζει. οἵ τ’ εἰθισμένοι ταῖς τῆς τυραννίδος | |
ἀκρίτοις καὶ ἀφειδέσι μεγαλοδωρίαις ἐντρυφᾶν τὴν ἐς τὸ σωφρονέστερον καὶ μεμετρημένον διὰ σπάνιν χρη‐ μάτων μεταβολὴν οὐ φειδὼ σώφρονα οὐδὲ σύμμετρον | 44 | |
5 | καὶ κεκριμένην διοίκησιν ὀνομάζουσιν, ἀλλὰ μικρολογίαν καὶ ἀθλιότητα βίου ὀνειδίζουσιν οὐκ εἰδότες, ὅτι τὸ μὲν μεγάλα καὶ ὡς ἔτυχε χαρίζεσθαι οὐκ ἂν περιγένοιτο, εἰ μὴ ἐκ τοῦ ἁρπάζειν καὶ βιάζεσθαι, τὸ δὲ λογισμῷ πάντα καὶ κατ’ ἀξίαν ἑκάστου νέμειν ἄνευ τοῦ δεινόν τι δρᾶ‐ | |
10 | σαι, μὴ παρέχον ἄδικον εὐπορίαν χρημάτων, διδάσκει | |
2.3.10 | φειδὼ σώφρονα τῶν καλῶς πορισθέντων. ταῦτα δὴ ὑμᾶς ἐγνωκότας χρὴ συναίρεσθαι καὶ κοινὴν τῆς ἀρχῆς τὴν διοίκησιν νομίζοντας, ἀριστοκρατίαν τε ἀλλ’ οὐ τυραν‐ νίδα ὑπομενοῦντας αὐτούς τε ἀγαθὰς ἔχειν ἐλπίδας καὶ | |
5 | πᾶσι τοῖς ἀρχομένοις ταῦτα ὑπισχνεῖσθαι.“ | |
2.3.11 | τοιαῦτα ὁ Περτίναξ εἰπὼν ὑπερῆσέ τε τὴν σύγκλητον βουλήν, καὶ πρὸς πάντων εὐφημηθεὶς πάσης τε τιμῆς καὶ αἰδοῦς παρ’ αὐτῶν τυχὼν ἔς τε τὸν τοῦ Διὸς νεὼν καὶ τὰ λοιπὰ ἱερὰ 〈προ〉πεμφθεὶς τάς τε ὑπὲρ τῆς βα‐ | |
5 | σιλείας θυσίας τελέσας ἐς τὴν βασίλειον ἐπανῆλθεν αὐλήν. | |
2.4.1 | ἐπεὶ δὲ διεφοίτησεν ἡ φήμη τῶν τε λεχθέντων ὑπ’ αὐτοῦ ἐν τῇ συγκλήτῳ καὶ τῶν πρὸς τὸν δῆμον γρα‐ φέντων, ὑπερήδοντο πάντες, σεμνὸν καὶ ἤπιον ἄρχοντα καὶ πατέρα, οὐ βασιλέα ἕξειν ἐλπίζοντες. τούς τε γὰρ | |
5 | στρατιώτας ἐκέλευσε παύσασθαι τῆς πρὸς τοὺς δημότας ὕβρεως καὶ μήτε πελέκεις φέρειν μετὰ χεῖρας μήτε παίειν τινὰ τῶν παριόντων, ἔς τε τὸ κόσμιον καὶ εὔτακτον μετάγειν πάντα ἐπειρᾶτο, ἔν τε ταῖς προόδοις καὶ τοῖς | |
2.4.2 | δικαστηρίοις πρᾶον καὶ ἥμερον ἦθος ἐπεδείκνυτο. καὶ τῆς Μάρκου ἀρχῆς ζήλῳ τε καὶ μιμήσει τοὺς μὲν πρεσ‐ βυτέρους ὑπομιμνήσκων εὔφραινε, τοὺς δ’ ἄλλους πάν‐ τας ἐξ ὠμῆς καὶ ἐφυβρίστου τυραννίδος ἐς σώφρονα | 45 |
5 | καὶ ἀμέριμνον βίον μεταχθέντας ῥᾷστα ἐς εὔνοιαν ᾠκει‐ ώσατο. τῆς τε ἡμέρου ἀρχῆς ἡ φήμη διαθέουσα πάντα ἔθνη, ὅσα τε Ῥωμαίοις ὑπήκοα καὶ ὅσα φίλα, καὶ πάντα | |
2.4.3 | στρατόπεδα, ἐκθειάζειν αὐτοῦ τὴν ἀρχὴν ἔπειθεν. ἀλλὰ μὴν καὶ τῶν βαρβάρων, ὅσοι πρότερον ἀφηνίαζον ἢ ἐστασίαζον, φόβῳ τε καὶ μνήμῃ τῆς ἐν ταῖς προτέραις αὐτοῦ στρατείαις ἀρετῆς, πίστει τε γνώμης ὅτι μηδένα | |
5 | ἑκὼν ἀδικήσει ποτὲ ἑκάστῳ τὸ κατ’ ἀξίαν ἀπονέμων, χάριτος ἀπρεποῦς καὶ βίας ὠμῆς ἀλλότριος, ἑκόντες αὐτῷ προσεχώρουν. πρεσβεῖαί τε πανταχόθεν ἀφικνοῦν‐ το συνηδομένων ἁπάντων τῇ Ῥωμαίων ὑπὸ Περτίνακι ἀρχῇ. | |
2.4.4 | οἱ μὲν οὖν ἄλλοι πάντες ἄνθρωποι καὶ κοινῇ καὶ ἰδίᾳ τῷ εὐτάκτῳ καὶ ἡμέρῳ τῆς βασιλείας ἔχαιρον. ὃ δὲ πάντας εὔφραινε, τοῦτο μόνους ἐλύπει τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας, οἳ δορυφορεῖν εἰώθασι τοὺς βασιλέας. κω‐ | |
5 | λυόμενοι γὰρ ἁρπάζειν τε καὶ ὑβρίζειν ἔς τε τὸ εὔτακτον καὶ κόσμιον ἀνακαλούμενοι, τὸ πρᾶον καὶ ἥμερον τῆς ἀρχῆς ὕβριν αὑτῶν καὶ ἀτιμίαν καθαίρεσίν τε τῆς ἀνέ‐ του ἐξουσίας νομίζοντες τὴν τῆς ἀρχῆς οὐκ ἔφερον εὐ‐ | |
2.4.5 | ταξίαν. ἀλλὰ τὰ μὲν πρῶτα κατ’ ὀλίγον ὀκνηρούς τε καὶ ἀπειθεῖς αὑτοὺς τοῖς κελευομένοις παρεῖχον. τὸ δὲ τε‐ λευταῖον, οὐδ’ ὅλων μηνῶν δύο τῆς βασιλείας αὐτῷ προκεχωρηκυίας, ἐπιδειξαμένου τε ἐν ὀλίγῳ χρόνῳ πολλὰ | |
5 | σώφρονα καὶ χρηστὰ ἔργα ἐλπίδων τε ἀγαθῶν τοῖς ἀρ‐ | |
χομένοις ὑποφαινομένων ἐβάσκηνε πάντα καὶ ἀνέτρεψε πονηρὰ τύχη ἐκώλυσέ τε θαυμαστὰ καὶ ἐπωφελῆ τοῖς ὑπηκόοις ἔργα ἐς τέλος ἀχθῆναι. | 46 | |
2.4.6 | πρῶτον μὲν γὰρ πᾶσαν τὴν κατ’ Ἰταλίαν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀγεώργητόν τε καὶ παντάπασιν οὖσαν ἀργὸν ἐπέτρεψεν, ὁπόσην τις βούλεται καὶ δύναται, εἰ καὶ βασιλέως κτῆμα εἴη, καταλαμβάνειν, ἐπιμεληθέντι | |
5 | τε καὶ γεωργήσαντι δεσπότῃ εἶναι. ἔδωκέ τε γεωργοῦσιν ἀτέλειαν πάντων ἐς δέκα ἔτη καὶ διὰ παντὸς δεσποτείας | |
2.4.7 | ἀμεριμνίαν. τοῖς τε βασιλικοῖς κτήμασιν ἐκώλυσεν αὑ‐ τοῦ τοὔνομα ἐπιγράφεσθαι, εἰπὼν αὐτὰ οὐκ ἴδια τοῦ βασιλεύοντος εἶναι, ἀλλὰ κοινὰ καὶ δημόσια τῆς Ῥωμαίων ἀρχῆς. τέλη τε πάντα 〈τὰ〉 πρότερον ἐπὶ τῆς τυραννίδος | |
5 | ἐς εὐπορίαν χρημάτων ἐπινοηθέντα ἐπί τε ὄχθαις ποτα‐ μῶν καὶ λιμέσι πόλεων ἔν τε ὁδῶν πορείαις καταλύσας | |
2.4.8 | ἐς τὸ ἀρχαῖον καὶ ἐλεύθερον ἀφῆκεν. ἐμέλλησε δ’ ἂν ἔτι καὶ πλείονα, ὥς γε τὰ τῆς προαιρέσεως ἐνεδείκνυτο, εὐ‐ εργετήσειν τοὺς ὑπηκόους, ἐπεὶ καὶ τοὺς συκοφάντας τῆς πόλεως ἦν διώξας καὶ τοὺς πανταχόθεν κολασθῆναι | |
5 | κελεύσας, τοῦ μηδένα ἐπηρεάζεσθαι μηδὲ ματαίοις ἐγκλή‐ μασι περιπίπτειν προνοούμενος. ἐν ἀδείᾳ τε καὶ μακαρίῳ βίῳ ἥ τε σύγκλητος μάλιστα καὶ οἱ λοιποὶ πάντες βιώ‐ | |
2.4.9 | σεσθαι προσεδόκων. οὕτω γὰρ μέτριος καὶ ἰσότιμος ἦν ὡς καὶ τὸν υἱὸν αὐτοῦ ἤδη μειράκιον ὄντα μηδὲ ἐς τὴν βασίλειον αὐλὴν ἀναγαγεῖν, ἀλλ’ ἔν τε τῇ πατρῴᾳ μένειν οἰκίᾳ, καὶ ἐς τὰ συνήθη προϊόντα διδασκαλεῖα καὶ γυ‐ | |
5 | μνάσια ἰδιωτεύοντα ὁμοίως τοῖς λοιποῖς παιδεύεσθαί τε καὶ πάντα πράττειν, οὐδαμοῦ τῦφον ἢ πομπὴν παρεχό‐ | |
μενον βασιλικήν. | 47 | |
2.5.1 | τοιαύτης δὲ εὐμοιρίας καὶ εὐταξίας κατεχούσης τὸν βίον μόνοι οἱ δορυφόροι, ἀσχάλλοντες μὲν ἐπὶ τοῖς παρ‐ οῦσι, ποθοῦντες δὲ τὰς ἐπὶ τῆς προγεγενημένης τυραννί‐ δος ἁρπαγάς τε καὶ βίας ἔν τε ἀσωτίαις καὶ κραιπάλαις | |
5 | 〈διαγωγάσ〉, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτί‐ νακα, ὡς ὄντα αὐτοῖς βαρὺν καὶ ἐπαχθῆ, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς ἄνετον καὶ ἀκόλαστον παρέξοντα ἐξου‐ | |
2.5.2 | σίαν. αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἐν ἡσυχίᾳ διατριβόντων, θυμῷ καὶ ἀλόγῳ ὁρμῇ 〈ἐκ〉 τοῦ στρατοπέδου δρόμῳ φερόμενοι αὐτοὶ ἡμέρας ἀκμαζούσης ἐπεισῆλθον τοῖς βασιλείοις τά τε δόρατα | |
2.5.3 | διατεινάμενοι καὶ τὰ ξίφη σπασάμενοι. τῷ δὲ παραδόξῳ τοῦ ἔργου καὶ ἀνελπίστῳ οἱ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, ὀλίγοι τε πρὸς πολλοὺς καὶ ἄνοπλοι πρὸς ὡπλισμένους, οὐκ ἔμενον, ἀλλ’ ἕκαστος ἣν ἐγκεχείριστο | |
5 | φρουρὰν λιπὼν ἢ ἐπὶ τῇ αὐλείῳ ἢ ἐπὶ ταῖς λοιπαῖς εἰσόδοις ἔφευγον. ὀλίγοι δέ τινες τῶν εὐνοούντων διαγ‐ γείλαντες τῷ Περτίνακι τὴν ἔφοδον συνεβούλευον φυ‐ | |
2.5.4 | γεῖν τῇ τε τοῦ δήμου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι, ὃ δὲ [καὶ] τοῖς συμβουλεύουσιν αὐτῷ πρὸς τὸ παρὸν ὠφέλιμα μὴ πεισθείς, ἀπρεπῆ δὲ καὶ ἀνελεύθερα βασιλείας τε ἀνάξια καὶ τῶν προβεβιωμένων αὑτῷ καὶ προπεπραγμέ‐ | |
5 | νων νομίσας, φεύγειν μὲν ἢ λαθεῖν οὐκ ἠθέλησεν, ὁμόσε δὲ χωρήσας τῷ πράγματι προῆλθεν ὡς διαλεξόμενος αὐτοῖς ἐλπίσας πείσειν τε αὐτοὺς καὶ παύσειν τῆς ἀλό‐ | |
2.5.5 | γου ὁρμῆς. καὶ δὴ τοῦ δωματίου προελθών, ὑπαντώ‐ | |
μενος αὐτοῖς πυνθάνεσθαι τε ἐπειρᾶτο τὰς αἰτίας τῆς ὁρμῆς πείθειν τε ἐπεχείρει μὴ ἐνθουσιᾶν, μένων καὶ τότε ἐν σώφρονι καὶ σεμνῷ σχήματι καὶ τηρῶν τὸ τοῦ | 48 | |
5 | βασιλέως ἀξίωμα, οὐδέν τι κατεπτηχότος οὐδὲ ἀποδει‐ λιῶντος καὶ ἱκετεύοντος σχῆμα ἐνδεικνύμενος. | |
2.5.6 | „τὸ μὲν ἐμέ“ ἔφη „πρὸς ὑμῶν ἀναιρεθῆναι οὐδέν τι μέγα ἢ βαρὺ πρεσβύτῃ ἐς μακρὸν γῆρας ἐνδόξως ἐλά‐ σαντι. παντὶ γὰρ ἀνθρώπων βίῳ ἀνάγκη τέλος ἐπιτε‐ θῆναι· τὸ δὲ ὑμᾶς φύλακας καὶ φρουροὺς δοκοῦντας | |
5 | εἶναι τοῦ βασιλέως καὶ τοὺς ἔξωθεν κινδύνους ἀπείρ‐ γοντας αὐτοὺς γενέσθαι φονεῖς καὶ μὴ μόνον ἐμφυλίῳ ἀλλὰ καὶ βασιλείῳ μιᾶναι τὰς δεξιὰς αἵματι, ὁρᾶτε, μὴ πρὸς τὸ νῦν ἀνόσιον καὶ ὕστερον ὑμῖν ἐπικίνδυνον ᾖ. | |
2.5.7 | οὐ γάρ τι ἐμαυτῷ σύνοιδα λυπήσαντι ὑμᾶς. εἰ δέ [καὶ] ἐπὶ τῇ Κομόδου τελευτῇ δυσχεραίνετε, οὐδὲν παράδοξον, ἄνθρωπον ὄντα εἰ τελευτὴ κατέλαβεν. εἰ δὲ τοῦτο ἐξ ἐπιβουλῆς οἴεσθε γεγενῆσθαι, οὐκ ἐμὸν τὸ ἁμάρτημα· | |
5 | ἴστε γὰρ ἔξω πάσης ὄντα 〈με〉 ὑποψίας καὶ οὐδὲν 〈ἧτ‐ τον〉 ὑμῶν ἀγνοοῦντα τὰ τότε πεπραγμένα, ὡς εἴ τι | |
2.5.8 | ὑποπτεύετε, ἑτέροις ἐπιφέρειν τὸ ἔγκλημα. ἀλλ’ ὅμως κἀκείνου τελευτήσαντος οὐδὲν ὑμῖν τῶν εὐπρεπῶς καὶ κατ’ ἀξίαν καὶ ἄνευ τοῦ βιάζεσθαί με ἢ ἁρπάζειν 〈δοθῆ‐ ναι δυναμένων〉 ἐνδεήσει.“ | |
5 | τοιαῦτά τινα λέγειν αὐτοῖς πειρώμενος ἤδη τινὰς αὐτῶν καὶ πείσειν ἔμελλε, καὶ οὐκ ὀλίγοι γε ἀποστραφέντες ἀν‐ εχώρουν σεμνοῦ βασιλέως γῆρας αἰδούμενοι· ἔτι δὲ λαλοῦν‐ | |
τα τὸν πρεσβύτην 〈οἱ θρασύτεροι〉 ἐπιπεσόντες φονεύουσι. | 49 | |
2.5.9 | δράσαντες τε οὕτως ὠμὸν ἔργον, δέει τῶν τετολμημένων φθάσαι θέλοντες τὴν τοῦ δήμου ἔφοδον ἐπισταμενοί τε, ὅτι χαλεπῶς ὁ δῆμος διοίσει τὰ πεπραγμένα, ἐς τὸ στρα‐ τόπεδον δρόμῳ ἀναχωρήσαντες πάσας πύλας τε καὶ εἰσ‐ | |
5 | όδους ἀποκλείσαντες ἐντὸς τείχους ἔμενον φρουρὰς ἐπὶ τῶν πύργων καταστήσαντες, ὡς ἀμύνοιντο, εἰ τῷ τείχει προσβάλλοι ὁ δῆμος. τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Περτίνακα χρησάμενον βίῳ καὶ προαιρέσει ὡς προεί‐ ρηται. | |
2.6.1 | ἐπειδὴ δὲ διεφοίτησεν ἐς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες κίνησίς τε ἄλογος κατεῖχε τὸν δῆμον ζητούντων τοὺς δράσαντας, μήτε δὲ εὑρεῖν μήτε | |
2.6.2 | ἀμύνασθαι δυναμένων. μάλιστά τε δεινῶς ἔφερον τὸ πεπραγμένον καὶ συμφορὰν κοινὴν ἐποιοῦντο οἱ τὴν σύγκλητον βουλὴν νέμοντες πατέρα τε ἤπιον καὶ χρηστὸν προστάτην ἀποβαλόντες. πάλιν τε τυραννίδος ἦν δέος, | |
5 | ἐπεὶ τούτῳ χαίρειν τοὺς στρατιώτας ἤλπιζον. | |
2.6.3 | μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης οἱ μὲν δημόται ἕκαστος τὸ καθ’ αὑτὸν δεδιὼς ὑπανεχώρει οἵ τε ἐν ἀξιώσεσιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτή‐ ματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης | |
2.6.4 | ἀρχῆς παρόντες πάθοιεν· οἱ δὲ στρατιῶται ἐπεὶ τόν τε δῆμον ἡσυχάξοντα ἔγνωσαν μήτε τινὰ τολμῶντα ἐπεξελ‐ θεῖν τῷ τοῦ βασιλέως αἵματι, ἔμενον μὲν ἐντὸς τοῦ τεί‐ χους κατακλείσαντες ἑαυτούς, ἀναγαγόντες δὲ τοὺς εὐ‐ | |
5 | φωνοτάτους ἑαυτῶν ἐπὶ τὸ τεῖχος προεκήρυττον ὤνιον τὴν βασιλείαν, τῷ τε πλέον ἀργύριον δώσοντι ἐγχειριεῖν ὑπισχνοῦντο τὴν ἀρχὴν καὶ διὰ τῶν ὅπλων αὐτὸν ἀνά‐ | 50 |
2.6.5 | ξειν ἀδεῶς ἐς τὴν βασίλειον αὐλήν. ἐπεὶ δὲ τὸ κήρυγμα διεφοίτησεν, οἱ μὲν σεμνότεροί τε καὶ εὐσταθέστεροι τῆς συγκλήτου βουλῆς ὅσοι τε εὐπατρίδαι ἢ ἔτι πλούσιοι, λείψανα ὀλίγα τῆς Κομόδου τυραννίδος, οὔτε προσῆλθον | |
5 | τῷ τείχει οὔτε ἀπρεπῆ καὶ ἐπονείδιστον χρήμασι κτήσα‐ | |
2.6.6 | σθαι τὴν ἀρχὴν ἠθέλησαν. Ἰουλιανῷ δέ τινι, ἤδη μὲν τὴν ὕπατον τετελεκότι ἀρχήν, δοκοῦντι δὲ ἐν εὐπορίᾳ χρημάτων εἶναι, ἑστιωμένῳ [δὴ] περὶ δείλην ἑσπέραν διηγγέλη τὸ στρατιωτικὸν κήρυγμα παρὰ μέθην καὶ κραι‐ | |
5 | πάλην· ἦν γὰρ καὶ τῶν ἐπὶ βίῳ μὴ σώφρονι διαβεβλη‐ | |
2.6.7 | μένων. πείθουσιν οὖν αὐτὸν ἥ τε γυνὴ καὶ ἡ θυγάτηρ τό τε τῶν παρασίτων πλῆθος ἀναθορόντα τοῦ σκίμποδος δραμεῖν ἐπὶ τὸ τεῖχος καὶ τὰ πραττόμενα μαθεῖν, παρά [τε] πᾶσαν τὴν ὁδὸν συμβουλεύοντες ἐρριμμένην τὴν ἀρ‐ | |
5 | χὴν ἁρπάσαι, ἀφειδῶς δὲ χρημάτων ἔχοντα μεγαλοδωρίᾳ | |
2.6.8 | ἅπαντας ὑπερβαλεῖν, εἰ καί τινες ἀμφισβητοῖεν. ἐπεὶ τοίνυν τῷ τείχει προσῆλθεν, ἐβόα [τε] πάντα δώσειν ὅσα βούλονται ὑπισχνούμενος, παρεῖναί τε αὑτῷ πάμπλειστα χρήματα καὶ θησαυροὺς χρυσοῦ καὶ ἀργύρου πεπληρω‐ | |
5 | μένους ἔλεγε. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σουλπικια‐ νός, καὶ αὐτὸς ἀνὴρ τῶν ὑπατευκότων, ἔπαρχός τε τῆς πόλεως γενόμενος (πατὴρ δὲ ἦν τῆς Περτίνακος γυναι‐ | |
2.6.9 | κός), ἧκε τὴν ἀρχὴν ὠνούμενος. ἀλλὰ τοῦτον μὲν οὐ προσήκαντο φοβηθέντες οἱ στρατιῶται τὴν πρὸς τὸν | |
Περτίνακα συγγένειαν, μή τις ἄρα δόλος εἴη ἐς τὸ ἐκδι‐ κηθῆναι τὸν ἐκείνου φόνον· καθέντες δὲ κλίμακα τὸν | 51 | |
5 | Ἰουλιανὸν ἐπὶ τὸ τεῖχος ἀνεβίβασαν. οὐ γὰρ πρότερον ἀνοῖξαι τὰς πύλας ἤθελον πρὶν ἢ τὴν ποσότητα μαθεῖν | |
2.6.10 | τῶν δοθησομένων χρημάτων. ὃ δ’ ἀνελθὼν τήν τε Κομ‐ μόδου μνήμην αὐτοῖς καὶ τὰς τιμὰς καὶ τὰς εἰκόνας, ἃς ἡ σύγκλητος καθεῖλεν, ἀνανεώσεσθαι ὑπέσχετο, καὶ πάν‐ των δώσειν ἐξουσίαν ὧν εἶχον ἐπ’ ἐκείνου, ἑκάστῳ τε | |
5 | στρατιώτῃ τοσοῦτον ἀργύριον ὅσον μήτε αἰτῆσαι μήτε λήψεσθαι προσεδόκησαν· τὰ δὲ χρήματα μὴ μελλήσειν, | |
2.6.11 | ἀλλ’ οἴκοθεν ἤδη μεταπέμψεσθαι. τούτοις ἀναπεισθέντες οἱ στρατιῶται καὶ ταύταις ἀρθέντες ταῖς ἐλπίσιν αὐτο‐ κράτορά τε τὸν Ἰουλιανὸν ἀναγορεύουσι, καὶ πρὸς τῷ οἰκείῳ καὶ ἐκ γένους ὀνόματι Κόμοδον ἀξιοῦσιν ἀπο‐ | |
5 | καλεῖσθαι. τά τε σημεῖα ἄραντες, καὶ τὰς ἐκείνου εἰκόνας | |
2.6.12 | ἀποκαταστήσαντες, προπέμπειν ἐπειρῶντο. θύσας δὲ ὁ Ἰουλιανὸς τὰς νενομισμένας καὶ βασιλείους ἐν τῷ στρα‐ τοπέδῳ θυσίας, προήγετο ὑπ’ αὐτῶν πλέον τι τῆς συνη‐ θείας δορυφορούμενος· ἅτε γὰρ βίᾳ καὶ παρὰ γνώμην | |
5 | τοῦ δήμου μετά τε αἰσχρᾶς καὶ ἀπρεποῦς διαβολῆς ὠνη‐ σάμενος τὴν ἀρχήν, εἰκότως ἐδεδίει τὸν δῆμον ὡς ἐναν‐ | |
2.6.13 | τιωσόμενον. ἀναλαβόντες οὖν τὰς πανοπλίας καὶ φρά‐ ξαντες αὑτοὺς οἱ στρατιῶται ἐς φάλαγγος σχῆμα ὡς, εἰ δέοι, καὶ πολεμήσοντες, ἐν μέσοις αὑτοῖς ἔχοντες τὸν ἴδιον βασιλέα, ὑπέρ τε τῆς κεφαλῆς αἰωροῦντες τὰς | |
5 | ἀσπίδας καὶ τὰ δόρατα, μή που καὶ λίθων τις βολὴ ἀπὸ τῶν δωμάτων ἐπὶ τῇ πομπῇ γένοιτο, ἀνήγαγον αὐτὸν | |
ἐς τὰ βασίλεια, μηδενὸς τῶν δημοτῶν μήτε ἀντιστῆναι τολμῶντος μήτε μὴν εὐφημοῦντος ὥσπερ εἰώθασι προ‐ πέμπειν τοὺς βασιλέας· τοὐναντίον δὲ καὶ πόρρωθεν | 52 | |
10 | ἑστῶτες ἐβλασφήμουν καὶ κακῶς ἠγόρευον ἅτε χρημάτων ἀντικαταλλαξάμενον τὴν ἀρχήν. | |
2.6.14 | τότε δὲ καὶ πρῶτον ὑποδιεφθάρη τὰ τῶν στρατιωτῶν ἤθη, καὶ χρημάτων ἐδιδάχθησαν ἄπληστον καὶ αἰσχρὰν ἐπιθυμίαν καταφρόνησίν τε τῆς πρὸς τοὺς ἄρχοντας αἰ‐ δοῦς. τὸ γὰρ μήτε τοῖς οὕτως ὠμῶς τετολμημένοις ἐν | |
5 | φόνῳ τῷ βασιλικῷ ἐπεξιέναι τινά, μήτε τὴν οὕτως ἀπρε‐ πῶς ἐπὶ χρήμασι κηρυχθεῖσαν καὶ πραθεῖσαν ἀρχὴν εἶναι τὸν κωλύοντα, ἀρχηγὸν καὶ αἴτιον ἀπρεποῦς καὶ ἀπει‐ θοῦς καταστάσεως καὶ ἐς τὰ ἐπιόντα ἐγένετο, ἀεὶ αὐτοῖς τῆς φιλοχρηματίας καὶ τῆς τῶν ἀρχόντων καταφρονήσεως | |
10 | καὶ μέχρις αἵματος αὐξηθείσης. | |
2.7.1 | ὁ δ’ οὖν Ἰουλιανὸς ἐπεὶ παρῆλθεν ἐς τὴν ἀρχήν, τρυ‐ φαῖς εὐθέως καὶ κραιπάλαις ἐσχόλαξε, τῇ μὲν τῶν δη‐ μοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ τὸ ἁβροδίαιτον καὶ ἄσεμνον ἐπιδιδοὺς ἑαυτόν. εὑρίσκετό τε | |
5 | καὶ τοὺς στρατιώτας ψευσάμενος καὶ ἀπατήσας τῷ μὴ | |
2.7.2 | δύνασθαι ἀποπληρῶσαι ἃ ὑπέσχετο· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα ὅσα ἠλαζονεύσατο, οὔτε μὴν οἱ δημόσιοί τι θησαυροὶ εἶχον, ἀλλὰ πάντα προκεκένωτο τῇ Κομόδου ἀσωτίᾳ καὶ ἀφειδέσι καὶ ἀκρίτοις ἀναλώ‐ | |
5 | μασιν. ἐκ δὲ ταύτης τῆς τόλμης καὶ τῆς αἰτίας οἵ τε στρατιῶται σφαλέντες τῶν ἐλπίδων ὑπηγανάκτουν, ὅ τε δῆμος αἰσθόμενος τῆς γνώμης τῶν στρατιωτῶν εἶχον | |
〈αὐτὸν〉 ἐν καταφρονήσει, ὡς προϊόντα τε κακῶς ἀγο‐ ρεύειν, ἐπ’ αἰσχραῖς τε καὶ ἀμφιβόλοις ἡδοναῖς σκώπτειν. | 53 | |
2.7.3 | ἔς τε τὸν ἱππόδρομον, ὅπου μάλιστα τὸ πλῆθος συνιὸν ἐκκλησιάζει, τὸν Ἰουλιανὸν ἐβλασφήμουν, ἀρωγὸν δὲ τῇ Ῥωμαίων ἀρχῇ καὶ σεμνῆς βασιλείας προστάτην Νίγρον ἐπεκαλοῦντο, βοηθεῖν τε αὐτὸν τὴν ταχίστην ἠξίουν ὡς | |
5 | ἐφύβριστα πάσχουσιν. | |
2.7.4 | ἦν δ’ ὁ Νίγρος τῶν μὲν πρὸ πολλοῦ ὑπατευσάντων, καθ’ ὃν δὲ καιρὸν τὰ προειρημένα ἐν Ῥώμῃ ἐπράττετο, Συρίας ἡγεῖτο πάσης. πολλὴ δὲ ἦν καὶ μεγίστη ἀρχὴ τότε, τοῦ τε Φοινίκων ἔθνους παντὸς καὶ τῆς μέχρις | |
2.7.5 | Εὐφράτου γῆς ὑπὸ τῇ Νίγρου ὄντων ἐξουσίᾳ. ἦν δὲ αὐτὸς τὴν μὲν ἡλικίαν ἤδη μετρίως προβεβηκώς, εὐδο‐ κιμήσας δὲ ἐν πολλαῖς καὶ μεγάλαις πράξεσι. φήμη τε περὶ αὐτοῦ διεφοίτα ὡς ἐπιεικοῦς καὶ δεξιοῦ καὶ τὸν | |
5 | τοῦ Περτίνακος βίον ζηλοῦντος· ὑφ’ ὧν μάλιστα οἱ Ῥωμαῖοι ἐπείθοντο. ἐκάλουν τε αὐτὸν συνεχῶς 〈ἐν〉 ταῖς τοῦ δήμου συνόδοις, καὶ βλασφημοῦντες τὸν Ἰουλιανὸν παρόντα ἐκεῖνον βασιλικαῖς φωναῖς εὐφήμουν ἀπόντα. | |
2.7.6 | διαγγελθείσης δὲ τῆς τοῦ δήμου Ῥωμαίων γνώμης καὶ τῆς ἐπαλλήλου ἐν ταῖς συνόδοις βοῆς, εἰκότως ὁ Νίγρος ἀναπεισθείς, ῥᾷστά τε αὑτῷ τὰ πράγματα ὑπακούσεσθαι προσδοκήσας, καὶ μάλιστα τῷ τὸν Ἰουλιανὸν ὑπό τε τῶν | |
5 | περὶ αὐτὸν στρατιωτῶν ἀμελεῖσθαι διότι τὰς ὑποσχέσεις οὐκ ἐπλήρου τῶν χρημάτων, ὑπό τε τοῦ δήμου κατα‐ φρονεῖσθαι ὡς ἀνάξιον ἧς ἐώνητο ἀρχῆς, ἐπιδίδωσιν | |
2.7.7 | αὑτὸν τῇ τῆς βασιλείας ἐλπίδι. καὶ τὰ μὲν πρῶτα κατ’ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους τούς τε τῶν στρα‐ | |
τιωτῶν ἐξέχοντας οἴκαδε μεταπεμπόμενος διελέγετο καὶ ἀνέπειθε, τὰ ἐκ τῆς Ῥώμης δηλούμενα φανερὰ ποιῶν, | 54 | |
5 | ὡς ἂν διαθέουσα ἡ φήμη ἔκπυστα καὶ γνώριμα ποιῇ τοῖς τε στρατιώταις καὶ τοῖς λοιποῖς κατὰ τὴν ἀνατολὴν ἀν‐ | |
2.7.8 | θρώποις· οὕτω γὰρ ῥᾷστα ἤλπιζε πάντας αὑτῷ προσχω‐ ρήσειν, πυνθανομένους ὅτι μὴ αὐτὸς ἐξ ἐπιβουλῆς μνᾶ‐ ται τὴν ἀρχήν, ἀλλὰ καλούμενος καὶ βοηθήσων ἄπεισι Ῥωμαίοις δεομένοις. ἀνεπτόηντο δὲ πάντες καὶ μηδὲν | |
5 | μελλήσαντες προσέκειντο, ἐκλιπαροῦντες καὶ αὐτοὶ ἀντι‐ | |
2.7.9 | λαμβάνεσθαι τῶν πραγμάτων. φύσει δὲ κοῦφον τὸ Σύ‐ ρων ἔθνος, ἐς καινοτομίαν τε τῶν καθεστηκότων ἐπιτή‐ δειον. ἐνῆν δέ τις αὐτοῖς καὶ πόθος τοῦ Νίγρου, ἠπίως τε ἄρχοντος 〈ἐν〉 ἅπασι, τὰ πλεῖστά τε αὐτοῖς συμπαν‐ | |
5 | ηγυρίζοντος. φιλέορτοι δὲ φύσει Σύροι· ὧν μάλιστα οἱ τὴν Ἀντιόχειαν κατοικοῦντες, μεγίστην πόλιν καὶ εὐδαί‐ μονα, σχεδὸν παρὰ πάντα τὸν ἐνιαυτὸν ἑορτάζουσιν ἔν | |
2.7.10 | τε τῇ πόλει αὐτῇ καὶ κατὰ τὰ προάστεια. θέας τοίνυν αὐτοῖς συνεχῶς ἐπιτελῶν ὁ Νίγρος, περὶ ἃς μάλιστα ἐσπουδάκασι, καὶ διδοὺς ἄνεσιν ἐς τὸ ἑορτάξειν καὶ εὐ‐ φραίνεσθαι, ἅτε ποιῶν κεχαρισμένα, εἰκότως ἐτιμᾶτο. | |
2.8.1 | ἅπερ εἰδώς, καλέσας τούς τε πανταχόθεν στρατιώτας ἐς ῥητὴν ἡμέραν, τοῦ τε λοιποῦ πλήθους συνελθόντος, βή‐ ματος αὐτῷ κατασκευασθέντος ἔλεξε τοιάδε ἀνελθών· | |
2.8.2 | „τῆς μὲν ἐμῆς γνώμης τὸ πρᾶον καὶ πρὸς τὰ μεγάλα τῶν τετολμημένων εὐλαβὲς ἴσως ἐστὶν ὑμῖν πάλαι γνώ‐ ριμον· οὐδ’ ἂν νῦν ἐς ὑμᾶς παρῆλθον ταῦτα δημηγορή‐ σων, εἰ ἐκ μόνης προαιρέσεως ἰδιωτικῆς καὶ ἀλόγου ἐλ‐ | |
5 | πίδος ἢ μείζονος [ἐλπίδος] ἐπιθυμίᾳ ἀνεπειθόμην. ἀλλ’ ἐμὲ καλοῦσι Ῥωμαῖοι, καὶ συνεχῶς βοῶντες ἐπείγουσιν ὀρέξαι τε χεῖρα σωτήριον καὶ οὕτω τὴν ἔνδοξον καὶ ἐνάρετον ἀπὸ προγόνων ἄνωθεν ἀρχὴν μὴ περιιδεῖν | 55 |
2.8.3 | αἰσχρῶς ἐρριμμένην. ὥσπερ δὲ τὸ τοῖς τηλικούτοις ἐπι‐ τολμᾶν οὐκ οὔσης εὐλόγου προφάσεως προπετὲς καὶ θρασύ, οὕτως καὶ τὸ πρὸς καλοῦντας καὶ δεομένους ὀκνηρὸν ἀνανδρίας ἅμα καὶ προδοσίας φέρει διαβολήν. | |
5 | διὸ παρῆλθον πευσόμενος ὑμῶν τίνα γνώμην ἔχοιτε καὶ 〈τί〉 πρακτέον ἡγοῖσθε, συμβούλοις τε ὑμῖν καὶ κοινω‐ νοῖς χρησόμενος περὶ τῶν καθεστώτων· τὸ γὰρ ἀποβη‐ σόμενον εἰ εὐτυχηθείη, κοινὴν ἐμοί τε καὶ ὑμῖν τὴν | |
2.8.4 | ἀπόλαυσιν παρέξει. οὐ φαῦλαι δὲ οὐδὲ κοῦφαι καλοῦσιν ἐλπίδες, ἀλλ’ ὅ τε Ῥωμαίων δῆμος, ᾧ τὴν δεσποτείαν τῶν ἁπάντων ἔνειμαν θεοὶ καὶ τὴν βασιλείαν, ἥ τε ἀρχὴ σαλεύουσα καὶ παρὰ μηδενί πω βεβαίως ἱδρυμένη. ὅθεν | |
5 | ἡμῖν καὶ τὸ τῆς ἐπιχειρήσεως ἀσφαλές, ἔκ τε τῆς τῶν καλούντων γνώμης καὶ ἐκ τοῦ μηδένα εἶναι τὸν ἀνθε‐ | |
2.8.5 | στῶτα μηδὲ κωλύοντα, ὑπάρξει· καὶ γὰρ οἱ τὰ ἐκεῖθεν ἀγγέλλοντές φασι μηδὲ τοὺς στρατιώτας, οἳ τὴν ἀρχὴν αὐτῷ χρημάτων ἀπέδοντο, πιστοὺς εἶναι [φρουροὺς] ὑπηρέτας, μηδὲ πληρώσαντος ἐκείνου ἃ ὑπέσχετο. τίνα | |
5 | τοίνυν ἔχετε γνώμην, δηλώσατε.“ | |
2.8.6 | τοιαῦτά τινα εἰπόντος αὐτοῦ, εὐθέως τὸ στρατιωτικὸν πᾶν καὶ τὸ συνειλεγμένον πλῆθος αὐτοκράτορά τε ἀνεῖπε καὶ σεβαστὸν προσηγόρευσε· τήν τε βασίλειον πορφύραν ἐπιβαλόντες, καὶ τὰ λοιπὰ τῆς σεβασμίου τιμῆς ἐξ αὐ‐ | |
5 | τοσχεδίου παρασκευῆς ἀθροίσαντες, καὶ προπομπεύοντος | |
τοῦ πυρός, ἔς τε τὰ ἱερὰ τῆς Ἀντιοχείας τὸν Νίγρον ἄγουσι καὶ ἐς τὴν αὐτοῦ οἰκίαν καθιστᾶσιν, οὐκέτι αὐ‐ τὴν ἰδιωτικὴν ἀλλὰ βασίλειον αὐλὴν νομίζοντες, πᾶσι κοσμήσαντες ἔξωθεν βασιλικοῖς συμβόλοις. | 56 | |
2.8.7 | ἐπὶ τούτοις δὴ ὁ Νίγρος πάνυ τὴν ψυχὴν ηὐφραίνετο, ὠχυρῶσθαί τε αὑτῷ τὰ τῆς ἀρχῆς ἡγεῖτο διά τε τὴν τῶν Ῥωμαίων γνώμην καὶ τὴν περὶ αὐτὸν σπουδὴν τῶν ἀν‐ θρώπων. ὡς γὰρ διιπταμένη ἡ φήμη πάντα ἐπῆλθεν | |
5 | ἔθνη ὅσα τὴν ἀντικειμένην ἤπειρον τῇ Εὐρώπῃ κατοικεῖ, οὐδείς τε ἦν ὅστις οὐχ ἑκὼν ἐς τὸ ὑπακούειν αὐτῷ ἠπεί‐ γετο, πρεσβεῖαί τε ἀπ’ ἐκείνων τῶν ἐθνῶν ἐς τὴν Ἀντιό‐ | |
2.8.8 | χειαν ὡς πρὸς βασιλέα ὁμολογούμενον ἐστέλλοντο. οἵ τ’ ἐπέκεινα Τίγριδος καὶ Εὐφράτου σατράπαι καὶ βασιλεῖς ἐπέστελλον συνηδόμενοι αὐτῷ, καὶ εἰ δέοιτο, βοηθείας ὑπισχνοῦντο. ὃ δὲ δώροις τε αὐτοὺς μεγαλοπρεπῶς | |
5 | ἠμείβετο, καὶ ἐπὶ τῇ σπουδῇ καὶ ταῖς ὑποσχέσεσι χάριν γινώσκων ἔλεγε μὴ δεῖσθαι συμμάχων· τὴν γὰρ ἀρχὴν αὑτῷ βεβαίως ὠχυρῶσθαι, ἀναιμωτί τε ἄρξειν. | |
2.8.9 | ταύταις ἐπαιρόμενος ταῖς ἐλπίσιν ὑπτίαζέ τε πρὸς τὴν τῶν πραγμάτων ἐπιμέλειαν, καὶ ἐς τὸ ἁβροδίαιτον ἀνει‐ μένος τοῖς Ἀντιοχεῦσι συνευφραίνετο, ἑορταῖς [τε] καὶ θέαις ἐπιδιδοὺς ἑαυτόν. τῆς τε ἐς τὴν Ῥώμην ἀφόδου, | |
2.8.10 | ἐφ’ ἣν μάλιστα ἐχρῆν σπεύδειν, ἠμέλει. τοῖς τε Ἰλλυρι‐ κοῖς στρατεύμασι δέον ἐπιφοιτῆσαι τὴν ταχίστην καὶ φθάσαι οἰκειωσάμενον αὐτά, ὃ δὲ οὐδὲ τῶν πραττομέ‐ νων τι αὐτοῖς ἐδήλου, ἐλπίζων τοὺς ἐκεῖ στρατιώτας, | |
5 | εἴ ποτε καὶ μάθοιεν, ὁμογνώμονας ἔσεσθαι τῇ τε Ῥω‐ μαίων εὐχῇ καὶ τῇ τῶν κατὰ τὴν ἀνατολὴν στρατοπέδων | |
γνώμῃ. | 57 | |
2.9.1 | ταῦτα δὲ αὐτοῦ διατυποῦντος καὶ κούφαις καὶ ἀδή‐ λοις ἐπαιωρουμένου ἐλπίσι, διηγγέλλετο τὰ πραττόμενα ἔς τε Παίονας καὶ Ἰλλυριοὺς καὶ πᾶν τὸ ἐκεῖσε στρα‐ τιωτικόν, ὃ ταῖς ὄχθαις Ἴστρου τε καὶ Ῥήνου ἐπικείμε‐ | |
5 | νον, ἀπεῖργον τοὺς ἐπέκεινα βαρβάρους, φρουρεῖ τὴν | |
2.9.2 | Ῥωμαίων ἀρχήν. ἡγεῖτο δὲ Παιόνων πάντων (ὑπὸ μιᾷ γὰρ ἦσαν ἐξουσίᾳ) Σεβῆρος, ἀνὴρ τὸ μὲν γένος Λίβυς, ἐς δὲ πραγμάτων διοίκησιν γενναῖος ἅμα καὶ θυμοει‐ δής, σκληρῷ τε βίῳ καὶ τραχεῖ ἐνειθισμένος, πόνοις τε | |
5 | ἀντέχων ῥᾷστα, νοῆσαί τε ὀξὺς καὶ τὸ νοηθὲν ἐπιτε‐ | |
2.9.3 | λέσαι ταχύς. οὗτος τοίνυν παρὰ τῶν ἀγγελλόντων πυν‐ θανόμενος τὴν Ῥωμαίων ἀρχὴν μετέωρον φερομένην 〈τὸν Νίγρον καὶ τὸν Ἰουλιανὸν〉 ἁρπάσαι, καταγνοὺς τοῦ μὲν ῥᾳθυμίαν τοῦ δὲ ἀνανδρίαν, ... 〈ἐπιθέσθαι〉 | |
5 | τοῖς πράγμασιν. ἀνέπειθε δὲ αὐτὸν ὀνείρατα τοιαύτην τινὰ ἐλπίδα ὑποσημαίνοντα, χρησμοί τε καὶ ὅσα ἐς πρό‐ γνωσιν τῶν μελλόντων σύμβολα φαίνεται· ἅπερ πάντα ἀψευδῆ καὶ ἀληθῆ τότε πιστεύεται ὅταν ἐς τὴν ἀπόβασιν | |
2.9.4 | εὐτυχηθῇ. τὰ μὲν οὖν πολλὰ ἱστόρησεν αὐτός τε συγ‐ γράψας ἐν τῷ καθ’ αὑτὸν βίῳ καὶ δημοσίαις ἀνέθηκεν εἰκόσι· τὸ δ’ οὖν τελευταῖον καὶ μέγιστον, ὅπερ αὐτῷ καὶ τὴν ἐλπίδα πᾶσαν ὑπέφαινεν ὄναρ, οὐδ’ ἡμῖν παρα‐ | |
2.9.5 | λειπτέον. κατὰ γὰρ τὸν καιρὸν ὃν ἀπηγγέλη Περτίναξ παραλαβὼν τὴν ἀρχήν, μετὰ τὸ προελθεῖν καὶ θῦσαι καὶ τὸν ὑπὲρ τῆς Περτίνακος βασιλείας ὅρκον ἀφοσιώσασθαι | |
ὁ Σεβῆρος ἐπανελθὼν ἐς τὴν οἰκίαν ἑσπέρας καταλαβού‐ | 58 | |
5 | σης ἐς ὕπνον κατηνέχθη, μέγαν δὲ καὶ γενναῖον ἵππον βασιλικοῖς φαλάροις κεκοσμημένον ᾠήθη βλέπειν, φέ‐ ροντα τὸν Περτίνακα ἐποχούμενον διὰ μέσης τῆς ἐν | |
2.9.6 | Ῥώμῃ ἱερᾶς ὁδοῦ. ἐπεὶ δὲ κατὰ τὴν τῆς ἀγορᾶς ἀρχὴν ἐγένετο, ἔνθα ἐπὶ τῆς δημοκρατίας πρότερον ὁ δῆμος συνιὼν ἐκκλησίαζεν, [ᾠήθη] τὸν ἵππον ἀποσείσασθαι μὲν τὸν Περτίνακα καὶ ῥῖψαι, αὐτῷ δὲ †ἄλλως ἑστῶτι ὑπο‐ | |
5 | δῦναί τε αὐτὸν καὶ ἀράμενον ἐπὶ τοῖς νώτοις φέρειν τε ἀσφαλῶς καὶ στῆναι βεβαίως ἐπὶ τῆς ἀγορᾶς μέσης, ἐς ὕψος ἄραντα τὸν Σεβῆρον ὡς ὑπὸ πάντων ὁρᾶσθαί τε καὶ τιμᾶσθαι. μένει δὲ καὶ ἐς ἡμᾶς ἐν ἐκείνῳ τῷ χωρίῳ | |
2.9.7 | ἡ τοῦ ὀνείρατος εἰκὼν μεγίστη, χαλκοῦ πεποιημένη. οὕ‐ τω τοίνυν ὁ Σεβῆρος ἀρθεὶς τὴν γνώμην, ἐλπίζων τε θείᾳ προνοίᾳ ἐπὶ τὴν ἀρχὴν [αὐτὸν] καλεῖσθαι, ἀπόπει‐ ραν ἐποιεῖτο τῆς τῶν στρατιωτῶν γνώμης, τὰ μὲν πρῶτα | |
5 | κατ’ ὀλίγους ἡγεμόνας τε καὶ χιλιάρχους τούς τε ἐν τοῖς στρατοπέδοις ἐξέχοντας οἰκειούμενος, καὶ περὶ τῆς ἀρχῆς τῶν Ῥωμαίων διαλεγόμενος, ὡς παντάπασιν ἔρριπται οὐδενὸς ὄντος τοῦ γενναίως ἢ κατ’ ἀξίαν αὐτὴν διοι‐ | |
2.9.8 | κοῦντος. διέβαλλε δὲ τοὺς ἐν Ῥώμῃ στρατιώτας ὡς ἀπί‐ στους καὶ βασιλείῳ καὶ ἐμφυλίῳ αἵματι μιάναντας τὸν ὅρκον, ἔλεγέ τε δεῖν ἐπαμῦναι καὶ ἐπεξελθεῖν τῷ Περ‐ τίνακος φόνῳ. ᾔδει δὲ πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν | |
2.9.9 | στρατιώτας μεμνημένους τῆς Περτίνακος ἠγεμονίας· ὑπὸ γὰρ Μάρκῳ βασιλεύοντι πολλὰ ἐγείρας σὺν αὐτοῖς κατὰ Γερμανῶν τρόπαια, στρατηγός τε καὶ ἡγεμὼν τῶν Ἰλλυ‐ | |
ρικῶν κατασταθείς, ἀνδρείαν μὲν πᾶσαν ἐν ταῖς μάχαις | 59 | |
5 | πρὸς τοὺς πολεμίους ἐπεδέδεικτο, εὔνοιαν δὲ καὶ χρη‐ στότητα μετὰ σώφρονος καὶ ἐπιεικοῦς ἐξουσίας τοῖς ἀρ‐ χομένοις παρέσχητο, ὅθεν αὐτοῦ τὴν μνήμην τιμῶντες ἐπὶ τοῖς οὕτως ὠμῶς κατ’ αὐτοῦ τετολμημένοις ἠγανά‐ | |
2.9.10 | κτουν. ταύτης δὴ τῆς προφάσεως λαβόμενος ὁ Σεβῆρος εὐμαρῶς αὐτοὺς ἐς ἃ ἐβούλετο ὑπηγάγετο, προσποιού‐ μενος οὐχ οὕτω τῆς ἀρχῆς ἀντιποιεῖσθαι, οὐδ’ αὑτῷ τὴν ἐξουσίαν μνᾶσθαι, ὡς θέλειν ἐπεξελθεῖν τοιούτου βασι‐ | |
2.9.11 | λέως αἵματι. ὥσπερ δὲ τὰ σώματα οἱ ἐκεῖσε ἄνθρωποι γενναιότατοί τε καὶ μεγάλοι εἰσὶ καὶ πρὸς μάχας ἐπιτή‐ δειοι καὶ φονικώτατοι, οὕτω καὶ τὰς διανοίας παχεῖς καὶ μὴ ῥᾳδίως συνεῖναι δυνάμενοι, εἴ τι μετὰ πανουργίας | |
5 | ἢ δόλου λέγοιτο ἢ πράττοιτο. πιστεύσαντες γοῦν τῷ Σεβήρῳ προσποιουμένῳ χαλεπαίνειν καὶ θέλειν ἐπεξελ‐ θεῖν τῷ Περτίνακος φόνῳ ἐπέδοσαν αὑτούς, ὡς αὐτο‐ | |
2.9.12 | κράτορά τε ἀποδεῖξαι καὶ τὴν ἀρχὴν ἐγχειρίσαι. ὃ δ’ ὡς ἔγνω τὴν τῶν Παιόνων γνώμην, διέπεμπε καὶ ἐς τὰ γειτνιῶντα ἔθνη καὶ πρὸς πάντας τοὺς ἄρχοντας τῶν ὑπ’ ἄρκτῳ Ῥωμαίοις δουλευόντων ἐθνῶν, μεγάλαις τε πάν‐ | |
5 | τας ὑποσχέσεσι καὶ ἐλπίσιν ἀναπείθων ῥᾳδίως ὑπηγάγετο. | |
2.9.13 | ἱκανώτατος δ’ ἦν ἁπάντων ἀνθρώπων μάλιστα προσ‐ ποιήσασθαί τε καὶ πιστώσασθαι εὔνοιαν, μήτε ὅρκου φειδόμενος, εἰ δέοι τούτου καταφρονῆσαι, ψευσάμενος πρὸς τὸ χρειῶδες, διά τε γλώττης προΐετο ὅσα μὴ ἔφερεν | |
5 | ἐπὶ γνώμης. | |
2.10.1 | θεραπεύσας οὖν διὰ γραμμάτων πάντας τοὺς κατὰ τὸ Ἰλλυρικὸν ... ἅμα καὶ ἄρχοντας, προσηγάγετο αὐτούς. | |
ἀθροίσας δὲ τοὺς πανταχόθεν στρατιώτας, Σεβῆρόν τε Περτίνακα ἑαυτὸν ὀνομάσας, ὅπερ οὐ μόνον ἤλπιζε τοῖς | 60 | |
5 | Ἰλλυρικοῖς εἶναι κεχαρισμένον, ἀλλὰ καὶ τῷ δήμῳ τῶν Ῥωμαίων διὰ τὴν ἐκείνου μνήμην, συγκαλέσας τε αὐτοὺς ἐς τὸ πεδίον, καὶ βήματος αὐτῷ ἀρθέντος ἀνελθὼν ἔλεξε τοιάδε· | |
2.10.2 | „τὸ πιστὸν ὑμῶν καὶ πρός τε θεοὺς σεβάσμιον, οὓς ὄμνυτε, πρός τε βασιλέας τίμιον, οὓς αἰδεῖσθε, δεδη‐ λώκατε δι’ ὧν ἀγανακτεῖτε ἐφ’ οἷς οἱ κατὰ τὴν Ῥώμην στρατιῶται, πομπῆς μᾶλλον ἢ ἀνδρείας ὑπηρέται, ἐτόλ‐ | |
5 | μησαν. κἀμοὶ δὲ δι’ εὐχῆς ἐστί, πρότερον μὲν οὐδέποτε ἀντιποιησαμένῳ τοιαύτης ἐλπίδος (ἴστε γάρ μου τὸ πρὸς τοὺς βασιλεύσαντας πειθήνιον), νῦν δὲ ἐπὶ τέλος τε ἀγαγεῖν καὶ ἀνύσαι ταῦτα ἅπερ ὑμῖν ἐστὶ κεχαρισμένα, | |
2.10.3 | τήν τε Ῥωμαίων ἀρχὴν μὴ περιιδεῖν ἐρριμμένην, ἣ πρό‐ τερον μὲν μέχρι Μάρκου σεμνοπρεπῶς διοικουμένη σε‐ βάσμιος ἐφαίνετο, ἐς Κόμμοδον δὲ μεταπεσοῦσα, εἰ καί τινα ὑπ’ ἐκείνου διὰ νεότητα ἐπλημμελεῖτο, ἀλλ’ οὖν τῇ | |
5 | εὐγενείᾳ καὶ τῇ τοῦ πατρὸς μνήμῃ ἐπεσκιάζετο· καὶ πλέον ἦν ἐν αὐτῷ τὸ ἐλεούμενον ἐφ’ οἷς ἐσφάλλετο ἢ τὸ μι‐ σούμενον, ἐπεὶ τὰ πλεῖστα τῶν γινομένων οὐκ ἐς ἐκεῖνον ἀνεφέρομεν, ἀλλ’ ἐς τοὺς περὶ αὐτὸν κόλακάς τε καὶ οὐ πρεπόντων ἔργων ὁμοῦ συμβούλους τε καὶ ὑπηρέτας. | |
2.10.4 | ἐπεὶ δὲ ἐς σεμνὸν πρεσβύτην, οὗ τῆς ἀνδρείας τε καὶ χρηστότητος ἔτι ταῖς ψυχαῖς ἡμῶν ἡ μνήμη ἐνέστακται, περιῆλθεν ἡ ἀρχή, οἳ δὲ οὐκ ἠνέσχοντο, ἀλλὰ τοιοῦτον | |
ἄνδρα φόνῳ ἀπεσκευάσαντο. τὴν δὲ γῆς καὶ θαλάττης | 61 | |
5 | τοσαύτην ἀρχὴν ὠνησάμενός τις αἰσχρῶς πρός τε τοῦ δήμου, ὡς ἀκούετε, μεμίσηται, πρός τε τῶν ἐκεῖ στρατιω‐ | |
2.10.5 | τῶν, οὓς ἐψεύσατο, οὐκέτι πιστεύεται. ὧν, εἰ καὶ ἔμελλον ὑπὲρ αὐτοῦ παρατάξασθαι μετ’ εὐνοίας, καὶ πλήθει σύμ‐ παντες καὶ καθ’ ἕνα εὐανδρίᾳ προύχετε, ἀσκήσει τε πο‐ λεμικῶν ἔργων ἐγγεγύμνασθε ὑμεῖς μὲν ἀεὶ βαρβάροις | |
5 | ἀντιταττόμενοι, καὶ φέρειν πόνους πάντας, κρύους τε καὶ θάλπους καταφρονεῖν, ποταμούς τε πηγνυμένους πα‐ τεῖν, καὶ πίνειν ὀρυττόμενον ἀλλ’ οὐκ ἀνιμώμενον ὕδωρ εἰθισμένοι. θήραις τε ἐγγεγύμνασθε, καὶ πάντως ὑμῖν ἐς ἀνδρείαν ὑπάρχει γενναῖα ἐφόδια, ὡς μηδὲ εἰ βουλη‐ | |
2.10.6 | θείη τις, δύνασθαι ὑμῖν ἀντιστῆναι. δοκίμιον δὲ στρα‐ τιωτῶν κάματος, ἀλλ’ οὐ τρυφή, ᾗπερ ἐκεῖνοι ἐγκραι‐ παλῶντές τε καὶ ἐναυξηθέντες οὐδ’ ἂν τῆς βοῆς ὑμῶν ἀνάσχοιντο, οὔτι γε τῆς μάχης. εἰ δέ τινες τὰ κατὰ Συ‐ | |
5 | ρίαν ὑποπτεύουσι πράγματα, ἐντεῦθεν ἂν τεκμήραιντο ἀσθενῆ τε ὄντα καὶ φαύλας ἔχοντα τὰς ἐλπίδας, ὅπου μηδὲ προελθεῖν τῆς αὑτῶν χώρας ἐτόλμησαν, μηδέ τι περὶ τῆς ἐς Ῥώμην ἀφόδου βουλεύσασθαι ἐθάρρησαν, ἀγαπητῶς ἐκεῖ μένοντες, καὶ τὴν ἐφήμερον τρυφὴν κέρ‐ | |
2.10.7 | δος τῆς οὔπω βεβαίας ἀρχῆς νομίζουσιν. ἐπὶ μὲν γὰρ τὸ χαριέντως καὶ μετὰ παιδιᾶς ἀποσκῶψαι ἐπιτήδειοι Σύ‐ ροι, καὶ μάλιστα οἱ τὴν Ἀντιόχειαν οἰκοῦντες, 〈οὕσ〉 φασι περὶ τὸν Νίγρον ἐσπουδακέναι· τὰ δ’ ἄλλα ἔθνη | |
5 | καὶ αἱ ἄλλαι πόλεις μέχρι νῦν τῷ μηδένα εὑρίσκεσθαι τὸν ἄξιον τῆς ἀρχῆς ἐσόμενον, σπάνει τοῦ μετὰ ἀνδρείας καὶ σώφρονος διοικήσεως ἄρξοντος ἐκείνῳ δῆλον ὅτι | |
2.10.8 | προσποιοῦνται ὑπακούειν. εἰ δὲ τήν τε Ἰλλυρικὴν δύ‐ ναμιν ἅμα χειροτονήσασαν μάθοιεν, τό τε ἡμέτερον ὄνομα πύθοιντο οὐκ ἄγνωστον οὐδ’ ἄσημον παρ’ αὐτοῖς ὑπάρ‐ χον ἐξ ὧν ἡγεμονεύσαντες ἐκεῖσε διῳκήσαμεν, εὖ ἴστε, | 62 |
5 | οὔτε ἐμοῦ ῥᾳθυμίαν ἢ ἀδρανίαν καταγνώσονται, οὔτε τὸ ὑμέτερον γενναῖον καὶ πρὸς τὰς μάχας ἐμβριθὲς ὑπο‐ στῆναι αἱρήσονται, καὶ σωμάτων μεγέθεσι καὶ πόνων ἀσκήσεσι〈ν〉 [καὶ] ἐν τῇ συστάδην μάχῃ πολὺ ὑμῶν ἀπο‐ | |
2.10.9 | λείποντες. φθάσωμεν οὖν τὴν Ῥώμην προκαταλαβόντες, ἔνθα ἡ βασίλειος ἔστιν ἑστία· κἀκεῖθεν ὁρμώμενοι τὰ λοιπὰ εὐμαρῶς διοικήσομεν, θείαις τε προρρήσεσι πι‐ στεύοντες καὶ τῇ τῶν ὑμετέρων ἀνδρείᾳ ὅπλων τε καὶ | |
5 | σωμάτων.“ τοιαῦτα εἰπόντα τὸν Σεβῆρον εὐφημήσαντες οἱ στρα‐ τιῶται, καλοῦντες Σεβαστὸν καὶ Περτίνακα, πᾶσαν ἐν‐ | |
2.11.1 | εδείκνυντο προθυμίαν καὶ σπουδήν. ὁ δὲ Σεβῆρος μη‐ δένα διδοὺς καιρὸν ἀναβολῆς, συσκευάσασθαί τε αὐτοὺς ὡς ἔνι μάλιστα εὐστελέστατα ἐκέλευσε, τήν τε ἐς τὴν Ῥώμην ἔξοδον ἐπήγγειλε· νομάς τε αὐτοῖς διαδοὺς καὶ | |
5 | ἐφόδια τῆς ὁδοιπορίας εἴχετο. συντόνῳ δὲ σπουδῇ καὶ γενναίοις πόνοις τὴν ὁδὸν ἐπετάχυνε, μήτε που ἐνδια‐ τρίβων, μήτε διδοὺς καιρὸν ἀναπαύλης, εἰ μὴ τοσοῦτον ὅσον ὀλίγον τοὺς στρατιώτας ἀναπνεύσαντας ἔχεσθαι | |
2.11.2 | τῆς ὁδοῦ. ἐκοινώνει δὲ τῶν καμάτων αὐτοῖς, σκηνῇ τε χρώμενος εὐτελεῖ, καὶ σιτία καὶ ποτὰ προσφερόμενος οἷα καὶ πᾶσιν ὑπάρχειν ἠπίστατο· οὐδαμοῦ δὲ τρυφὴν ἐν‐ | |
εδείκνυτο βασιλικήν. ὅθεν καὶ μείζονα παρὰ τῶν στρα‐ | 63 | |
5 | τιωτῶν εὔνοιαν ἐπιστώσατο· οὐ γὰρ μόνον αὐτὸν συμ‐ πονοῦντα ἀλλὰ καὶ τῶν καμάτων ἄρχοντα οἱ στρατιῶται αἰδούμενοι μετὰ προθυμίας πάντα ἔπραττον. | |
2.11.3 | ὃ δὲ τὴν Παιονίαν διαδραμὼν ἐπέστη τοῖς τῆς Ἰτα‐ λίας ὅροις, καὶ τὴν φήμην φθάσας πρότερον ὤφθη τοῖς ἐκεῖσε παρὼν βασιλεὺς ἢ ἀφιξόμενος ἠκούσθη. δέος τε μέγα τὰς Ἰταλιώτιδας πόλεις κατελάμβανε πυνθανομένας | |
5 | τοσούτου ἔφοδον στρατοῦ. οἱ γὰρ κατὰ τὴν Ἰταλίαν ἄν‐ θρωποι, ὅπλων καὶ πολέμων πάλαι ἀπηλλαγμένοι, γεωργίᾳ | |
2.11.4 | καὶ εἰρήνῃ προσεῖχον. ἐς ὅσον μὲν γὰρ ὑπὸ δημοκρατίας τὰ Ῥωμαίων διῳκεῖτο καὶ ἡ σύγκλητος ἐξέπεμπε τοὺς τὰ πολεμικὰ στρατηγήσοντας, ἐν ὅπλοις Ἰταλιῶται πάν‐ τες ἦσαν καὶ γῆν καὶ θάλασσαν ἐκτήσαντο, Ἕλλησι πο‐ | |
5 | λεμήσαντες καὶ βαρβάροις· οὐδέ τι ἦν γῆς μέρος ἢ κλίμα | |
2.11.5 | οὐρανοῦ ὅπου μὴ Ῥωμαῖοι τὴν ἀρχὴν ἐξέτειναν. ἐξ οὗ δὲ ἐς τὸν Σεβαστὸν περιῆλθεν ἡ μοναρχία, Ἰταλιώτας μὲν πόνων ἀπέπαυσε καὶ τῶν ὅπλων ἐγύμνωσε, φρούρια δὲ καὶ στρατόπεδα τῆς ἀρχῆς προυβάλετο, μισθοφόρους | |
5 | ἐπὶ ῥητοῖς σιτηρεσίοις στρατιώτας καταστησάμενος ἀντὶ τείχους τῆς Ῥωμαίων ἀρχῆς· ποταμῶν τε μεγέθεσι καὶ τάφρων ἢ ὀρῶν προβλήμασιν ἐρήμῳ τε γῇ καὶ δυσβάτῳ | |
2.11.6 | φράξας τὴν ἀρχὴν ὠχυρώσατο. ὅθεν τὸν Σεβῆρον προσ‐ ιόντα πυνθανόμενοι τότε μετὰ τοσούτου στρατοῦ εἰκό‐ τως ἐταράττοντο τῷ ἀήθει τοῦ πράγματος· οὔτε δὲ ἀν‐ τιστῆναι ἢ κωλῦσαι ἐτόλμων, ὑπήντων δὲ δαφνηφο‐ | |
5 | ροῦντες καὶ πύλαις ἀναπεπταμέναις ἐδέχοντο. ὃ δὲ το‐ σοῦτον ἀνεπαύετο ὅσον καλλιερῆσαί τε καὶ τοὺς δήμους προσειπεῖν, ἐς δὲ τὴν Ῥώμην ἠπείγετο. | |
2.11.7 | ὡς δὲ ταῦτα τῷ Ἰουλιανῷ ἀπηγγέλλετο, ἐν ἐσχάτῃ ἀπογνώσει ἦν, τοῦ μὲν Ἰλλυρικοῦ στρατοῦ τὴν δύναμιν καὶ τὸ πλῆθος ἀκούων, οὔτε δὲ τῷ δήμῳ πιστεύων, ἐπεὶ μεμίσητο, οὔτε τοῖς στρατιώταις θαρρῶν, οὓς ἔψευστο. | 64 |
5 | χρήματα δὴ πάντα ἀθροίζων τά τε αὑτοῦ καὶ παρὰ τῶν φίλων, καὶ εἴ τινα ἦν, ἐκ δημοσίων καὶ ἱερῶν τόπων λαμβάνων, τοῖς στρατιώταις διανέμειν ἐπειρᾶτο, ὡς ἀνα‐ | |
2.11.8 | κτήσαιτο τὴν εὔνοιαν αὐτῶν. οἳ δέ, καίτοι μεγάλα λαμ‐ βάνοντες, χάριν οὐκ ᾔδεσαν· ὄφλημα γὰρ αὐτὸν ἀποτί‐ νειν ἀλλ’ οὐ δωρεὰν διανέμειν ἐλογίζοντο. ὁ δὲ Ἰουλιανός, καίτοι συμβουλευόντων αὐτῷ τῶν | |
5 | φίλων ἐξαγαγεῖν τὸ στρατιωτικὸν καὶ τὰ στενὰ τῶν Ἄλ‐ πεων προκαταλαβεῖν—μέγιστα ἐκεῖνα ὄρη, καὶ οἷα οὐκ ἄλλα ἐν τῇ καθ’ ἡμᾶς γῇ, ἐν τείχους σχήματι περί‐ κειται καὶ προβέβληται Ἰταλίας, καὶ τοῦτο μετὰ τῆς ἄλλης εὐδαιμονίας παρασχούσης τῆς φύσεως Ἰταλιώταις, | |
10 | ἔρυμα ἄρρηκτόν τε καὶ .. αὐτῶν προβεβλῆσθαι, ἀπὸ τῆς ἀρκτῴας θαλάσσης ἐπὶ τὴν πρὸς μεσημβρίαν βλέπουσαν | |
2.11.9 | διῆκον. ἀλλ’ οὐδὲ τῆς πόλεως προελθεῖν Ἰουλιανὸς ἐτόλ‐ μα· διέπεμπέ τε, τῶν στρατιωτῶν δεόμενος ὁπλίζεσθαί τε καὶ γυμνάζεσθαι πρό τε τῆς πόλεως τάφρους διορύτ‐ τειν. καὶ τὴν πρὸς Σεβῆρον μάχην ὡς ἐν τῇ πόλει ποι‐ | |
5 | ησόμενος παρεσκεύαζε· τούς τε ἐλέφαντας πάντας, οἳ ἐς πομπὴν ὑπηρετοῦσι Ῥωμαίοις, πύργους καὶ ἄνδρας φέ‐ ρειν ἐπὶ τῶν νώτων ἐπαίδευεν, οἰόμενος οὕτως ἐκπλή‐ ξειν τούς τε Ἰλλυριούς, καὶ τὴν τῶν πολεμίων ἵππον | |
διαταράξειν ὄψει καὶ μεγέθει θηρίων μὴ πρότερον αὐ‐ | 65 | |
10 | τοῖς ἑωραμένων. τότε δὴ πᾶσα ἡ πόλις ὅπλα εἰργάζετο καὶ τὰ πρὸς πόλεμον παρεσκευάζετο. | |
2.12.1 | μελλόντων δὲ τῶν Ἰουλιανοῦ στρατιωτῶν ἔτι καὶ τὰ πρὸς πόλεμον ἕτοιμα ποιούντων, ἀγγέλλεται ὁ Σεβῆρος ἤδη προσιών. καὶ πολὺ τοῦ στρατεύματος μέρος διασκε‐ δάσας ἐκεῖνος κελεύει παρεισδύεσθαι ἐς τὴν πόλιν. οἳ | |
5 | δὲ κατὰ πάσας ὁδοὺς διανείμαντες αὑτούς, πολλοὶ ... δ’ ἐς Ῥώμην νύκτωρ λανθάνοντες εἰσῄεσαν, τὰ ὅπλα ὑπο‐ | |
2.12.2 | κρύπτοντες, ἐν ἰδιωτῶν σχήματι. καὶ ἤδη οἱ πολέμιοι ἔνδον ἦσαν τοῦ Ἰουλιανοῦ ἔτι ὑπτιάζοντος καὶ τὰ πρατ‐ τόμενα ἀγνοοῦντος. ἐπεὶ δὲ ταῦτα διάπυστα τῷ δήμῳ ἐγένετο, ἐν ταραχῇ πολλῇ πάντες ἦσαν, καὶ δεδιότες τὴν | |
5 | δύναμιν τοῦ Σεβήρου τὰ ἐκείνου φρονεῖν προσεποιοῦν‐ το, τοῦ μὲν Ἰουλιανοῦ καταγινώσκοντες ἀνανδρίαν, τοῦ δὲ Νίγρου μέλλησίν τε καὶ ῥᾳθυμίαν· τὸν δὲ Σεβῆρον | |
2.12.3 | ἀκούοντες ἤδη παρόντα ἐθαύμαζον. ὁ δὲ Ἰουλιανὸς πολλῇ καταλαμβανόμενος ἀφασίᾳ τε καὶ ἀπορίᾳ, ὅπως χρήσεται τοῖς πράγμασιν, οὐκ εἰδώς, ἀθροισθῆναι κελεύσας τὴν σύγκλητον καταπέμπει γράμματα, δι’ ὧν ἐσπένδετο δὴ | |
5 | πρὸς τὸν Σεβῆρον καὶ αὐτοκράτορα ἀναδείξας κοινωνὸν τῆς βασιλείας ἐποιεῖτο. ἡ δὲ σύγκλητος ἐψηφίσατο μὲν ταῦτα, ὁρῶντες δὲ τὸν Ἰουλιανὸν ἀποδειλιῶντα καὶ ἐν ἀπογνώσει 〈ὄντα〉, τῷ Σεβήρῳ πάντες ἤδη προσετίθεντο. | |
2.12.4 | δύο δέ που ἢ τριῶν ἡμερῶν παραδραμουσῶν, ἐπείπερ ἤδη τὸν Σεβῆρον καὶ αὐτῇ τῇ πόλει ἐπιστησόμενον ἤκουον, καταφρονήσαντες τοῦ Ἰουλιανοῦ συνίασιν ἐς τὸ συνέδριον, τῶν ὑπάτων κελευσάντων, οἳ τὰ τῆς Ῥώμης | |
5 | διοικεῖν εἰώθασιν ὁπηνίκα ἂν τὰ τῆς βασιλείας μετέωρα | 66 |
2.12.5 | ᾖ. συνελθόντες τοίνυν περὶ τῶν πρακτέων ἐσκέπτοντο, τοῦ Ἰουλιανοῦ ἔτι ὄντος ἐν τῇ βασιλείῳ αὐλῇ καὶ τὰς παρούσας ὀδυρομένου τύχας, ἱκετεύοντός τε 〈καὶ μέλ‐ λοντοσ〉 ἐξομόσασθαι τὴν ἀρχὴν καὶ παραχωρῆσαι πάσης | |
5 | τῆς δυναστείας τῷ Σεβήρῳ. | |
2.12.6 | ὡς δὲ ἔμαθεν ἡ σύγκλητος τὸν Ἰουλιανὸν οὕτως κατ‐ επτηχότα, τὴν δὲ δορυφόρων φρουρὰν διὰ δέος τοῦ Σεβήρου αὐτὸν ἐγκαταλιποῦσαν, ψηφίζεται τὸν μὲν ἀν‐ αιρεθῆναι, ἀποδειχθῆναι δὲ μόνον αὐτοκράτορα τὸν Σε‐ | |
5 | βῆρον· πρεσβείαν τε πρὸς αὐτὸν ἐκπέμπουσιν διὰ τῶν ἐν ἀρχαῖς ὄντων καὶ τῶν ἐξοχωτάτων τῆς βουλῆς, πάσας | |
2.12.7 | αὐτῷ προσφέρειν τὰς σεβασμίους τιμάς. ἐπὶ δὲ τὸν Ἰου‐ λιανὸν εἷς τῶν χιλιαρχούντων ἀναπέμπεται, ἀποκτενῶν ἄνανδρον καὶ ἄθλιον πρεσβύτην, ἰδίοις χρήμασιν ὠνη‐ σάμενον οὕτω πονηρὸν τέλος. | |
2.13.1 | ὃ μὲν οὖν εὑρεθεὶς ἔρημός τε καὶ ὑπὸ πάντων κατα‐ λειφθείς, αἰσχρῶς ὀλοφυρόμενος ἐφονεύθη· ἐπεὶ δὲ τὰ παρὰ τῆς συγκλήτου ἐδηλώθη τῷ Σεβήρῳ ἥ τε τοῦ Ἰου‐ λιανοῦ ἀναίρεσις, ἤρθη καὶ ἐς μειζόνων πραγμάτων ἐλ‐ | |
5 | πίδα, καὶ σοφίσματι ἐχρήσατο, ὡς ἂν χειρώσαιτο καὶ αἰχμαλώτους τοὺς τὸν Περτίνακα ἀνῃρηκότας λάβοι. ἐπιστέλλει δὲ καὶ ἰδίᾳ μὲν λανθάνοντα γράμματα τοῖς τε χιλιάρχοις καὶ τοῖς ἑκατοντάρχοις ὑπισχνούμενος με‐ γάλα, ὅπως πείσειαν τοὺς ἐν τῇ Ῥώμῃ στρατιώτας ὑπ‐ | |
10 | ακούειν εὐπειθῶς τοῖς ὑπὸ τοῦ Σεβήρου κελευομένοις· | |
2.13.2 | ἐκπέμπει δὲ καὶ κοινὴν ἐπιστολὴν πρὸς τὸ στρατόπεδον, κελεύων καταλιπεῖν μὲν ἐν τῷ στρατοπέδῳ 〈τὰ ὅπλα〉 πάντα, αὐτοὺς δὲ ἐξελθεῖν 〈ἐν〉 εἰρηνικῷ σχήματι, ὥσπερ εἰώθασι θύοντος ἢ ἑορτάζοντος βασιλέως προπομπεύειν, | 67 |
5 | ὀμόσαι τε ἐς τὸ Σεβήρου ὄνομα, καὶ μετ’ ἀγαθῶν ἐλπί‐ δων ἐλθεῖν ὡς μέλλοντας τὸν Σεβῆρον δορυφορήσειν. | |
2.13.3 | πιστεύσαντες δὴ οἱ στρατιῶται τοῖς ἐπεσταλμένοις, πει‐ σθέντες τε ὑπὸ τῶν χιλιαρχούντων, τὰ μὲν ὅπλα κατέλι‐ πον πάντα, αὐτοὶ δὲ ἐν μόναις ταῖς πομπικαῖς ἐσθῆσι δαφνηφοροῦντες ἠπείγοντο. ὡς δὲ πρὸς τῷ στρατοπέδῳ | |
5 | τοῦ Σεβήρου ἐγένοντο, ἠγγέλησάν τε ἀφικόμενοι ἐς τὸ πεδίον, οὗ αὐτοὺς ὁ Σεβῆρος συνελθεῖν κελεύει ... ὡς | |
2.13.4 | δὴ δεξιωσόμενος καὶ προσαγορεύσων. ὡς δὲ ἀνελθόντα αὐτὸν ἐπὶ τὸ βῆμα προσῆλθον ὁμοθυμαδὸν εὐφημήσον‐ τες, πάντες ὑφ’ ἑνὶ συνθήματι συλλαμβάνονται· προεί‐ ρητο γὰρ τῷ τοῦ Σεβήρου στρατῷ, ὁπηνίκα ἂν στῶσιν | |
5 | ἐς τὸν βασιλέα ἀποβλέποντες μετέωρόν τε τὴν γνώμην ἔχοντες, κυκλώσασθαι αὐτοὺς πολεμίῳ νόμῳ, καὶ τιτρώ‐ σκειν μὲν ἢ παίειν μηδένα, συνέχειν δὲ καὶ φρουρεῖν φράξαντας ἐν κύκλῳ τοῖς ὅπλοις, τάς τε διβολίας καὶ τὰ δόρατα ἐπισείειν, ὡς δέει τοῦ τρωθῆναι γυμνοί τε πρὸς | |
2.13.5 | ὡπλισμένους καὶ ὀλίγοι πρὸς πολλοὺς μὴ μάχοιντο. ἐπεὶ δὲ αὐτοὺς ὥσπερ σαγηνεύσας ἐντὸς τῶν ὅπλων δοριαλώ‐ τους εἶχε, μεγάλῃ βοῇ καὶ θυμοειδεῖ τῷ πνεύματι ἔλεξε πρὸς αὐτοὺς τοιάδε· | |
5 | „ὅτι μὲν ὑμῶν καὶ σοφίᾳ κρείττους ἐσμὲν καὶ δυνάμει | |
στρατοῦ καὶ συμμάχων πλήθει, ἔργῳ ὁρᾶτε· εἴληφθε γοῦν ῥᾳδίως, καὶ ἀκονιτί γε ἑαλώκατε. ἔστι δ’ ἐν ἐμοὶ ὅ τι ποτ’ ἂν ὑμᾶς δρᾶσαι θελήσω, καὶ πρόκεισθε ἤδη θύ‐ | 68 | |
2.13.6 | ματα τῆς ἡμετέρας ἐξουσίας. εἰ μὲν οὖν ὑμῖν πρὸς τὰ τετολμημένα τιμωρίαν ζητεῖ τις, οὐδ’ ἔστιν εὑρεῖν δίκην τὴν ἐπιτεθησομένην ἀξίαν τῶν πεπραγμένων. σεμνὸν πρεσβύτην καὶ βασιλέα χρηστόν, ὃν ἐχρῆν σώζειν καὶ | |
5 | δορυφορεῖν, ἐφονεύσατε· τὴν Ῥωμαίων ἀρχὴν ἔνδοξον οὖσαν ἀεί, ἣν καὶ οἱ πρόγονοι ἢ δι’ ἀνδρείας ἐναρέτου ἐκτήσαντο ἢ δι’ εὐγένειαν διεδέξαντο, ταύτην αἰσχρῶς καὶ ἀτίμως ὥσπερ τι τῶν ἰδιωτικῶν κειμηλίων ἐπ’ ἀρ‐ | |
2.13.7 | γυρίῳ κατηλλάξασθε. ἀλλ’ οὐδ’ αὐτόν, ὃν οὕτως ἄρχον‐ τα εἵλεσθε, φυλάξαι ἢ σῶσαι ἐδυνήθητε, ἀνάνδρως δὲ προυδώκατε. ἐπὶ τηλικούτοις δὴ ἁμαρτήμασί τε καὶ τολ‐ μήμασι μυρίων ἄξιοι θανάτων, ἤν τις ὁρίσαι θέλῃ τὴν | |
5 | ἀξίαν τιμωρίαν, ἐστέ. ἀλλὰ τί μὲν χρὴ παθεῖν ὑμᾶς, ὁρᾶτε· ἐγὼ δὲ φείσομαι μὲν ὑμῶν ὡς μὴ φονεῦσαι, οὐδὲ | |
2.13.8 | τὰς ὑμετέρας χεῖρας μιμήσομαι· ἐπεὶ δὲ μήτε ὅσιον μήτε δίκαιον ἔτι βασιλέα ὑμᾶς δορυφορεῖν καὶ ἐς τὸν ὅρκον ἀσεβήσαντας καὶ ἐμφυλίῳ καὶ βασιλικῷ αἵματι τὰς δεξιὰς μιάναντας τήν τε πίστιν καὶ τὸ ἐχέγγυον τῆς φρουρᾶς | |
5 | προδόντας, τὰς μὲν ψυχὰς καὶ τὰ σώματα δῶρον τῆς ἐμῆς φιλανθρωπίας ἕξετε, τοῖς δὲ περιειληφόσιν ὑμᾶς στρατιώταις κελεύω ἀποζῶσαί τε ὑμᾶς, καὶ ἀποδύσαντας εἴ τινας περίκεισθε ἐσθῆτας στρατιωτικάς, γυμνοὺς ἀπο‐ | |
2.13.9 | πέμπειν. παραγγέλλω τε ὑμῖν ἀπιέναι ὡς πορρωτάτω | |
τῆς Ῥώμης, ἀπειλῶ τε καὶ διόμνυμι καὶ προαγορεύω κολασθήσεσθαι κεφαλικῶς, εἴ τις ὑμῶν ἐντὸς ἑκατοστοῦ σημείου ἀπὸ τῆς Ῥώμης φανείη.“ | 69 | |
2.13.10 | ταῦτα κελεύσαντος αὐτοῦ, προσδραμόντες οἱ Ἰλλυρι‐ κοὶ στρατιῶται τά τε ξιφίδια περιαιροῦσιν αὐτῶν ἃ παρῃώρηντο [τῷ] ἀργύρῳ καὶ [τῷ] χρυσῷ ἐς πομπὴν κε‐ κοσμημένα, τάς τε ζώνας καὶ τὰς ἐσθῆτας καὶ εἴ τι σύμ‐ | |
5 | βολον ἔφερον στρατιωτικόν, ἀφαρπάσαντες γυμνοὺς ἐξ‐ | |
2.13.11 | έπεμπον. οἳ δὲ ὑπεῖκον προδεδομένοι καὶ σοφίσματι ἑαλωκότες· τί γὰρ ἐνῆν δρᾶσαι γυμνοῖς πρὸς ὡπλισμέ‐ νους καὶ ὀλίγοις πρὸς πολλούς; ἀπῄεσαν δὴ ὀδυρόμενοι, καὶ ἠγάπων μὲν τὴν δοθεῖσαν σωτηρίαν, μετεγίνωσκον | |
5 | δὲ ἐπὶ τῷ ἀνόπλους ἐλθεῖν, αἰσχρῶς καὶ ἐφυβρίστως | |
2.13.12 | ἑαλωκότες. ἐκέχρητο δὲ καὶ ἄλλῳ ὁ Σεβῆρος σοφίσματι· δεδιὼς γὰρ μὴ ἄρα μετὰ τὸ ἀποζωσθῆναι ἐν ἀπογνώσει γενόμενοι ἀναδράμωσιν ἐπὶ τὸ στρατόπεδον καὶ τὰ ὅπλα ἀναλάβωσι, προύπεμψε λογάδας ἐπιλέκτους τε καὶ ὅσους | |
5 | γενναιοτάτους ἠπίστατο, δι’ ἑτέρων ὁδῶν καὶ ἀτραπῶν, ὡς λαθόντες τό τε στρατόπεδον ἐπεισέλθοιεν ἀνδρῶν κενόν, καὶ τὰ ὅπλα καταλαβόντες, εἰ ἐπίοιεν, ἀποκλεί‐ σαιεν αὐτούς. δίκην μὲν δὴ ταύτην ἔδοσαν οἱ τοῦ Περτίνακος φο‐ | |
2.14.1 | νεῖς· ὁ δὲ Σεβῆρος σὺν παντὶ τῷ λοιπῷ στρατῷ ὡπλι‐ σμένῳ ἐς τὴν Ῥώμην ἀφικνεῖται, ἔκπληξίν τε καὶ δέος ἅμα τῷ ὀφθῆναι τοῖς Ῥωμαίοις ἐνέβαλε τοῖς οὕτω τε‐ τολμημένοις τε καὶ εὐτυχηθεῖσιν ἔργοις. ὁ δὲ δῆμος καὶ | |
5 | ἡ σύγκλητος δαφνηφοροῦντες ὑπεδέχοντο πρῶτον ἀν‐ θρώπων καὶ βασιλέων ἀναιμωτί τε καὶ ἀκονιτὶ τοσαῦτα | 70 |
2.14.2 | κατωρθωκότα. πάντα γὰρ ἐν αὐτῷ ἐθαυμάζετο, μάλιστα δὲ τὸ ἀγχίνουν τῆς γνώμης τό τε τῶν πόνων γενναῖον καὶ τὸ ἐς τὰ τολμώμενα ἅμα τῷ θαρραλέῳ εὔελπι. ἐπεὶ τοίνυν ὅ τε δῆμος αὐτὸν ὑποδεξάμενος εὐφήμησεν ἥ τε | |
5 | σύγκλητος ἐπὶ ταῖς τῆς πόλεως εἰσόδοις προσηγόρευσεν, ἀνελθὼν ἐς τὸ τοῦ Διὸς τέμενος καὶ θύσας, ἔν τε τοῖς λοιποῖς ἱεροῖς νόμῳ βασιλικῷ καλλιερήσας, ἀνῆλθεν ἐς | |
2.14.3 | τὰ βασίλεια. τῆς δὲ ἐπιούσης κατελθὼν ἐς τὴν σύγκλη‐ τον λόγους ἐπιεικεῖς πάνυ καὶ χρηστῶν ἐλπίδων μεστοὺς ἐποιεῖτο πρὸς πάντας, καὶ κοινῇ καὶ ἰδίᾳ δεξιούμενος, λέγων ἥκειν μὲν ἔκδικος τοῦ Περτίνακος φόνου, τὴν δ’ ἀρχὴν | |
5 | παρέξειν 〈ἀφορμὴν〉 καὶ εἴσοδον ἀριστοκρατίας, μήτε δὲ ἄκριτόν τινα φονευθήσεσθαι ἢ δημευθήσεσθαι, μήτε συ‐ κοφαντοῦντος ἀνέξεσθαι, ἀλλὰ βαρυτάτην εὐδαιμονίαν τοῖς ἀρχομένοις παρέξειν, καὶ πάντα πράξειν ἐς ζῆλον τῆς Μάρκου ἀρχῆς, ἕξειν δὲ τοῦ Περτίνακος οὐ μόνον τοὔ‐ | |
2.14.4 | νομα ἀλλὰ καὶ τὴν γνώμην. τοιαῦτά τινα λέγων ὑπηγά‐ γετο τοὺς πλείστους ἐς εὔνοιαν καὶ πίστιν ὧν ὑπισχνεῖτο. ἦσαν δέ τινες τῶν πρεσβυτέρων καὶ γνωριζόντων αὐτοῦ τὸν τρόπον, οἳ προύλεγον λανθάνοντες, ὅτι ἄρα εἴη ἀνὴρ | |
5 | πολύτροπός τις καὶ μετὰ τέχνης εἰδὼς προσφέρεσθαι πράγμασιν, ὑποκρίνασθαί τε καὶ προσποιήσασθαι πᾶν ὁτιοῦν ἱκανώτατος, ἔτι δ’ ἀνύσαι καὶ τὸ χρειῶδες καὶ τὸ λυσιτελὲς αὑτῷ· ὅπερ καὶ ὕστερον ἔργῳ δέδεικται. | |
2.14.5 | διατρίψας οὖν ὀλίγον χρόνον ὁ Σεβῆρος ἐν τῇ Ῥώμῃ, | |
καὶ νομὰς ἐπιδοὺς τῷ δήμῳ μεγαλοφρόνως, 〈θέασ〉 τε ἐπιτελέσας, τοῖς τε στρατιώταις πολλὰ δωρησάμενος, καὶ τοὺς ἀκμαιοτάτους ἐπιλεξάμενος ἐς τὸ δορυφόρους εἶναι | 71 | |
5 | τῆς βασιλείας τόπῳ τῶν ἀπεζωσμένων, ἐπὶ τὴν ἀνατολὴν | |
2.14.6 | ἠπείγετο· ἔτι γὰρ μέλλοντος καὶ ὑπτιάζοντος τοῦ Νίγρου, τῇ τε Ἀντιοχείᾳ ἐντρυφῶντος, ἐπιστῆναι μηδὲ προσδο‐ κώμενος ἤθελεν, ὅπως ἀπαράσκευον αὐτὸν λάβοι. τούς τε οὖν στρατιώτας ἐκέλευσε παρασκευάζεσθαι πρὸς τὴν | |
5 | ἔξοδον, συνεκρότει τε καὶ πανταχόθεν στράτευμα, ἔκ τε τῶν κατὰ τὴν Ἰταλίαν πόλεων νεανίας μεταπεμπόμενος καὶ στρατεύων, εἴ τέ τι ἦν ἐν τῷ Ἰλλυρικῷ τοῦ στρα‐ τιωτικοῦ λείψανον, κατελθὸν ἐπὶ Θρᾴκην ἐκέλευεν αὑτῷ | |
2.14.7 | συντυχεῖν. ἐξήρτυε δὲ καὶ στόλον ναυτικόν, καὶ πάσας τὰς κατὰ τὴν Ἰταλίαν τριήρεις ὁπλιτῶν πληρώσας ἐξ‐ έπεμπε. πολλή τε αὐτῷ καὶ παντοδαπὴ δύναμις μεγίστῳ τάχει συνεσκευάσθη· ᾔδει γὰρ οὐ μικρᾶς δυνάμεως δεό‐ | |
5 | μενος πρὸς πᾶσαν τὴν ἀντικειμένην ἤπειρον Εὐρώπῃ τὰ Νίγρου φρονοῦσαν. | |
2.15.1 | τὰ μὲν δὴ πρὸς τὸν πόλεμον γενναίως εὐτρέπιζεν, ἅτε δὲ ἀνὴρ προμηθής τε καὶ νήφων ὑπώπτευε τὴν ἐν Βρετ‐ τανίᾳ δύναμιν πολλήν τε οὖσαν καὶ μεγίστην ἀνδρῶν τε μαχιμωτάτων. ἦρχε δ’ αὐτῆς πάσης Ἀλβῖνος, ἀνὴρ | |
5 | τὸ μὲν γένος τῶν ἐκ τῆς συγκλήτου εὐπατριδῶν, ἐν | |
2.15.2 | πλούτῳ δὲ καὶ τρυφῇ ἐκ πατέρων ἀνατραφείς. τοῦτον τοίνυν ἠθέλησεν ὁ Σεβῆρος σοφίσματι προλαβὼν οἰκει‐ ώσασθαι, μή πως ἄρα τοιαῦτα ἔχων ἐναύσματα ἐς βασι‐ λείας ἐπιθυμίαν, θαρρῶν [ἢ] πλούτῳ καὶ γένει δυνάμει | |
5 | τε στρατοῦ γνώσει τε τῇ παρὰ Ῥωμαίοις, ἐπιθῆται τοῖς | |
πράγμασι καὶ τὴν Ῥώμην οὐ πολύ τι ἀφεστῶσαν ἐκεί‐ νου κατὰ τὴν ἀνατολὴν ἀσχοληθέντος ὑποποιήσηται. | 72 | |
2.15.3 | τιμῇ τοίνυν προσποιήτῳ δελεάζει τὸν ἄνθρωπον, καὶ ἄλλως μὲν ὄντα τὴν γνώμην χαῦνον καὶ ἁπλοϊκώτερον, τότε δὲ καὶ πολλὰ διὰ γραμμάτων ὀμόσαντι τῷ Σεβήρῳ πιστεύσαντα. Καίσαρα δὴ αὐτὸν ἀποδεικνύει, φθάσας | |
5 | αὐτοῦ τὴν ἐλπίδα καὶ τὴν ἐπιθυμίαν τῇ τῆς ἐξουσίας | |
2.15.4 | κοινωνίᾳ. ἐπιστέλλει δὲ αὐτῷ φιλικώτατα γράμματα δῆ‐ θεν, ἱκετεύων ἐπιδοῦναι αὑτὸν ἐς τὴν τῆς ἀρχῆς φρον‐ τίδα· δεῖσθαι γὰρ ἀνδρὸς εὐγενοῦς καὶ τοιούτου τήν τε ἡλικίαν ἔτι ἀκμάζοντος αὐτὸν ὄντα πρεσβύτην καὶ ὑπὸ | |
5 | νόσου ἀρθρίτιδος ἐνοχλούμενον, τῶν τε παίδων αὐτῷ ὄντων πάνυ νηπίων. οἷς πιστεύσας ὁ Ἀλβῖνος τὴν τι‐ μὴν ὑπεδέξατο ἀσπαστῶς, ἀγαπήσας ἄνευ μάχης καὶ κιν‐ | |
2.15.5 | δύνου λαβεῖν ταῦτα ὧν ὠρέγετο. ὁ δὲ Σεβῆρος καὶ πρὸς τὴν σύγκλητον τὰ αὐτὰ ἀνενεγκών, ὡς ἂν μᾶλλον αὐτὸν ἐς πίστιν ὑπαγάγοιτο, νομίσματά τε αὐτοῦ κοπῆναι ἐπέ‐ τρεψε, καὶ ἀνδριάντων ἀναστάσεσι ταῖς τε λοιπαῖς τιμαῖς | |
5 | τὴν δοθεῖσαν χάριν ἐπιστώσατο. ἐπεὶ δὲ αὐτῷ τὰ πρὸς τὸν Ἀλβῖνον διὰ σοφίας ἀσφαλῶς εἶχεν, οὐδέ τι δέος ἦν ἀπὸ Βρεττανίας, τό τε Ἰλλυρικὸν στράτευμα σὺν αὑτῷ πᾶν εἶχε, διῳκῆσθαι νομίζων πάντα λυσιτελῶς τῇ ἑαυ‐ τοῦ ἀρχῇ ἐπὶ τὸν Νίγρον ἠπείγετο. | |
2.15.6 | τῆς μὲν οὖν ὁδοιπορίας τοὺς σταθμούς, καὶ τὰ καθ’ ἑκάστην πόλιν αὐτῷ λεχθέντα, καὶ σημεῖα θείᾳ προνοίᾳ δόξαντα πολλάκις φανῆναι, χωρία τε ἕκαστα καὶ παρα‐ τάξεις, καὶ τὸν τῶν ἑκατέρωθεν πεσόντων ἀριθμὸν στρα‐ | |
5 | τιωτῶν ἐν ταῖς μάχαις, ἱστορίας τε πολλοὶ συγγραφεῖς | |
καὶ ποιηταὶ μέτρῳ πλατύτερον συνέταξαν, ὑπόθεσιν ποιούμενοι πάσης τῆς πραγματείας τὸν Σεβήρου βίον. | 73 | |
2.15.7 | ἐμοὶ δὲ σκοπὸς ὑπάρχει ἐτῶν ἑβδομήκοντα πράξεις πολ‐ λῶν βασιλέων συντάξαντι γράψαι, ἃς αὐτὸς οἶδα. τὰ κορυφαιότατα τοίνυν καὶ συντέλειαν ἔχοντα τῶν κατὰ μέρος πεπραγμένων Σεβήρῳ ἐν τοῖς ἑξῆς διηγήσομαι, | |
5 | οὐδὲν οὔτε πρὸς χάριν ἐς ὕψος ἐξαίρων, ὥσπερ ἐποίησαν οἱ κατ’ ἐκεῖνον γράψαντες, οὔτε παραλείπων εἴ τι λόγου καὶ μνήμης ἄξιον. | |
7 | ||
3.1.1 | Τὸ μὲν δὴ Περτίνακος τέλος καὶ 〈ἡ〉 Ἰουλιανοῦ καθ‐ αίρεσις, ἥ τε Σεβήρου ἐς τὴν Ῥώμην ἄφιξις, ἥ τε ἐπὶ Νίγρον ἔξοδος, ἐν τῷ πρὸ τούτου συγγράμματι δεδήλω‐ ται· ὁ δὲ Νίγρος, ἐπεὶ ἠγγέλη αὐτῷ μηδέν τι τοιοῦτον | |
5 | προσδεχομένῳ κατειληφὼς μὲν τὴν Ῥώμην ὁ Σεβῆρος, ὑπό τε τῆς συγκλήτου αὐτοκράτωρ ἀναδειχθείς, ἄγων δὲ πάντα ἐπ’ αὐτὸν τὸν Ἰλλυρικὸν στρατὸν πεζήν τε καὶ ναυτικὴν δύναμιν ἄλλην, ἐν μεγίστῃ ταραχῇ ἦν, διέ‐ πεμπέ τε κατὰ ἔθνη πρὸς τοὺς ἡγουμένους, τάς τε εἰσ‐ | |
3.1.2 | όδους πάσας καὶ λιμένας φυλάττεσθαι κελεύων. ἔπεμπε δὲ καὶ πρὸς τὸν βασιλέα Παρθυαίων τε καὶ Ἀρμενίων καὶ Ἀτρηνῶν, συμμάχους αἰτῶν. ὁ μὲν οὖν Ἀρμένιος ἀπεκρίνατο μηδετέρῳ συμμαχήσειν, ἀγαπητῶς δὲ τὰ ἑαυ‐ | |
5 | τοῦ φυλάξειν ἤδη προσιόντος Σεβήρου· ὁ δὲ Παρθυαῖος ἐπιστελεῖν ἔφη τοῖς σατράπαις δύναμιν ἀθροίζειν· οὕτω γὰρ εἴωθεν, ὁπηνίκα ἂν δεηθῇ στρατὸν συλλέγειν, τῷ | |
3.1.3 | μὴ ἔχειν μισθοφόρους καὶ συνεστὸς στρατιωτικόν. Ἀτρη‐ νοὶ δὲ ἦλθον αὐτῷ τοξόται σύμμαχοι, πέμψαντος Βαρ‐ | 74 |
3.1.4 | σημίου, ὃς τῶν τόπων ἐβασίλευε. τὸ δὲ λοιπὸν στρατιω‐ τικὸν ἤθροιζεν ἐκ τῶν ἐκεῖ στρατοπέδων· πάμπλειστοι δὲ καὶ τῶν δημοτῶν τῆς Ἀντιοχείας, μάλιστα ὑπὸ κου‐ φότητος νεανίαι καὶ τῆς περὶ τὸν Νίγρον σπουδῆς, ἐπέ‐ | |
5 | δοσαν ἑαυτοὺς ἐς στρατείαν, προπετῶς μᾶλλον ἢ ἐμπεί‐ ρως τοῦτο ποιοῦντες. ἐκέλευε δὲ καὶ τοῦ Ταύρου ὄρους τὰ στενὰ καὶ κρημνώδη διαφράττεσθαι γενναίοις τείχεσί τε καὶ ἐρύμασι, πρόβλημα ὀχυρὸν νομίζων τῶν ἐν τῇ ἀνατολῇ ὁδῶν τὸ δύσβατον τοῦ ὄρους· ὁ γὰρ Ταῦρος | |
10 | μεταξὺ ὢν Καππαδοκίας τε καὶ Κιλικίας διακρίνει τά | |
3.1.5 | τε τῇ ἄρκτῳ καὶ τὰ τῇ ἀνατολῇ ἔθνη προσκείμενα. πρού‐ πεμψέ τε καὶ στρατιὰν προκαταληψομένην τὸ Βυζάντιον, πόλιν τῶν ἐπὶ Θρᾴκης μεγίστην τότε καὶ εὐδαίμονα, πλήθει τε ἀνδρῶν καὶ χρημάτων ἀκμάζουσαν· κειμένη | |
5 | γὰρ ἐπὶ τῷ στενοτάτῳ τῆς Προποντίδος πορθμῷ προσ‐ όδοις ταῖς ἀπὸ θαλάσσης τελῶν τε καὶ ἁλείας μεγάλως ὠφελεῖτο, γῆν τε πολλὴν καὶ εὐδαίμονα κεκτημένη ἐξ | |
3.1.6 | ἑκατέρου τῶν στοιχείων πλεῖστα ἐκέρδαινεν. ὅθεν αὐ‐ τὴν οὖσαν δυνατωτάτην ὁ Νίγρος προκαταλαβεῖν ἠθέλη‐ σε, καὶ μάλιστα ἐλπίζων δύνασθαι κωλύειν τὴν ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν κατὰ τὸν πορθμὸν διάβασιν. | |
5 | περιτετείχιστό τε γενναίῳ τε καὶ μεγίστῳ ἡ πόλις τεί‐ χει, πεποιημένῳ μυλίτου λίθου ἐς τετράγωνον εἰργασμέ‐ | |
νου, τοσαύτῃ τε συναφείᾳ καὶ κολλήσει ὡς μηδένα οἴ‐ εσθαι τὸ ἔργον σύνθετον, ἑνὸς δὲ λίθου πᾶν πεποιῆσθαι. | 75 | |
3.1.7 | ἔτι γοῦν καὶ νῦν τὰ μένοντα αὐτοῦ ἐρείπια καὶ λείψανα ἰδόντι θαυμάζειν ἔστι καὶ τὴν τέχνην τῶν τὴν ἀρχὴν κατασκευασάντων καὶ τὴν ἀρετὴν τῶν ὕστερον καθῃρη‐ κότων. | |
5 | ὁ μὲν δὴ Νίγρος οὕτως ἐξήρτυε τὰ καθ’ ἑαυτὸν προ‐ | |
3.2.1 | μηθέστατα καὶ ἀσφαλέστατα, ὡς ᾤετο· ὁ δὲ Σεβῆρος ὡς ἔνι μάλιστα σὺν τῇ στρατιᾷ ἠπείγετο, μηδὲν ῥᾳθυμίᾳ μηδ’ ἀναπαύλῃ νέμων. μαθὼν δὲ τὸ Βυζάντιον προκατ‐ ειλημμένον, καὶ εἰδὼς ὀχυρώτατα τετειχισμένον, ἐπὶ | |
3.2.2 | Κύζικον τὸν στρατὸν ἐκέλευσε διαβαίνειν. ὁ δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός, ᾧ τὴν πρόνοιαν καὶ στρα‐ τηγίαν ὁ Νίγρος ἐγκεχειρίκει, μαθὼν ἐπιόντα τὸν τοῦ Σεβήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, | |
5 | ἄγων τὴν στρατιὰν πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν ὁ Νίγρος ἐπεπόμφει. ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα, μάχαι καρτεραὶ γίνονται κατ’ ἐκεῖνα τὰ χωρία, καὶ κρατεῖ τὸ Σεβήρου στράτευμα, φυγή τε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν | |
10 | γίνεται, ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα, τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι. | |
3.2.3 | φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ τὴν αἰτίαν· οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ ἐπιβου‐ | |
5 | λεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι κρείττων ἅτε βασι‐ | |
λεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυ‐ τῶν σωτηρίας, οὓς ἐν τῇ Ῥώμῃ εὑρὼν ὁ Σεβῆρος συλ‐ | 76 | |
10 | λαβὼν εἶχεν ἐν φρουρᾷ. ἐχρήσατο γὰρ καὶ τούτῳ σο‐ | |
3.2.4 | φίσματι προμηθεστάτῳ. ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆς τε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν τοῦτο ὁ Σεβῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι, | |
5 | καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέν‐ | |
3.2.5 | τας μὴ εἶναι ἐν ἑτέρου ἐξουσίᾳ. αὐτὸς δ’ ἅμα τῷ τῆς Ῥώμης ἐπιβῆναι συλλαβὼν πάντας τοὺς τῶν ἡγεμόνων ἢ τῶν ὁτιδὴ πραττόντων κατὰ τὴν ἀνατολὴν καὶ πᾶσαν τὴν Ἀσίαν, φρουρᾷ δοὺς εἶχε σὺν αὑτῷ, ὅπως ἢ πόθῳ | |
5 | τῆς τῶν παίδων σωτηρίας οἱ ἡγεμόνες τὰ Νίγρου προ‐ διδοῖεν, ἢ μένοντες ἐπὶ τῆς πρὸς ἐκεῖνον εὐνοίας φθά‐ σωσί τι κακὸν παθεῖν διὰ τῆς τῶν παίδων ἀναιρέσεως ἢ δράσωσιν αὐτοί. | |
3.2.6 | γενομένης δὲ τῆς ἥττης κατὰ τὴν Κύζικον ἔφευγον οἱ τοῦ Νίγρου, ὡς ἕκαστος ἐδύνατο σπεύδοντες, οἳ μὲν παρὰ τὰς ὑπωρείας τῆς Ἀρμενίας, οἳ δὲ τὴν ἐπὶ Γαλατίας τε καὶ Ἀσίας, φθάσαι θέλοντες τὸν Ταῦρον ὑπερβῆναι, | |
5 | ὡς ἐντὸς τοῦ ἐρύματος γένοιντο. ὁ δὲ τοῦ Σεβήρου στρατὸς περαιωθεὶς διὰ τῆς Κυζικηνῆς χώρας διαβάς τε ἐπὶ τὴν Βιθυνίαν ὅμορον οὖσαν ἠπείγετο. | |
3.2.7 | ὡς δὲ διέδραμε〈ν ἡ〉 φήμη τῆς Σεβήρου νίκης, εὐθὺς ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκείνοις στάσις καὶ διάφορος γνώ‐ | |
μη ἐνέπεσε ταῖς πόλεσιν, οὐχ οὕτως τῇ πρὸς τοὺς πολε‐ μοῦντας βασιλέας ἀπεχθεία τινὶ ἢ εὐνοίᾳ ὡς ζήλῳ καὶ | 77 | |
5 | ἔριδι τῇ πρὸς ἀλλήλας φθόνῳ τε καὶ καθαιρέσει τῶν | |
3.2.8 | ὁμοφύλων. ἀρχαῖον τοῦτο πάθος Ἑλλήνων, οἳ πρὸς ἀλ‐ λήλους στασιάζοντες ἀεὶ καὶ τοὺς ὑπερέχειν δοκοῦντας καθαιρεῖν θέλοντες ἐτρύχωσαν τὴν Ἑλλάδα. ἀλλὰ τὰ μὲν ἐκείνων γηράσαντα καὶ περὶ ἀλλήλοις συντριβέντα | |
5 | Μακεδόσιν εὐάλωτα καὶ Ῥωμαίοις δοῦλα γεγένηται· τὸ δὲ πάθος τοῦτο τοῦ ζήλου καὶ φθόνου μετῆλθεν ἐς τὰς | |
3.2.9 | καθ’ ἡμᾶς ἀκμαζούσας πόλεις. κατὰ μὲν οὖν τὴν Βιθυ‐ νίαν εὐθὺς μετὰ τὰ ἐν Κυζίκῳ Νικομηδεῖς μὲν Σεβήρῳ προσέθεντο καὶ πρέσβεις ἔπεμπον, τήν τε στρατιὰν ὑπο‐ δεχόμενοι καὶ πάντα παρέξειν ὑπισχνούμενοι, Νικαεῖς | |
5 | δὲ τῷ πρὸς Νικομηδέας μίσει τἀναντία ἐφρόνουν καὶ τὸν στρατὸν τοῦ Νίγρου ὑπεδέχοντο, εἴ τέ τινες ἐκ τῶν φυγόντων κατέφευγον πρὸς αὐτούς, καὶ τοὺς πεμφθέν‐ | |
3.2.10 | τας ὑπὸ τοῦ Νίγρου φρουρεῖν Βιθυνίαν. ἑκατέρωθεν οὖν ἐκ τῶν πόλεων ὡς ἀπὸ στρατοπέδων ὁρμώμενοι συν‐ έβαλον ἀλλήλοις, καὶ μάχης καρτερᾶς γενομένης πολὺ περιεγένοντο οἱ τοῦ Σεβήρου. φυγόντες δὲ οἱ τοῦ Νί‐ | |
5 | γρου κἀκεῖθεν, ὅσοι περιελείφθησαν, ἐπὶ τὰ στενὰ τοῦ Ταύρου ἠπείγοντο, ἀποκλείσαντές τε τὸ ἔρυμα ἐφύλατ‐ τον. ὁ δὲ Νίγρος φρουρὰν καταλιπὼν τοῦ ἐρύματος, ὡς ᾤετο, αὐτάρκη, ἐς τὴν Ἀντιόχειαν ἠπείγετο, στρατὸν ἀθροίζων καὶ χρήματα. | |
3.3.1 | ὁ δὲ τοῦ Σεβήρου στρατὸς περαιωθεὶς διά τε Βιθυνίας καὶ Γαλατίας, ἐμβαλὼν ἐς Καππαδοκίαν, προσκαθεζό‐ μενος τὸ ἔρυμα ἐπολιόρκει, πράγματά τε εἶχεν οὐ μικρὰ | |
δυσβάτου διὰ στενότητα καὶ τραχύτητα οὔσης τῆς ὁδοῦ, | 78 | |
5 | βαλλόντων τε αὐτοὺς ἄνωθεν λίθοις καὶ γενναίως ἀπο‐ μαχομένων τῶν ἐφεστώτων ταῖς ἐπάλξεσι τοῦ τείχους. | |
3.3.2 | ῥᾳδίως δὲ ὀλίγοι πολλοὺς ἐκώλυον· τῆς γὰρ ὁδοῦ στενῆς οὔσης τὸ μὲν ἕτερον μέρος ὕψιστον ὄρος σκέπει, ἐπὶ θάτερα δὲ κρημνὸς βαθὺς τοῖς ἐκ τῶν ὀρῶν συρρέουσιν ὕδασι πόρος γίνεται· ὅπερ καὶ αὐτὸ πᾶν παραπέφρακτο | |
5 | ὑπὸ τοῦ Νίγρου τοῦ πανταχόθεν κωλύεσθαι ἕνεκα τὴν δίοδον τοῦ στρατοῦ. | |
3.3.3 | κατὰ μὲν δὴ Καππαδοκίαν ταῦτα ἐπράττετο, ἐστα‐ σίασαν δὲ πρὸς ἀλλήλους τῷ αὐτῷ ζήλῳ καὶ [μίσει] Λαοδικεῖς μὲν κατὰ Συρίαν Ἀντιοχέων μίσει, κατὰ δὲ Φοινίκην Τύριοι Βηρυτίων ἔχθει· μαθόντες τε τὸν Νί‐ | |
5 | γρον πεφευγότα τὰς μὲν τιμὰς ἐκείνου καθελεῖν ἐπει‐ | |
3.3.4 | ράθησαν, τὸν δὲ Σεβῆρον εὐφήμησαν. ὡς δὲ γενόμενος ἐν Ἀντιοχείᾳ ταῦτα ὁ Νίγρος ἐπύθετο, ἄλλως μὲν τὸ ἦθος πρότερον χρηστὸς ὤν, ἀγανακτήσας δὲ τότε εἰκότως ἐπὶ τῇ ἀποστάσει αὐτῶν καὶ ὕβρει, ἐπιπέμπει ταῖς πό‐ | |
5 | λεσιν ἀμφοτέραις Μαυρουσίους τε ἀκοντιστὰς οὓς εἶχε καὶ μέρος τοξοτῶν, φονεύειν τε τοὺς ἐντυγχάνοντας κελεύσας καὶ διαρπάζειν τὰ ἐν ταῖς πόλεσιν, αὐτάς | |
3.3.5 | τε ἐμπιπράναι. οἱ δὲ Μαυρούσιοι ὄντες φονικώτατοι, καὶ διὰ τὸ θανάτου καὶ κινδύνων ῥᾳδίως καταφρονεῖν πάντα τολμῶντες μετὰ ἀπογνώσεως, ἐπιπεσόντες τοῖς Λαοδικεῦσιν οὐ προσδοκῶσι παντὶ τρόπῳ τόν τε δῆμον | |
5 | καὶ τὴν πόλιν ἐλυμήναντο, ἐκεῖθέν τε σπεύσαντες ἐπὶ τὴν Τύρον πᾶσάν τε ἐνέπρησαν καὶ πολλὴν ἁρπαγὴν καὶ φόνον εἰργάσαντο. | |
3.3.6 | Τούτων κατὰ Συρίαν γινομένων καὶ στρατοῦ ὑπὸ Νίγρου ἀθροιζομένου, ὁ τοῦ Σεβήρου στρατὸς προσ‐ καθεζόμενος τὸ ἔρυμα ἐπολιόρκει. ἦσαν δὲ οἱ στρατιῶται ἐν πολλῇ ἀθυμίᾳ καὶ ἀπογνώσει ὀχυροῦ τε ὄντος καὶ | 79 |
3.3.7 | δυσμάχου καὶ πεφραγμένου ὄρει τε καὶ κρημνῷ. ἤδη δὲ τῶν μὲν τοῦ Σεβήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων, νύκτωρ αἰφνι‐ δίως ὄμβρων μεγίστων καταρραγέντων χιόνος τε πολλῆς | |
5 | (δυσχείμερος γὰρ πᾶσα ἡ Καππαδοκία, ἐξαιρέτως δὲ ὁ Ταῦρος) μέγας καὶ σφοδρὸς χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύ‐ ματος ἐπισχόντος τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμε‐ νος, τῆς τε φύσεως νικώσης τὴν τέχνην μὴ δυναμένου | |
10 | τοῦ τείχους ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ’ ὀλίγον αὐτοῦ τὰς ἁρμογάς, ὑποχωρούντων 〈δὲ〉 τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ’ ἐπι‐ μελείας κατασκευασθέντων πᾶν †ὤφθη, τὸν δὲ τόπον | |
3.3.8 | ὁ χειμάρρους ἀνοίξας ὡδοποίησεν. ὅπερ ἰδόντες οἱ ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν ἐκ‐ περιελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χει‐ μάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος, κατα‐ | |
5 | λιπόντες τὴν φρουρὰν φεύγουσιν. ὁ δὲ τοῦ Σεβήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάς τε ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος, συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶς τε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο. | |
3.4.1 | ὁ δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ σπου‐ | |
δῆς τὴν πορείαν ἐποιεῖτο· πολὺ γάρ τι πλῆθος καὶ σχε‐ δὸν πᾶσα ἡ νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν καὶ | 80 | |
5 | τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν. τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ, τοῦ δὲ ἐμπείρου | |
3.4.2 | καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν ἀπέλειπον. συνέρχε‐ ται δὴ ἑκατέρωθεν ὁ στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόν τε καὶ ἐπιμηκέ‐ στατον, ᾧ περίκειται μὲν λόφος ἐς θεάτρου σχῆμα, αἰ‐ | |
5 | γιαλὸς δὲ ἐπὶ θαλάσσης μέγιστος ἐκτείνεται, ὥσπερ τῆς | |
3.4.3 | φύσεως εἰργασμένης στάδιον μάχης. ἐκεῖ φασὶ καὶ Δα‐ ρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμ‐ βαλόντα ἡττηθῆναί τε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ | |
5 | ἔτι νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμά τε χαλ‐ κοῦν οὗ τὴν προσηγορίαν ὁ τόπος φέρει. | |
3.4.4 | συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σεβήρου τε καὶ 〈τοῦ〉 Νίγρου μὴ τὴν σύνοδον μόνον κατ’ ἐκεῖνο γενέ‐ σθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς μάχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν περὶ ἑσπέραν, | |
5 | πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ δέει δια‐ γρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ’ ἀλλήλους ἠπεί‐ γοντο, παρορμώντων ἑκατέρωθεν τῶν στρατηγῶν. προ‐ θυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ λοιπῆς καὶ τελευ‐ ταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης διακρινούσης τὸν | |
3.4.5 | βασιλέα. ἐπὶ πολὺ δὲ αὐτῶν διαγωνισαμένων πολλοῦ τε ἐργασθέντος φόνου, ὡς καὶ τὰ ῥεῖθρα τῶν διὰ τοῦ πε‐ | |
δίου ποταμῶν ῥεόντων αἵματος πλεῖον ἢ ὕδατος κατ‐ άγειν ἐς θάλασσαν, τροπὴ τῶν ἀνατολικῶν γίνεται. ἐκ‐ | 81 | |
5 | βιασάμενοι δὲ αὐτοὺς οἱ Ἰλλυριοὶ τοὺς μὲν ἐς τὴν παρα‐ κειμένην θάλασσαν τιτρώσκοντες ἐξωθοῦσι, τοὺς δὲ φεύ‐ γοντας ἐπὶ τοὺς λόφους διώκοντες αὐτούς τε φονεύουσι καὶ πολύ τι πλῆθος ἄλλων ἀνθρώπων, ὅπερ ἔκ τε τῶν περικειμένων πόλεων καὶ ἀγρῶν ἤθροιστο, ὡς ἀπ’ ἀσφα‐ | |
10 | λοῦς τοῦ τόπου τὰ γινόμενα θεάσοιντο. | |
3.4.6 | ὁ δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ’ ὀλίγων, ἔς τε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴ 〈τέ〉 τις καταλέλειπτο, οἰμωγήν τε καὶ πένθος ἐν τῇ πόλει παῖδάς τε καὶ ἀδελ‐ | |
5 | φοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν τινι προαστείῳ κρυπτόμενος, εὑρεθείς τε ὑπὸ τῶν διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη. | |
3.4.7 | τέλει μὲν δὴ τοιούτῳ ὁ Νίγρος ἐχρήσατο, μελλήσεως καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι, γενόμε‐ νος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης· ὁ δὲ Σεβῆρος καθελὼν τὸν Νίγρον, τοὺς μὲν φίλους αὐ‐ | |
5 | τοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως ἀλλὰ δι’ ἀνάγκης προσέθεντο αὐτῷ, πάντας ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν, πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διά τε τὸ ἐκ Σεβή‐ ρου δέος ἀπιόντας πρὸς τοὺς βαρβάρους, 〈ἐπαν〉ήγαγε | |
3.4.8 | δοὺς ἀμνηστίαν, 〈οὐ πάντας δέ〉. πολὺ γὰρ πλῆθος αὐτῶν ἀνεχώρησεν ἐς τὴν ἀλλοδαπήν. ὅπερ καὶ μάλιστα αἴτιον ἐγένετο μαχιμώτερα ὕστερον γενέσθαι πρὸς τὴν συστά‐ | |
δην μάχην Ῥωμαίων τὰ τῶν ἐπέκεινα βαρβάρων. πρό‐ | 82 | |
5 | τερον μὲν γὰρ τοξεύειν μόνον ἵπποις ἐποχούμενοι ᾔδε‐ σαν, μήτε πανοπλίᾳ φράσσοντες αὑτοὺς μήτε τῇ διὰ δοράτων καὶ ξιφῶν θαρροῦντες μάχῃ, κούφαις δὲ καὶ παρῃωρημέναις ἐσθῆσι κοσμούμενοι· τὰ πλεῖστα γοῦν | |
3.4.9 | φεύγοντες ἐς τοὐπίσω τε τοξεύοντες ἐμάχοντο. τῶν δὲ φυγάδων στρατιωτῶν, πολλῶν τε ἐν αὐτοῖς τεχνιτῶν παρ’ αὐτοῖς γενομένων καὶ τὸν ἐκεῖ βίον ἑλομένων, οὐ μόνον χρῆσθαι ἀλλὰ καὶ ἐργάζεσθαι ὅπλα ἐδιδάχθησαν. | |
3.5.1 | διοικήσας δὲ ὁ Σεβῆρος τὰ ἐπὶ τῆς ἀνατολῆς, ὡς ᾤετο, ἄριστα καὶ ἑαυτῷ λυσιτελέστατα, ἠθέλησεν εὐθέως ὁρ‐ μῆσαι ἐπὶ τὸν Ἀτρηνῶν βασιλέα ἔς τε τὴν Παρθυαίων γῆν διαβῆναι· ἐνεκάλει γὰρ ἀμφοτέροις φιλίαν Νίγρου. | |
5 | ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἀνέθετο, πρῶτον δὲ πᾶσαν τὴν ἀρχὴν Ῥωμαίων ἐς ἑαυτὸν καὶ τοὺς παῖδας μεταγαγεῖν | |
3.5.2 | καὶ βεβαιώσασθαι ἠθέλησε. καθῃρημένου γὰρ τοῦ Νίγρου ὀχληρὸς καὶ περιττὸς αὐτῷ ὁ Ἀλβῖνος ἐνομίζετο· ἔτι τε καὶ ἤκουεν αὐτὸν βασιλικώτερον ἐντρυφῶντα τῷ τοῦ Καίσαρος ὀνόματι, πολλούς τε, μάλιστα τοὺς ἐξέχοντας | |
5 | τῆς συγκλήτου βουλῆς, ἰδίᾳ καὶ κρύβδην ἐπιστέλλοντας αὐτῷ, ἔς τε τὴν Ῥώμην ἐλθεῖν πείθοντας ἀπόντος καὶ ἀσχολουμένου τοῦ Σεβήρου. ᾑροῦντο γὰρ οἱ εὐπατρίδαι ἐκεῖνον μᾶλλον ἄρχοντα, ἅτε ἐκ προγόνων εὖ γεγονότα | |
3.5.3 | καὶ χρηστὸν τὸ ἦθος εἶναι λεγόμενον. ἅπερ πυνθανό‐ μενος ὁ Σεβῆρος φανερὰν μὲν εὐθὺς πρὸς αὐτὸν ἔχθραν ἄρασθαι καὶ πόλεμον ἐγεῖραι πρὸς ἄνδρα μηδεμίαν εὔ‐ λογον παρεσχημένον αἰτίαν παρῃτήσατο· ἔδοξε δὲ αὐτῷ | |
5 | ἀπόπειραν ποιήσασθαι, εἰ δύναιτο ἀποσκευάσασθαι λα‐ | |
3.5.4 | θὼν καὶ ἐξαπατήσας αὐτόν. μεταπεμψάμενος οὖν τοὺς πιστοτάτους τῶν εἰωθότων τὰ βασιλικὰ γράμματα δια‐ κομίζειν, δίδωσιν αὐτοῖς ἐντολάς [ἀπορρήτων,] εἰ γένοιν‐ το παρ’ αὐτῷ, τὰ μὲν γράμματα δημοσίᾳ ἀποδοῦναι, | 83 |
5 | ἀξιῶσαι δὲ αὐτὸν ἰδιαίτερον ἀποστάντα ἐπακοῦσαι ἀπορ‐ ρήτων ἐντολῶν, πεισθέντι δὲ δορυφόρων ἐρήμῳ ἐπιπε‐ | |
3.5.5 | σεῖν αἰφνιδίως καὶ φονεῦσαι. ἔδωκε δὲ αὐτοῖς καὶ δη‐ λητήρια φάρμακα, ὅπως τινὰς πείσαιεν, εἰ δυνηθεῖεν, ἢ τῶν ὀψοποιῶν ἢ τῶν πρὸς ταῖς κύλιξι, λαθεῖν καὶ ἐπι‐ δοῦναι αὐτῷ .... ὑποπτευόντων, τῶν περὶ αὐτὸν φίλων | |
3.5.6 | συμβουλευόντων αὐτῷ φυλάττεσθαι ἄνδρα ἀπατεῶνα σοφόν τε πρὸς ἐπιβουλήν· διαβεβλήκεσαν γὰρ αὐτοῦ τὸ ἦθος αἱ πρὸς τοὺς ἡγεμόνας τοῦ Νίγρου πράξεις· πεί‐ σας γὰρ αὐτοὺς διὰ τῶν παίδων, ὡς προείρηται, προ‐ | |
5 | δοῦναι τὰ τοῦ Νίγρου πράγματα, μετὰ τὸ ἀποχρήσασθαι αὐτῶν τῇ ὑπηρεσίᾳ καὶ κατορθῶσαι πάντα ἃ ἐβούλετο ἀνεῖλεν αὐτούς τε καὶ 〈τοὺσ〉 παῖδας. τὸ οὖν ὕπουλον | |
3.5.7 | αὐτοῦ ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο. διὰ ταῦτα ὁ Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν· οὐδὲ γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σεβήρου ἀφικνουμένων ἄλ‐ λως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περι‐ | |
5 | έκειτο ξίφος στρατιωτικὸν ἐρευνηθείς τε, μή τι φέροι | |
3.5.8 | ὑπὸ κόλπον. ὡς δ’ οὖν ἀφίκοντο οἱ τοῦ Σεβήρου ἀγ‐ γελιαφόροι, τά τε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων, ὑπο‐ πτεύσας ὁ Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς, ἰδίᾳ | |
5 | τε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν, καὶ τοὺς | |
μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον ἐχθρὸν | 84 | |
3.6.1 | παρεσκευάζετο. γνοὺς δὲ ταῦτα ὁ Σεβῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ ἥττων ὢν φύσει, οὐκ‐ έτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς τοιάδε· | |
5 | „μήτε κουφότητά τις ἢ μετάνοιαν ἐπὶ τοῖς πεπραγμέ‐ νοις ἡμῖν ἐγκαλείτω, μήτ’ ἄπιστον 〈ἐμὲ〉 ἢ ἀγνώμονα | |
3.6.2 | πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω. τὰ μὲν γὰρ παρ’ ἡμῶν πάντα ὑπῆρχεν αὐτῷ, βεβαίας βασιλείας κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις μεταδί‐ δωσιν· ὃ δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ’ ἐγὼ | |
5 | πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλων τέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους τὰς ἀμοιβὰς Ἀλβῖνος | |
3.6.3 | ἀποδίδωσιν. ὅπλα καὶ στρατὸν ἐφ’ ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳ τε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου | |
5 | καὶ μάχης, οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ το‐ | |
3.6.4 | σαύτης δόξης τε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε. ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο· ἔσχε δ’ ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις ἡμῖν παρ’ ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ δὲ ἄδικον | |
5 | τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον τὸ μὴ ἀμύ‐ νεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας ἔχθρας ὡς ἀναγ‐ καίας· οὐ γὰρ παρ’ ἡμῖν προϋπάρχουσαν ἀρχὴν ὑφαρ‐ | |
πάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην καὶ ἀμφήριστον | 85 | |
10 | οὖσαν ἑκάτερος ἡμῶν ἐξ ἰσοτίμου φιλοτιμίας ἐς αὑτὸν | |
3.6.5 | ἀνθεῖλκεν· Ἀλβῖνος δὲ σπονδῶν καὶ ὅρκων καταφρονή‐ σας, καὶ τούτου παρ’ ἐμοῦ τυχὼν οὗ μόνῳ τις υἱῷ γνη‐ σίῳ μεταδίδωσιν, ἐχθρὸς μὲν ἀντὶ φίλου πολέμιος δὲ ἀντὶ οἰκείου γενέσθαι προῄρηται. ὥσπερ δὲ αὐτὸν εὐ‐ | |
5 | εργετοῦντες πρότερον τιμῇ καὶ δόξῃ ἐκοσμήσαμεν, οὕτως καὶ νῦν αὐτοῦ τὸ ἄπιστον καὶ ἄνανδρον τοῖς ὅπλοις | |
3.6.6 | ἐλέγξωμεν. οὐδὲ γὰρ ὑπομενεῖ ὁ ἐκείνου στρατὸς ὀλίγος ὢν καὶ νησιώτης τὴν ὑμετέραν δύναμιν. οἳ γὰρ μόνοι καὶ καθ’ αὑτοὺς προθυμίᾳ καὶ ἀνδρείᾳ τοσούταις μάχαις ἐνικήσατε καὶ πᾶσαν ἀνατολὴν ὑπετάξατε, πῶς οὐχὶ καὶ | |
5 | νῦν, προσελθούσης ὑμῖν τοσαύτης συμμάχου δυνάμεως, σχεδόν τε παντὸς τοῦ Ῥωμαίων στρατοῦ ἐνταῦθα ὄντος, ῥᾷστα κρατήσετε ὀλίγων τε ὄντων καὶ μηδὲ ὑπὸ γεν‐ | |
3.6.7 | ναίῳ καὶ νήφοντι ἀνδρὶ στρατηγουμένων; τίς γὰρ αὐτοῦ τὸ ἁβροδίαιτον οὐκ οἶδεν, ὡς χοροῖς αὐτοῦ μᾶλλον ἁρμό‐ ζειν τὸν βίον ἢ φάλαγξιν; ἴωμεν οὖν τῇ συνήθει χρώ‐ μενοι προθυμίᾳ τε καὶ ἀνδρείᾳ γενναίως ἐπ’ αὐτόν, | |
5 | θεούς τε ἔχοντες βοηθούς, ἐς οὓς ἐπιορκήσας ἠσέβησε, τρόπαιά τε ἃ πολλάκις ἠγείραμεν, ὧν ἐκεῖνος κατεφρό‐ νησεν.“ | |
3.6.8 | τοιαῦτά τινα εἰπόντος τοῦ Σεβήρου ὁ στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες δὲ τὸν Σεβῆρον, πᾶσάν τε προθυμίαν διὰ τῆς βοῆς ὑπο‐ σχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν αὐτὸν ἀγαθάς τε | |
5 | ὑπέφηναν τὰς ἐλπίδας. ὃ δὲ ἐπιδοὺς αὐτοῖς μεγαλο‐ | |
3.6.9 | φρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον ὁδοῦ εἴχετο. ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας· ἔμενε γὰρ | |
ἔτι κεκλεισμένον, τῶν στρατηγῶν τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ | 86 | |
5 | πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δου‐ λεύειν Περινθίοις δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοι‐ κισμὸν τῶν πόλεων ἃς ἦν λυμηνάμενος ὁ Νίγρου στρα‐ | |
3.6.10 | τός. αὐτὸς δὲ τῆς ὁδοῦ εἴχετο, μηδεμίαν ἀνοχὴν ἀνα‐ παύλης διδοὺς μήτε ἑορταῖς μήτε καμάτοις, κρύους καὶ θάλπους ὁμοίως καταφρονῶν. πολλάκις γοῦν διὰ τῶν δυσχειμέρων καὶ ὑψηλοτάτων ὀρῶν τὴν ὁδοιπορίαν ποι‐ | |
5 | ούμενος ὑπὸ νιφετοῖς καὶ χιόσιν ἀκαλύπτῳ τῇ κεφαλῇ ὡδοιπόρει, προθυμίας καὶ ἀνδρείας τὸ ἐνδόσιμον τοῖς στρατιώταις ἔργῳ διδούς, ὡς μὴ μόνον αὐτοὺς φόβῳ καὶ νόμῳ ἀντέχειν πρὸς τοὺς καμάτους, ἀλλὰ καὶ μιμήσει καὶ ζήλῳ τοῦ βασιλέως. ἔπεμψε δὲ καὶ στρατηγὸν 〈μετὰ〉 | |
10 | δυνάμεως τὸν τὰ στενὰ τῶν Ἄλπεων καταληψόμενον καὶ φρουρήσοντα τῆς Ἰταλίας τὰς εἰσβολάς. | |
3.7.1 | ὡς δὲ ἀπηγγέλη τῷ Ἀλβίνῳ μὴ μέλλων ὁ Σεβῆρος ἀλλ’ ἤδη παρεσόμενος, ὑπτιάζοντι καὶ τρυφῶντι μεγά‐ λην ταραχὴν ἐνέβαλε. περαιωθεὶς δὲ ἀπὸ τῆς Βρεττα‐ νίας ἐς τὴν ἀντικειμένην Γαλλίαν ἐστρατοπέδευσεν. | |
5 | ἔπεμψέ τε ἐς πάντα τὰ γειτνιῶντα ἔθνη, τοῖς τε ἡγου‐ μένοις ἐπέστειλε χρήματά τε πέμπειν καὶ τροφὰς τῷ στρατῷ. καὶ οἱ μὲν πεισθέντες ἔπεμψαν ὀλεθρίως· ὕστε‐ ρον γὰρ ἐκολάσθησαν· ὅσοι δὲ οὐκ ἐπίστευσαν, εὐτυχῶς μᾶλλον γνόντες ἢ εὐβούλως ἐσώθησαν. ἡ γὰρ ἀπόβασις | |
10 | καὶ ἡ τύχη τοῦ πολέμου τὰς ἑκατέρων γνώμας ἔκρινεν. | |
3.7.2 | ἀφικομένης δὲ τῆς τοῦ Σεβήρου δυνάμεως ἐς τὴν Γαλ‐ λίαν γεγόνασι μέν τινες ἀκροβολισμοὶ καθ’ ἕτερα χωρία, ἡ δὲ τελευταία περὶ Λουγδοῦνον, μεγάλην πόλιν καὶ εὐδαίμονα, ἐν ᾗ κατακλείσας ἑαυτὸν ὁ Ἀλβῖνος ἔμενε, | 87 |
5 | τὸν δὲ στρατὸν ἐς τὴν μάχην ἐξέπεμψε. γενομένης δὲ συμβολῆς καρτερᾶς ἐπὶ πλεῖστον μὲν ἰσόρροπος ἔμενεν ἑκατέροις τῆς νίκης ἡ τύχη. καὶ γὰρ οἱ Βρεττανοὶ ἀν‐ δρείᾳ τε καὶ θυμῷ φονικῷ οὐδὲν τῶν Ἰλλυριῶν ἀπο‐ λείπονται· γενναίων οὖν στρατῶν μαχομένων, οὐδετέ‐ | |
3.7.3 | ρων ῥᾳδία ἦν ἡ τροπή. ὡς δέ τινες τῶν τότε ἱστόρη‐ σαν, οὐ πρὸς χάριν ἀλλὰ πρὸς ἀλήθειαν λέγοντες, πολύ τι ὑπερέσχεν ἡ φάλαγξ τοῦ Ἀλβίνου στρατοῦ, καθ’ ὃ μέρος τέτακτο ὁ Σεβῆρος καὶ ὁ σὺν αὐτῷ στρατός, ὡς | |
5 | φυγεῖν τε αὐτὸν καὶ τοῦ ἵππου ἐκπεσεῖν, ἀπορρίψαντα δὲ τὴν χλαμύδα τὴν βασιλικὴν λαθεῖν. ἤδη δὲ διωκόν‐ των καὶ παιωνιζόντων τῶν Βρεττανῶν ὡς δὴ νενικηκό‐ των, ἐπιφανῆναι Λαῖτον, στρατηγὸν ὄντα Σεβήρου, σὺν τῷ στρατῷ οὗ ἦρχεν, ἀκμῆτί τε ὄντι καὶ ἔξω μάχης γε‐ | |
3.7.4 | γονότι. διαβάλλουσι δὲ αὐτὸν ὡς καραδοκήσαντα τὴν ἀπόβασιν τῆς μάχης καὶ ἑκόντα βραδύναντα, τὸν δὲ ὑφ’ ἑαυτῷ στρατὸν ἀκμῆτα τηρήσαντα, τὴν ἀρχὴν ἑαυτῷ μνώμενον, τότε ἐπιφανῆναι ὅτε ἔμαθε τὸν Σεβῆρον πε‐ | |
5 | πτωκότα. πιστοῦται δὲ τὴν διαβολὴν ταύτην ἡ ἀπόβασις· ὕστερον γὰρ ὁ Σεβῆρος, μετὰ τὸ πάντα κατορθῶσαι καὶ εἶναι ἐν ἀμερίμνῳ βίῳ, τοὺς μὲν ἄλλους πάντας στρα‐ τηγοὺς αὑτοῦ μεγάλως ἠμείψατο, τὸν δὲ Λαῖτον μόνον, | |
3.7.5 | ὡς εἰκός, μνησικακήσας διεχρήσατο. ἀλλὰ ταῦτα μὲν | |
ὕστερον ἐγένετο, τότε δ’ οὖν, ὡς προείρηται, τοῦ Λαί‐ του ἐπιφανέντος σὺν νεαρῷ στρατῷ οἱ μὲν τοῦ Σεβήρου ἐπερρώσθησαν, τόν τε Σεβῆρον τοῦ ἵππου ἐπεβίβασαν | 88 | |
3.7.6 | καὶ τὴν χλαμύδα περιέθεσαν· οἱ δὲ τοῦ Ἀλβίνου οἰόμενοι ἤδη νενικηκέναι καὶ ἀτακτότεροι εὑρεθέντες, αἰφνιδίως αὐτοῖς ἐπιπεσούσης γενναίας καὶ οὐ προηγωνισμένης δυνάμεως, ἐπ’ ὀλίγον ἀντισχόντες εἶξαν, τροπῆς τε καρ‐ | |
5 | τερᾶς γενομένης ἐδίωξαν αὐτοὺς φονεύοντες οἱ Σεβή‐ ρου, μέχρις οὗ ἐς τὴν πόλιν ἐσέβαλον. τὸ μὲν οὖν πλῆ‐ θος τῶν ἑκατέρωθεν ἀνῃρημένων ἢ ἁλόντων, ὡς ἕκαστος | |
3.7.7 | ἐβουλήθη τῶν τότε συγγραψάντων, ἱστόρησεν· οἱ δὲ τοῦ Σεβήρου τήν τε Λουγδοῦνον διαρπάσαντες καὶ ἐμπρή‐ σαντες, τόν τε Ἀλβῖνον συλλαβόντες καὶ τῆς κεφαλῆς ἀφελόντες, κομίσαντες αὐτὴν τῷ Σεβήρῳ δισσὰ καὶ μέ‐ | |
5 | γιστα ἤγειραν τρόπαια, τὸ μὲν ἐν ἀνατολῇ τὸ δ’ ὑπ’ ἄρκτῳ, ὡς μηδὲν ταῖς Σεβήρου μάχαις ἢ νίκαις παρα‐ βάλλεσθαι μήτε πλήθει δυνάμεως μήτε ἐθνῶν κινήσεσιν ἀριθμῷ τε παρατάξεων ὁδοιπορίας τε μήκει καὶ τάχει. | |
3.7.8 | μεγάλαι μὲν γὰρ καὶ αἱ Καίσαρος πρὸς Πομπήιον ἑκα‐ τέρωθεν στρατοπέδων Ῥωμαϊκῶν μάχαι, καὶ αὖ τοῦ Σεβαστοῦ πρὸς Ἀντώνιον ἢ τοὺς Πομπηίου παῖδας, εἴ τέ τι πρότερον Σύλλᾳ ἢ Μαρίῳ ἐν ἐμφυλίοις καὶ Ῥω‐ | |
5 | μαϊκαῖς μάχαις ἢ ἄλλοις πέπρακται· ἕνα δὲ ἄνδρα τρεῖς καθελόντα βασιλέας ἤδη κρατοῦντας, καὶ τοῦ μὲν ἐν Ῥώμῃ στρατοῦ σοφίᾳ περιγενέσθαι καὶ τὸν ὄντα ἐν τῇ βασιλείῳ αὐλῇ καθῃρηκέναι 〈εὐτυχήσαντα〉, τὸν δὲ τῶν ἐν τῇ ἀνατολῇ κρατοῦντα πάλαι καὶ ὑπὸ Ῥωμαίων βασιλέα | |
10 | κληθέντα, τὸν δὲ ἐν Καίσαρος τιμῇ καὶ ἐξουσίᾳ γεγονότα | |
χειρωσάμενον ἀνδρείᾳ, οὐκ ἔστιν ἄλλον ῥᾳδίως εἰπεῖν. τέλει μὲν δὴ τοιούτῳ ὁ Ἀλβῖνος ἐχρήσατο, πρὸς ὀλί‐ | 89 | |
3.8.1 | γον ἀπολαύσας ὀλεθρίου τιμῆς· ὁ δὲ Σεβῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρῆτο. καὶ πέμψας τὴν κεφαλὴν τοῦ Ἀλβίνου δημοσίᾳ ἀνασταυ‐ ρωθῆναι κελεύει· γράμμασί τε τῷ δήμῳ τὴν νίκην ἑαυ‐ | |
5 | τοῦ δηλώσας ἐπὶ τέλει καὶ τοῦτο προσέθηκε, πεπομφέ‐ ναι τὴν κεφαλὴν αὐτοῦ δημοσίᾳ περίοπτον, ἵνα .... | |
3.8.2 | οἷόν περ ..... καὶ τὴν .... ὀργήν ... διοικήσας δὲ τὰ κατὰ Βρεττανίαν καὶ διελὼν ἐς δύο ἡγεμονίας τὴν τοῦ ἔθνους ἐξουσίαν, τά τε κατὰ τὰς Γαλλίας, ὡς ᾤετο, ἄρι‐ στα διαθείς, πάντας τε τοὺς Ἀλβίνου φίλους εἴτε ἑκου‐ | |
5 | σίως εἴθ’ ὑπὸ ἀνάγκης αὐτῷ γνωρισθέντας φονεύσας, τάς τε οὐσίας αὐτῶν δημεύσας, ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων ἅπαντα τὸν στρατὸν σὺν αὑτῷ, ὡς φανείη φοβε‐ | |
3.8.3 | ρώτερος. ἀνύσας δὴ πολλῷ τάχει τὴν ὁδοιπορίαν, ὥσπερ ἦν ἔθος αὐτῷ, χαλεπαίνων πρὸς ἔτι περιόντας τοὺς ἐκεί‐ νου φίλους ἐς τὴν Ῥώμην εἰσήλασεν. ὁ δὲ δῆμος αὐτὸν δαφνηφορῶν μετὰ πάσης τιμῆς καὶ εὐφημίας ὑπεδέξατο, | |
5 | ἥ τε σύγκλητος προσηγόρευσαν, οἱ πλεῖστοι ἐν μεγίστῳ δέει καθεστῶτες, λογιζόμενοι ὅτι αὐτῶν οὐ φείσεται, φύσει μὲν ὢν ἐχθρὸς χαλεπώτατος καὶ μικρᾶς προφά‐ σεως δεόμενος ἐς τὸ ἀδικῆσαι, τότε δὲ δοκῶν καὶ εὐλό‐ | |
3.8.4 | γους ἔχειν αἰτίας. ὁ δ’ οὖν Σεβῆρος ἐς τὸ τοῦ Διὸς τέμενος ἀνελθὼν καὶ τὰς λοιπὰς τελέσας ἱερουργίας | |
ἐπανῆλθεν ἐς τὰ βασίλεια, καὶ τῷ δήμῳ προύθηκεν ἐπὶ ταῖς νίκαις μεγίστας νομάς. τοῖς τε στρατιώταις ἐπέδωκε | 90 | |
5 | χρήματα πλεῖστα, ἄλλα τε πολλὰ συνεχώρησεν ἃ μὴ πρό‐ | |
3.8.5 | τερον εἶχον· καὶ γὰρ τὸ σιτηρέσιον πρῶτος ηὔξησεν αὐ‐ τοῖς, καὶ δακτυλίοις χρυσοῖς χρήσασθαι ἐπέτρεψε γυ‐ ναιξί τε συνοικεῖν, ἅπερ ἅπαντα σωφροσύνης στρατιωτι‐ κῆς καὶ τοῦ πρὸς τὸν πόλεμον ἑτοίμου τε καὶ εὐσταλοῦς | |
5 | ἀλλότρια ἐνομίζετο. καὶ πρῶτός γε ἐκεῖνος τὸ πάνυ αὐ‐ τῶν ἐρρωμένον καὶ τὸ σκληρὸν τῆς διαίτης τό τε εὐπει‐ θὲς πρὸς τοὺς πόνους καὶ εὔτακτον μετ’ αἰδοῦς πρὸς ἄρχοντας ἐπανέτρεψε, χρημάτων τε ἐπιθυμεῖν διδάξας καὶ μεταγαγὼν ἐς τὸ ἁβροδίαιτον. | |
3.8.6 | διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθών τε ἐς τὸν βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου φίλων, ὧν μὲν ἐπι‐ στολὰς προκομίζων ἀπορρήτους, ἃς ἐν τοῖς ἐκείνου ἀπο‐ | |
5 | θέτοις εὗρε γράμμασιν, οἷς δὲ δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα· ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς ἀνθρώποις φιλίαν 〈Νίγρου〉 τοῖς | |
3.8.7 | δ’ ἐπὶ θάτερα γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ ἢ γένει ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποι‐ εῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ’ ἀληθές, ὑπερβαλ‐ | |
5 | λούσης ἐν αὐτῷ φιλοχρηματίας· οὐδεὶς γοῦν βασιλέων | |
3.8.8 | οὕτω χρημάτων ἡττήθη. ὡς γὰρ καρτερίᾳ ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσει τε στρατιωτικῶν πραγμάτων | |
οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ ἀδικίας, φονῶν ἐκ τῆς | 91 | |
5 | τυχούσης αἰτίας. φόβῳ γοῦν ἦρξε μᾶλλον τῶν ἀρχομέ‐ | |
3.8.9 | νων ἢ εὐνοίᾳ. τῷ μέντοι δήμῳ ἐπειρᾶτο ποιεῖν κεχα‐ ρισμένα· καὶ γὰρ θέας πολυτελεῖς καὶ παντοδαπὰς συν‐ εχῶς ἐπετέλει, καὶ θηρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσης γῆς ἡμετέρας τε καὶ βαρβάρου, νομάς | |
5 | τε μεγαλοφρόνως ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τοὺς πανταχόθεν μούσης τε ὑποκριτὰς καὶ ἀν‐ | |
3.8.10 | δρείας μαθητὰς μεταπεμψάμενος. εἴδομεν δὲ ἐπ’ αὐτοῦ καὶ θέας τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμοῦ, ἱερουργίας τε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μυστηρίων ζῆλον· αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε, | |
5 | ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι. κήρυκες γοῦν κατά τε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν διε‐ φοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας ἃ μήτε εἶδον μήτε ὄψονται. οὕτως ὁ μεταξὺ χρόνος τῆς παρελ‐ θούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν ἡλι‐ | |
10 | κίαν ἀνθρώπων ὑπερβαίνων. | |
3.9.1 | διατρίψας δὲ ἱκανοὺς χρόνους ἐν τῇ Ῥώμῃ, τούς τε υἱεῖς αὑτοῦ κοινωνοὺς τῆς βασιλείας καὶ αὐτοκράτορας ἀποδείξας, βουλόμενος δόξαν ἄρασθαι νίκης μὴ μόνον ἐμφυλίου τε καὶ κατὰ Ῥωμαϊκῶν στρατοπέδων, ἐφ’ ᾗ | |
5 | καὶ θριαμβεῦσαι ᾐδέσθη, ἀλλὰ καὶ κατὰ βαρβάρων ἐγεῖ‐ ραι τρόπαια, πρόφασιν ποιούμενος τὴν Βαρσημίου τοῦ Ἀτρηνῶν βασιλέως πρὸς Νίγρον φιλίαν ἐστράτευσεν ἐπὶ | |
3.9.2 | τὴν ἀνατολήν. παρὼν δὲ καὶ τὴν Ἀρμενίαν καταδραμεῖν ἠθέλησε· φθάσας δὲ ὁ τῶν Ἀρμενίων βασιλεὺς χρήματά | |
τε αὐτῷ καὶ δῶρα ὁμήρους τε ἱκετεύων ἔπεμψε, σπονδὰς καὶ εὔνοιαν ὑπισχνούμενος. ὁ δὲ Σεβῆρος τῶν ἐν Ἀρ‐ | 92 | |
5 | μενίᾳ προχωρούντων κατὰ γνώμην ἐπὶ τὴν Ἀτρηνῶν ἠπείγετο. προσέφυγε δὲ αὐτῷ καὶ ὁ Ὀσροηνῶν βασιλεὺς Αὔγαρος, τούς τε παῖδας ὁμηρεύειν ἐς ἀσφάλειαν πίστεως ἐξέδωκε, τοξότας τε πλείστους συμμάχους ἤγαγεν. | |
3.9.3 | ὁ δὲ Σεβῆρος διαβὰς τὴν τῶν ποταμῶν μέσην τήν τε [καὶ] Ἀδιαβηνῶν χώραν, ἐπέδραμε καὶ τὴν εὐδαίμονα Ἀραβίαν· φέρει γὰρ πόας εὐώδεις, αἷς ἀρώμασι καὶ θυ‐ μιάμασι χρώμεθα. πολλὰς δὲ κώμας καὶ πόλεις πορθή‐ | |
5 | σας τήν τε χώραν λεηλατήσας, ἐλθὼν ἐς τὴν Ἀτρηνῶν | |
3.9.4 | χώραν, προσκαθεζόμενος τὰς Ἄτρας ἐπολιόρκει. ἦν δὲ πόλις ἐπ’ ἄκρας ὑψηλοτάτης ὄρους, τείχει μεγίστῳ καὶ γενναίῳ περιβλημένη, πλήθει τε ἀνδρῶν τοξοτῶν ἀκμά‐ ζουσα. ὁ δὲ τοῦ Σεβήρου στρατὸς προσκαθεζόμενος ἐπο‐ | |
5 | λιόρκει παντὶ σθένει, πειρώμενος τὴν πόλιν ἐξελεῖν· μηχαναί τε παντοδαπαὶ προσήγοντο τῷ τείχει, καὶ οὐδὲν | |
3.9.5 | παρελείπετο εἶδος πολιορκίας. οἱ δὲ Ἀτρηνοὶ γενναίως ἀπεμάχοντο, τόξοις τε καὶ λίθοις ἄνωθεν βάλλοντες οὐ μικρῶς ἐλύπουν τὸν τοῦ Σεβήρου στρατόν. σκεύη τε κεράμου πεποιημένα πληροῦντες πτηνῶν, μικρῶν μὲν | |
5 | ἰοβόλων δὲ θηρίων, ἐπέβαλλον αὐτοῖς· τὰ δὲ ἐμπίπτον‐ τα ταῖς ὄψεσι, καὶ εἴ τί που παραγεγύμνωτο τοῦ σώμα‐ τος, λανθάνοντα καὶ παρεισιόντα τιτρώσκοντά τε αὐτοὺς | |
3.9.6 | ἐλυμαίνετο. καὶ μὴ φέροντες τὸ πνιγῶδες τοῦ ἀέρος διὰ τὸ ὑπερβάλλον τοῦ ἡλίου πῦρ, νόσοις περιπίπτοντες διε‐ φθείροντο, ὡς πλεῖστον μέρος τοῦ στρατοῦ διὰ τοιαύτας | |
αἰτίας μᾶλλον ἀπόλλυσθαι ἢ πρὸς τῶν πολεμίων. | 93 | |
3.9.7 | ἀπαγορεύοντος δὲ τοῦ στρατοῦ πρὸς τὰ εἰρημένα, τῆς τε πολιορκίας μὴ προχωρούσης ἀλλὰ μᾶλλον βλαπτομέ‐ νων τῶν Ῥωμαίων ἢ κατορθούντων, τὸν στρατὸν ὁ Σε‐ βῆρος, ὡς μὴ διαφθαρείη πᾶς, ἄπρακτον ἐπανήγαγε, | |
5 | δυσφοροῦντα ἐπὶ τῷ μὴ ὡς ἐβούλετο τὰ τῆς πολιορκίας | |
3.9.8 | αὐτῷ προκεχωρηκέναι· νικᾶν γὰρ πάντοτε ἐν ταῖς μά‐ χαις εἰθισμένος τὸ μὴ περιγενέσθαι ἧτταν ἡγεῖτο. πλὴν παρεμυθήσατο αὐτὸν ἡ συναιρομένη τότε τοῖς ἐκείνου πράγμασι τύχη· οὐ γὰρ παντάπασιν ἄπρακτος ἐπανῆλθεν, | |
3.9.9 | ἀλλὰ μείζονα κατορθώσας ὧν ἤλπισε. καταπλέων γὰρ ὁ στρατὸς ναυσὶ πολλαῖς οὐκ ἐς ἃς ἐβούλετο Ῥωμαίων ὄχθας κατηνέχθη, ἐπὶ πλεῖστον δὲ αὐτὸν ἐξαγαγόντος τοῦ ῥεύματος προσώκειλε ταῖς Παρθυαίων ὄχθαις, αἳ | |
5 | μὴ πολλῶν ἡμερῶν ὁδὸν ἀπεῖχον τῆς ἐς Κτησιφῶντα ἐφόδου, ἔνθα ἦν τὰ βασίλεια τοῦ Παρθυαίου καὶ αὐτὸς διέτριβεν εἰρήνην ἄγων, μηδέν τι προσήκειν νομίζων ἑαυτῷ τὰς πρὸς τοὺς Ἀτρηνοὺς Σεβήρου μάχας· ἡσύχα‐ | |
3.9.10 | ζεν οὖν, μηδέν τι δεινὸν προσδεχόμενος. ὁ δὲ τοῦ Σε‐ βήρου στρατὸς ἄκων προσαχθεὶς ὑπὸ τοῦ ῥεύματος ταῖς ἐπέκεινα ὄχθαις, ἀπόβασίν τε ποιησάμενος, τὴν γῆν ἐλεηλάτει, θρέμματά τε τὰ ἐμπίπτοντα ἀπελαύνων, ἵν’ | |
5 | ἔχοι τροφάς, καὶ κώμας ἐμπιπρὰς τὰς ἐμπιπτούσας. κατ’ ὀλίγον τε προϊὼν ἐπέστη Κτησιφῶντι, ἔνθα ἦν ὁ μέγας | |
3.9.11 | βασιλεὺς Ἀρτάβανος. προσπεσόντες δὲ οἱ Ῥωμαῖοι ἀπα‐ ρασκεύοις τοῖς βαρβάροις, πάντα τε τὸν ἐμπίπτοντα ἐφόνευον καὶ διήρπασαν τὰ ἐν τῇ πόλει, πάντας τε παῖδας καὶ γυναῖκας αἰχμαλώτους ἔλαβον. φυγόντος δὲ | |
5 | τοῦ βασιλέως σὺν ὀλίγοις ἱππεῦσι τούς τε θησαυροὺς αὐτοῦ τῶν χρημάτων αἴρουσι, καὶ πάντα τὸν κόσμον καὶ κειμήλια ἁρπάσαντες ἐπανίασιν. | 94 |
3.9.12 | οὕτω μὲν δὴ Σεβῆρος, τύχῃ μᾶλλον ἢ γνώμῃ, τῇ κατὰ Παρθυαίων νίκῃ κεκόσμητο· τούτων δὲ αὐτῷ δεξιῶς καὶ ὑπὲρ πᾶσαν εὐχὴν προχωρησάντων ἐπέστειλε τῇ τε συγ‐ κλήτῳ καὶ τῷ δήμῳ, τάς τε πράξεις μεγαληγορῶν, τὰς | |
5 | μάχας τε καὶ τὰς νίκας δημοσίαις ἀνέθηκε γραφαῖς. ἡ δὲ σύγκλητος πάσας τε 〈τὰς ἄλλασ〉 τιμὰς ἐψηφίσατο αὐτῷ, καὶ προσηγορίας ἀπὸ τῶν ἐθνῶν τῶν κεχειρωμένων. | |
3.10.1 | κατορθώσας δὲ τὰ κατὰ τὴν ἀνατολὴν ὁ Σεβῆρος ἐς τὴν Ῥώμην ἐπείγετο, ἄγων καὶ τοὺς παῖδας ἐς ἡλικίαν ἐφήβων ἤδη τελοῦντας. ἀνύσας δὲ τὴν ὁδοιπορίαν, τά τε ἐν τοῖς ἔθνεσι διοικήσας ὡς ἑκάστῳ ἀπῄτει τὸ χρει‐ | |
5 | ῶδες, τά τε ἐν Μυσοῖς καὶ Παίοσι στρατόπεδα ἐπελθών, νικηφόρος ὑπὸ τοῦ Ῥωμαίων δήμου μετὰ μεγάλης εὐ‐ | |
3.10.2 | φημίας τε καὶ θρησκείας ὑπεδέχθη, θυσίας τε καὶ ἑορ‐ τὰς θέας τε καὶ πανηγύρεις τῷ δήμῳ παρέσχε· νομάς τε μεγαλοφρόνως ἐπιδοὺς καὶ θέας τελέσας ἐπινικίους, ἐτῶν οὐκ ὀλίγων ἐν τῇ Ῥώμῃ διέτριψε, δικάζων τε συνεχῶς | |
5 | καὶ τὰ πολιτικὰ διοικῶν, τούς τε υἱεῖς παιδεύων καὶ | |
3.10.3 | σωφρονίζων. οἳ δέ (ἤδη μειράκια ἤστην) ὑπὸ τῆς ἐν Ῥώμῃ τρυφῆς καὶ διαίτης τῆς τε περὶ τὰ θεάματα ὑπερ‐ βαλλούσης σπουδῆς ἡνιοχείας τε καὶ ὀρχήσεως τὰ ἤθη διεφθείροντο. πρός τε ἀλλήλους ἐστασίαζον οἱ ἀδελφοί, | |
5 | τὰ πρῶτα μὲν ὑπὸ παιδαριώδους φιλονεικίας δι’ ὀρτύ‐ γων μάχας καὶ ἀλεκτρυόνων συμβολὰς πάλας τε παίδων | |
3.10.4 | ἀλλήλοις ἐρίζοντες. ἥ τε περὶ τὰ θεάματα αὐτῶν ἢ τὰ ἀκροάματα σπουδὴ φιλονείκως ἑκάστοτε ἐμερίζετο· καὶ | |
οὐδενὶ ἀμφότεροι ὁμοίως ἠρέσκοντο, ἀλλὰ πᾶν τὸ τῷ ἑτέρῳ φίλον τῷ ἄλλῳ ἐχθρὸν ἦν. συνέκρουον δὲ αὐτοὺς | 95 | |
5 | ἑκατέρωθεν οἵ τε κόλακες καὶ οἱ θεράποντες, πρὸς τὸ ἡδὺ τῆς ἡλικίας κολακεύοντες καὶ ἀνθέλκοντες. ὁ δὲ Σεβῆρος ταῦτα πυνθανόμενος συνάγειν τε καὶ σωφρο‐ νίζειν ἐπειρᾶτο. | |
3.10.5 | τὸν δὲ πρεσβύτερον, ᾧ γνήσιον μὲν ἦν ὄνομα Βασ‐ σιανὸς πρὶν ἐς τὸν βασίλειον οἶκον παρελθεῖν, ὅτε δὲ τὴν τῆς ἀρχῆς τιμὴν εὐτύχησε, Σεβῆρος Ἀντωνῖνον ὠνόμασε, Μάρκου θελήσας αὐτὸν προσηγορίαν φέρειν· | |
5 | ἠγάγετό τε αὐτῷ γυναῖκα, γάμῳ σωφρονίσαι θέλων. ἦν δὲ ἐκείνη θυγάτηρ τοῦ ἐπάρχοντος τῶν στρατοπέδων· | |
3.10.6 | Πλαυτιανὸς δὲ ἦν ὄνομα αὐτῷ· τοῦτον τὰ μὲν πρῶτα τῆς ἡλικίας εὐτελῆ (τινὲς αὐτὸν καὶ πεφυγαδεῦσθαι ἔλε‐ γον ἁλόντα ἐπὶ στάσεσι καὶ πολλοῖς ἁμαρτήμασιν), ὄντα δὲ πολίτην ἑαυτοῦ (Λίβυς γὰρ κἀκεῖνος ἦν), ὡς μέν | |
5 | τινες ἔλεγον, πρὸς γένους αὐτῷ ὑπάρχοντα, ὡς δ’ ἕτεροι μᾶλλον διέβαλλον, ἀκμαζούσῃ τῇ ἡλικίᾳ γενόμενον παι‐ δικά, πλὴν ἀλλ’ ὁ Σεβῆρος ἐκ μικρᾶς καὶ εὐτελοῦς τύ‐ χης ἐς μεγάλην προήγαγεν ἐξουσίαν, πλούτῳ τε ὑπερ‐ βάλλοντι ἐκόσμησε, τῶν ἀναιρουμένων χαριζόμενος τὰς | |
10 | οὐσίας, οὐδὲν ἕτερον ἀλλ’ ἢ μερισάμενος πρὸς αὐτὸν | |
3.10.7 | τὴν ἀρχήν. ᾗπερ ἐκεῖνος ἀποχρώμενος οὔτε ὠμότητος οὔτε βίας ἐν πᾶσιν οἷς ἔπραττεν ἀπείχετο, φοβερώτερος τῶν πώποτε ἀρχόντων γενόμενος. τούτου τὴν θυγατέρα ζεύξας ὁ Σεβῆρος τῷ υἱῷ τὸν οἶκον ἥνωσεν. | |
3.10.8 | ὁ δὲ Ἀντωνῖνος οὐ πάνυ τι ἡδόμενος τῷ γάμῳ, ἀν‐ άγκῃ δὲ μᾶλλον ἢ προαιρέσει συνεζευγμένος, ἀπεχθῶς | |
πάνυ πρὸς τὴν κόρην διέκειτο καὶ πρὸς τὸν πατέρα αὐ‐ τῆς, ὡς μήτε εὐνῆς μήτε ἑστίας κοινωνεῖν, μυσάττεσθαί | 96 | |
5 | τε τὴν κόρην, ἀπειλεῖν τε ἑκάστοτε ἀποκτενεῖν καὶ αὐ‐ τὴν καὶ τὸν πατέρα, ἐπὰν τῆς ἀρχῆς ἐγκρατὴς γένηται μόνος. ταῦτα δὴ ἡ κόρη ἑκάστοτε ἀπήγγελλε τῷ πατρί, καὶ τοῦ γάμου τὸ μῖσος διηγουμένη παρώξυνεν αὐτόν. | |
3.11.1 | ὁ δὲ Πλαυτιανὸς ὁρῶν τὸν μὲν Σεβῆρον πρεσβύτην τε ἤδη καὶ ὑπὸ νόσου συνεχῶς ἐνοχλούμενον, τὸν δὲ Ἀν‐ τωνῖνον ἐμβριθῆ καὶ θρασὺν νεανίαν, δεδιώς τε αὐτοῦ τὰς ἀπειλάς, δρᾶσαί τι μᾶλλον φθάσας ἢ παθεῖν ἀνα‐ | |
3.11.2 | μείνας ἠθέλησεν. ἔτι τε αὐτὸν καὶ πολλὰ ἦν τὰ πρὸς βασιλείας ἐπιθυμίαν ἀναπείθοντα, πλούτου τε περιβολὴ ἣ μὴ πρότερόν τινι ἰδιωτεύοντι ἐγένετο, στρατιωτῶν τε θεραπεῖαι, τιμαί τε αἱ παρὰ τῶν ἀρχομένων, σχῆμά τε | |
5 | ᾧ προῄει· ἠμφίεστο γὰρ τήν τε πλατύσημον ἐσθῆτα, ἔν τε τοῖς δεύτερον ὑπατεύσασιν ἐτέτακτο, παρῃώρητό τε τὸ ξίφος, καὶ παντὸς ἀξιώματος σχῆμα ἔφερε μόνος. | |
3.11.3 | προϊὼν δὲ φοβερὸς ἦν, ὡς μήτε τινὰ προσιέναι, ἀλλὰ καὶ τοὺς ὑπαντωμένους ἀναστρέφειν· οἵ τε προϊόντες αὐτοῦ ἐκήρυττον μηδένα παρεστάναι μηδ’ ἐς αὐτὸν βλέ‐ πειν, ἀλλ’ ἀποστρέφεσθαι καὶ κάτω βλέπειν. | |
5 | οἷσπερ καὶ ὁ Σεβῆρος ἀγγελλομένοις οὐ πάνυ τι ἠρέ‐ σκετο, ἀλλ’ ἐπαχθὴς ἤδη καὶ βαρὺς κἀκείνῳ ἐγένετο, ὡς καὶ περιελεῖν τινὰ αὐτοῦ τῆς ἐξουσίας [τὸν Σεβῆρον], καὶ πειρᾶσθαι κολούειν τὸ ὑπερβάλλον τῆς ἀλαζονείας. | |
3.11.4 | ἃ δὴ μὴ φέρων ὁ Πλαυτιανὸς ἐτόλμησεν ἐπιβουλεῦσαι τῇ ἀρχῇ, καὶ μηχανᾶται τοιάδε. Σατορνῖνος ἦν εἷς τῶν | |
ὑπ’ αὐτῷ χιλιαρχούντων. οὗτος ὑπερβαλλόντως τὸν Πλαυτιανὸν ἐθεράπευε· καὶ πάντων μὲν τοῦτο ποιούν‐ | 97 | |
5 | των, ἐκεῖνος δὲ πλείονι θρησκείᾳ ᾠκείωτο αὐτόν. τοῦ‐ τον πιστότατον ἡγούμενος καὶ μόνον οἷόν τε φυλάξαι καὶ πληρῶσαι ἀπορρήτους ἐντολάς, περὶ δείλην μεταπεμ‐ | |
3.11.5 | ψάμενος πάντων ἀνακεχωρηκότων „νῦν σοι καιρόσ“ ἔφη „τέλος γενναῖον ἐπιθεῖναι εὐνοίᾳ τε καὶ ὑπηρεσίᾳ ἣν πρός με ἐπεδείξω, ἐμοί τε ἀμείψασθαί σε κατ’ ἀξίαν καὶ τὴν προσήκουσαν χάριν ἀποδοῦναι. πρόκειται δέ σοι | |
5 | αἵρεσις ἢ τοῦ εἶναι ὅπερ ἐμὲ νῦν ὁρᾷς ὄντα, καὶ τήνδε τὴν ἐξουσίαν παραλαβεῖν διαδεξάμενόν με, ἢ τεθνάναι | |
3.11.6 | αὐτίκα ἀπειθείας ὑποσχόντα τιμωρίαν. μηδέ σε τοῦ ἔρ‐ γου τὸ μέγεθος ἐκπληττέτω, μηδὲ τὸ τῶν βασιλέων ὄνομα ταραττέτω. εἰσιέναι [τε] γὰρ μέχρι τοῦ δωματίου ἔνθα. ἀναπαύονται δύνασαι μόνος, ἅτε τὴν νυκτερινὴν φρου‐ | |
5 | ρὰν ἐκ περιόδου ἐγκεχειρισμένος. ὅ τι δ’ ἂν μέλλῃς πράττειν, λανθάνων ἀκωλύτως ἐς τέλος ἄξεις, ἐπεὶ μήτ’ ἐμὲ ἔτι τοιαῦτα κελεῦσαι προσδόκα μήτε σὲ ὑπακοῦσαι. | |
3.11.7 | ἄνελθε δὴ ἐς τὴν βασίλειον αὐλήν, καὶ ὥς τινας ἀγγε‐ λίας ἐπειγούσας καὶ ἀπορρήτους παρ’ ἐμοῦ φέρων ἐπεισ‐ ελθὼν αὐτοῖς ἀπόκτεινον. ἀνὴρ δὲ γενναῖος γενοῦ, ῥᾳδίως κατεργασάμενος πρεσβύτην τε καὶ παιδάριον. | |
5 | μετασχὼν γὰρ τὸ μέρος τῶν κινδύνων, μεθέξεις καὶ τῶν μεγίστων τῆς κατορθώσεως τιμῶν.“ | |
3.11.8 | ταῦτα ἀκούσας ὁ χιλιάρχης ἐξεπλάγη μὲν τὴν ψυχήν, οὐκ ἐταράχθη δὲ τὴν γνώμην, ἀλλ’ ἅτε ἀνὴρ οὐκ ἔξω φρενῶν καθεστώς (καὶ γὰρ ἦν τῷ γένει Σύρος, δριμύ‐ τεροι δ’ ὡς πρὸς τὰς ἐννοίας οἱ ὑπὸ τὴν ἀνατολὴν ἄν‐ | |
5 | θρωποι) τὸν θυμὸν ὁρῶν ἐνθουσιῶντα τοῦ κελεύοντος καὶ τὴν ἐξουσίαν εἰδὼς οὐκ ἀντεῖπεν, ὡς μὴ παρ’ αὐτὰ κολασθείη, προσποιησάμενος δὲ εὐκταῖα καὶ ἀσπαστὰ ἀκούειν, προσκυνήσας τε ὡς ἤδη βασιλέα, γραμματεῖον | 98 |
3.11.9 | ᾔτησε τοῦ φόνου φέρον τὰς ἐντολάς. ἔθος γὰρ τοῦτο τυραννικόν, εἴ τινα ἐκπέμποιεν ἐπὶ φόνον ἄκριτον, ἐν‐ τέλλεσθαι τοῦτο διὰ γραμμάτων, ἵνα μὴ γινόμενον ᾖ ἀκατασήμαντον. ὁ δὲ Πλαυτιανὸς τυφλώττων τῇ ἐπι‐ | |
5 | θυμίᾳ δίδωσιν αὐτῷ τὸ γραμματεῖον, καὶ ἐκπέμπει ἐπὶ τὸν φόνον, ἐντειλάμενος, ἐπὴν ἀμφοτέρους διαχρήσηται, πρὶν διαβόητον γενέσθαι τὸ πραχθὲν πέμψαι τοὺς καλέ‐ σοντας αὐτόν, ἵνα ὀφθῇ πρότερον ἐν τοῖς βασιλείοις ἢ ἀκουσθῇ τὴν βασιλείαν παραλαβών. | |
3.12.1 | ἐπὶ ταύταις δὴ ταῖς συνθήκαις ἀνελθὼν ὁ χιλίαρχος εἰσῆλθε μὲν διὰ πάσης τῆς βασιλικῆς οἰκίας κατὰ τὸ ἔθος ἀκωλύτως· εἰδὼς δὲ ἀδύνατον ὂν δύο διαχειρίσα‐ σθαι βασιλέας, καὶ ταῦτα ἐν διαφόροις οἴκοις διατρί‐ | |
5 | βοντας, ἐπιστὰς τῷ δωματίῳ τοῦ Σεβήρου, καλέσας τοὺς τοῦ βασιλικοῦ θαλάμου φύλακας, ἠξίωσεν εἰσαχθῆναι πρὸς αὐτὸν ὡς δὴ ὑπὲρ σωτηρίας αὐτῷ τινὰ ἀγγελῶν. οἳ δὲ δηλώσαντες τῷ Σεβήρῳ, καὶ κελεύσαντος αὐτοῦ, | |
3.12.2 | τὸν χιλίαρχον εἰσήγαγον. ὃ δὲ εἰσελθών „ἥκω σοι“ ἔφη, „ὦ δέσποτα, ὡς μὲν ὁ πέμψας οἴεται, φονεὺς καὶ δήμιος, ὡς δ’ αὐτὸς εὔχομαί τε καὶ βούλομαι, σωτήρ τε καὶ εὐ‐ εργέτης. Πλαυτιανὸς γὰρ ἐπιβουλεύων τῇ ἀρχῇ ἐνετεί‐ | |
5 | λατό μοι φόνον σόν τε καὶ τοῦ παιδός, καὶ τοῦτο οὐ λό‐ γοις μόνον ἀλλὰ καὶ γράμμασι· καὶ μαρτυρεῖ τὸ γραμ‐ ματεῖον. ἐγὼ δὲ ὑπεσχόμην μέν, ὅπως μὴ ἐμοῦ τὸ ἔργον | |
παραιτησαμένου ἄλλῳ ἐγχειρισθῇ· σοὶ δὲ ταῦτα δηλώ‐ | 99 | |
3.12.3 | σων ἥκω, ὡς ἂν μὴ λάθῃ τὰ τολμώμενα.“ τοιαῦτά τινα λέγοντος αὐτοῦ καὶ δακρύοντος οὐκ εὐθέως ὁ Σεβῆρος ἐπίστευσεν, ἀλλ’ ἅτε πολὺ ἔχων ἐν τοῖς στέρνοις τὸ Πλαυτιανοῦ φίλτρον, συσκευήν τινα καὶ σκηνὴν τὸ | |
5 | πρᾶγμα ὑπώπτευεν, ἡγεῖτό τε τὸν υἱὸν αὑτοῦ ἔχθει τοῦ Πλαυτιανοῦ καὶ μίσει τῆς ἐκείνου θυγατρὸς εὑρηκέ‐ ναι τινὰ τέχνην κατ’ αὐτοῦ καὶ διαβολὴν θανατηφόρον. | |
3.12.4 | μεταπεμψάμενος δὲ τὸν υἱὸν ᾐτιᾶτο ὡς τοιαῦτα συσκευά‐ ζοντα κατὰ ἀνδρὸς εὔνου καὶ οἰκείου. ὁ δ’ Ἀντωνῖνος τὰ μὲν πρῶτα ἀπώμνυτο, μηδ’ εἰδέναι φάσκων τὰ λεγό‐ μενα· ἐγκειμένου δὲ τοῦ χιλιάρχου καὶ τὸ γραμματεῖον | |
5 | δεικνύντος παρεθάρσυνέ τε αὐτὸν καὶ προύτρεπεν ἐς τοὺς ἐλέγχους ὁ Ἀντωνῖνος. ὁ δὲ χιλίαρχος ὁρῶν ἐς ὅσον κίνδυνον ἥκει, δεδιώς τε τὴν πρὸς τὸν Πλαυτιανὸν τοῦ Σεβήρου εὔνοιαν, ἐπιστάμενός τε ὡς, εἰ λάθοι ἡ ἐπιβουλὴ καὶ μὴ ἐλεγχθείη, ὄλεθρος αὐτῷ οὐχ ὁ τυχὼν | |
3.12.5 | ἐπήρτηται, „καὶ τίνα“ ἔφη, „ὦ δέσποτα, ἔλεγχον μείζονα βούλεσθε, ἢ ποίαν ἀπόδειξιν φανερωτέραν; ἐπιτρέψατε γὰρ δή μοι“ ἔφη „προελθόντι τῶν βασιλείων διά τινος τῶν ἐμοὶ πιστῶν δηλῶσαι ὅτι δὴ τὸ ἔργον κατείργασται. | |
5 | ὃ δὲ ἀφίξεται πιστεύσας, καὶ οἰόμενος ἔρημα τὰ βασίλεια καταλήψεσθαι. ὅταν δὲ ἀφίκηται, ὑμέτερον ἤδη ἔργον εὑρεῖν τὴν ἀλήθειαν. ἡσυχίαν δὲ εἶναι πολλὴν ἀνὰ τὰ βασίλεια κελεύσατε, ὅπως μὴ τὸ πραττόμενον προγνω‐ σθὲν ἀνατραπῇ.“ | |
3.12.6 | ταῦτα εἰπὼν ἐντέλλεταί τινι τῶν πιστοτάτων ἑαυτῷ | |
ἀγγεῖλαι Πλαυτιανῷ ἥκειν τὴν ταχίστην· κεῖσθαι γὰρ ἀμφοτέρους τοὺς βασιλέας, καὶ δεῖν αὐτὸν ἔνδον εἶναι πρὶν ἔκπυστα τῷ δήμῳ γενέσθαι, ὡς ἂν τῆς ἀκροπόλεως | 100 | |
5 | κατειλημμένης καὶ τῆς βασιλείας ἱδρυμένης ἑκόντες τε καὶ ἄκοντες πάντες ὑπακούοιεν οὐκ ἐσομένῳ βασιλεῖ ἀλλ’ | |
3.12.7 | ἤδη ὄντι. τούτοις πιστεύσας ὁ Πλαυτιανὸς ἤδη περὶ δεί‐ λην ἑσπέραν, ἀρθεὶς ταῖς ἐλπίσι, θώρακα μὲν ἀμφιέν‐ νυται τῆς τοῦ σώματος ἀσφαλείας χάριν, κρύψας δὲ αὐ‐ τὸν τῇ λοιπῇ ἐσθῆτι, ἐπιβὰς ὀχήματος αἰφνιδίως ἐς τὰ | |
5 | βασίλεια ἠπείγετο, ὀλίγων αὐτὸν παραπεμπόντων, οἳ παρῆσαν οἰόμενοι κεκλῆσθαι ὑπὸ τῶν βασιλέων διά τινα | |
3.12.8 | ἐπείξαντα. ὡς δ’ ἐπέστη τῇ βασιλείῳ αὐλῇ, ἀκωλύτως τε εἰσῆλθεν ἀγνοούντων τὸ πραττόμενον τῶν φυλάκων, ὑπαντώμενος ὁ χιλίαρχος ἐνεδρεύων τε προσεῖπεν αὐτο‐ κράτορα, καὶ δῆθεν συνήθως λαβόμενος τῆς χειρὸς ἐς | |
5 | τὸ δωμάτιον εἰσήγαγεν, ἔνθα ἔφασκεν ἐρρῖφθαι τὰ τῶν | |
3.12.9 | βασιλέων σώματα. ἤδη δὲ παρεσκευάκει ὁ Σεβῆρος νεα‐ νίας τῶν περὶ αὑτὸν σωματοφυλάκων, οἳ συλλήψονται αὐτὸν εἰσελθόντα. ὁ δὲ Πλαυτιανὸς ἐφ’ ἑτέραις εἰσελ‐ θὼν ἐλπίσιν ὁρᾷ τοὺς βασιλέας ἀμφοτέρους ἑστῶτας, | |
5 | συλληφθείς τε κατείχετο· καὶ ἐκπλαγεὶς τῷ πράγματι ἐδεῖτο καὶ ἐλιπάρει. ἀπελογεῖτό τε, φάσκων πάντα ψευ‐ δῆ εἶναι καὶ συσκευὴν κατ’ αὐτοῦ καὶ δρᾶμα ἐσκευάσθαι. | |
3.12.10 | πολλὰς δὲ τοῦ μὲν Σεβήρου ὀνειδίζοντος εὐεργεσίας τε καὶ τιμάς, τοῦ δὲ πίστεώς τε καὶ εὐνοίας τῆς ἄνωθεν ὑπομιμνήσκοντος, ἠρέμα πως ὁ Σεβῆρος ὑπήγετο πειθοῖ τῶν ὑπὸ τοῦ Πλαυτιανοῦ λεγομένων, ἔστε δὴ ὑπεφάνη | |
5 | τοῦ θώρακος μέρος καταραχθείσης τῆς ἐπ’ αὐτῷ ἐσθῆ‐ τος. ὅπερ ἰδὼν ὁ Ἀντωνῖνος, 〈ἅτε〉 νέος θρασὺς θυμοειδής | 101 |
3.12.11 | τε καὶ φύσει μισῶν τὸν ἄνθρωπον, „ἀλλὰ πρὸς δύο“ ἔφη „ταῦτα τί ἂν ἀποκρίναιο; ἥκεις πρὸς βασιλέας ἑσπέρας μὴ κελεύσαντας· ὅ τε θώραξ σοι τί βούλεται; τίς γὰρ ἐς ἑστίασιν ἢ κῶμον ὡπλισμένος ἔρχεται;“ καὶ ταῦτα | |
5 | εἰπὼν κελεύει τῷ χιλιάρχῃ τοῖς τε παροῦσι σπασαμένοις τὰ ξίφη φονεῦσαι τὸν ἄνδρα ὡς ὁμολογουμένως πολέ‐ | |
3.12.12 | μιον. οἳ δὲ μὴ μελλήσαντες κελεύσαντι τῷ νέῳ βασιλεῖ πείθονται, ἀναιροῦσί τε αὐτὸν καὶ τὸ σῶμα ῥίπτουσιν ἐς τὴν λεωφόρον, ὡς ἂν πᾶσι φανερὸν γένοιτο καὶ ὑπὸ 〈τῶν〉 μισούντων ὑβρισθείη. | |
5 | τούτῳ μὲν δὴ τῷ τέλει Πλαυτιανὸς ἐχρήσατο, ἀπλήστῳ τε παραφρονήσας πάντων ἐπιθυμίᾳ, καὶ χρησάμενος ἐν | |
3.13.1 | τῷ τέλει ἀπίστῳ ὑπηρεσίᾳ· ὁ δὲ Σεβῆρος τοῦ μὲν λοι‐ ποῦ ἐπάρχοντας δύο τῶν στρατοπέδων κατέστησεν, αὐτὸς δὲ τὰ πλεῖστα τοῦ βίου διέτριβεν ἐν τοῖς βασιλικοῖς προαστείοις καὶ τοῖς παραλίοις τῆς Καμπανίας χωρίοις, | |
5 | δικάζων τε καὶ πολιτικὰ διοικῶν. ἀπάγειν γὰρ ἤθελε τοὺς παῖδας τῆς ἐν Ῥώμῃ διαίτης, χρηστῆς 〈δὲ〉 ἀπο‐ λαύειν, ἐπείπερ αὐτοὺς ἑώρα περὶ τὰ θεάματα ἐσπου‐ | |
3.13.2 | δακότας ἀπρεπέστερον ἢ βασιλεῦσιν ἥρμοζεν. ἥ τε περὶ ἐκεῖνα σπουδὴ καὶ φιλονεικία, διάφορον ἔχουσα καὶ ἀν‐ τίπαλον ἀεὶ τὴν γνώμην, τῶν ἀδελφῶν ἐτάραττε τὰς ψυχάς, ἐναύσματά τε ἔριδος καὶ ἔχθρας παρεῖχε. μάλιστα | |
5 | δὲ ὁ Ἀντωνῖνος ἀφόρητος ἦν ἀποσκευασάμενος τὸν Πλαυ‐ | |
τιανόν. ᾐδεῖτο δὲ καὶ ἐφοβεῖτο ....... τῇ τε θυγατρὶ μὲν ἐκείνου γυναικὶ δὲ αὑτοῦ παντὶ τρόπῳ θάνατον ἐμη‐ | 102 | |
3.13.3 | χανᾶτο. ὁ δὲ Σεβῆρος αὐτήν τε ἐκείνην καὶ τὸν ἀδελφὸν αὐτῆς ἐς Σικελίαν ἐξέπεμψεν, αὐτάρκη δοὺς περιουσίαν ἐς τὸ διαβιοῦν δαψιλῶς, μιμησάμενος τὸν Σεβαστόν· καὶ γὰρ ἐκεῖνος τοῖς Ἀντωνίνου παισί, πολεμίου γενομένου, οὕτως | |
5 | ἐχρήσατο. αὐτὸς δὲ ἐπειρᾶτο συνάγειν ἀεὶ τοὺς παῖδας ἐς φιλίαν καὶ προτρέπειν ἐς ὁμόνοιαν καὶ συμφωνίαν, μύθων τε ἀρχαίων καὶ δραμάτων ὑπεμίμνησκεν, ἀεὶ βασιλέων ἀδελφῶν συμφορὰς ἐκ στάσεως διηγούμενος. | |
3.13.4 | θησαυρούς τε καὶ νεώς, πάντας ἐδείκνυ χρημάτων πλή‐ ρεις, πλοῦτόν τε καὶ δύναμιν 〈τοιαύτας οἵαις μὴ〉 ἔσε‐ σθαι ἔξωθεν ἐπιβουλεῦσαι, τοσαύτης μὲν οὔσης οἴκοι περιουσίας ὡς ἀφειδῶς καὶ δαψιλῶς τοῖς στρατιώταις | |
5 | χορηγεῖν, τῆς τε ἐν Ῥώμῃ δυνάμεως αὐτῆς τετραπλασια‐ σθείσης, καὶ στρατοπέδου τοσούτου πρὸ τῆς πόλεως ἱδρυ‐ θέντος ὡς μηδεμίαν μεῖναι δύναμιν ἔξωθεν ἐχέγγυον μηδ’ ἀντίπαλον 〈μήτε〉 πλήθει στρατοῦ μήτε μεγέθει σω‐ | |
3.13.5 | μάτων μήτε χρημάτων περιουσίᾳ. πλὴν οὐδὲν ὄφελος τούτων πάντων ἔλεγε στασιαζόντων πρὸς ἀλλήλους, τοῦ τε πολέμου ἔνδον ὄντος. ὃ μὲν δὴ τοιαῦτά τινα λέγων ἑκάστοτε, ποτὲ μὲν λιπαρῶν ποτὲ δὲ ἐπιπλήττων, σω‐ | |
5 | φρονίζειν αὐτοὺς ἅμα καὶ συνάγειν ἐπειρᾶτο· οἳ δ’ οὔτι γε ἐπείθοντο, ἀφηνίαζον δὲ καὶ ἐπεδίδοσαν ἐς τὸ χεῖρον. | |
3.13.6 | ἅτε δὲ νεανίας σφριγῶντας καὶ ὑπὸ βασιλικῆς ἐξουσίας ἐς πάσας ἡδονῶν ὀρέξεις ἀπλήστως ὁρμωμένους ἕκαστοι τῶν κολακευόντων ἀνθεῖλκον πρὸς αὑτούς, οὐ μόνον | |
ὑπηρετούμενοι ταῖς ἐπιθυμίαις αὐτῶν καὶ ταῖς περὶ τὰ | 103 | |
5 | αἴσχιστα σπουδαῖς, ἀλλὰ καὶ ἀεί τι καινὸν ἐξευρίσκον‐ τες, δι’ οὗ εὐφρανοῦσι μὲν ὃν ἐκολάκευον, λυπήσουσι δὲ τὸν ἀδελφόν. ἤδη γοῦν τινὰς καὶ λαβὼν ἐπὶ τοιαύ‐ ταις ὑπηρεσίαις ὁ Σεβῆρος ἐκόλασεν. | |
3.14.1 | ἀσχάλλοντι δὲ αὐτῷ ἐπὶ τῷ τοιούτῳ βίῳ τῶν παίδων καὶ τῇ περὶ τὰ θεάματα ἀπρεπεῖ σπουδῇ ἐπιστέλλει ὁ τῆς Βρεττανίας ἡγούμενος, στασιάζειν τοὺς ἐκεῖ βαρβά‐ ρους φάσκων, καὶ κατατρέχοντας τὴν χώραν λείαν τε | |
5 | ἀπάγειν καὶ πορθεῖν τὰ πλεῖστα· δεῖσθαι τοίνυν χειρὸς πλείονος πρὸς βοήθειαν τοῦ τόπου ἢ βασιλικῆς ἐπιδη‐ | |
3.14.2 | μίας. ὁ δὲ Σεβῆρος ἀσμένως ταῦτα ἀκούσας, φύσει μὲν καὶ ἄλλως φιλόδοξος ὑπάρχων, καὶ μετὰ τὰς ὑπὸ ἀνατο‐ λαῖς καὶ ἄρκτῳ νίκας καὶ προσηγορίας βουλόμενος καὶ κατὰ Βρεττανῶν ἐγεῖραι τρόπαια, ἔτι δὲ καὶ τοὺς υἱεῖς | |
5 | ἀπαγαγεῖν τῆς Ῥώμης θέλων, ὡς ἂν ἀνανήψειεν ἐν στρα‐ τιωτικῷ βίῳ καὶ σώφρονι ἀπαχθέντες τῆς ἐν Ῥώμῃ τρυ‐ φῆς καὶ διαίτης, ἐπαγγέλλει τὴν ἐς τὴν Βρεττανίαν ἔξο‐ δον, πρεσβύτης τε ἤδη ὢν καὶ ὑπὸ τῆς ἀρθρίτιδος νόσου κάμνων· ἀλλὰ τὰ τῆς ψυχῆς αὐτοῦ ἔρρωτο ὑπὲρ πάντα | |
3.14.3 | νεανίαν. τὰ πλεῖστα γοῦν καὶ φοράδην φερόμενος τῆς ὁδοιπορίας εἴχετο, οὐδὲ πώποτε ἐπὶ πολὺ μένων ἀν‐ επαύετο. ἀνύσας δὲ τὴν ὁδὸν ἅμα τοῖς παισὶ παντὸς λόγου καὶ ἐλπίδος θᾶττον, τὸν ὠκεανὸν διαπλεύσας Βρετ‐ | |
5 | τανοῖς ἐπέστη, τούς τε πανταχόθεν στρατιώτας ἀθροί‐ σας καὶ δύναμιν πολλὴν ἀγείρας τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο. | |
3.14.4 | οἱ δὲ Βρεττανοὶ τῇ τοῦ βασιλέως ἐκπλαγέντες αἰφνι‐ δίῳ ἐπιδημίᾳ, δύναμίν τε ἀκούσαντες παμπλείστην ἐπ’ | |
αὐτοὺς ἀθροισθεῖσαν, πρεσβείας ἔπεμπον περί τε εἰρή‐ νης διελέγοντο, ἀπολογεῖσθαί τε ἐβούλοντο πρὸς τὰ | 104 | |
3.14.5 | προημαρτημένα. ὁ δὲ Σεβῆρος διατριβάς τε χρόνου ζη‐ τῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι τὴν κατὰ Βρεττανῶν νίκην τε καὶ προσηγορίαν, τοὺς μὲν πρέσβεις αὐτῶν | |
5 | ἀπράκτους 〈ἀπ〉έπεμψεν, εὐτρέπιζε δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ’ ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίως τε αὐτὰ διατρέχοιεν καὶ ἐπ’ ὀχυροῦ βήματος | |
3.14.6 | ἑδραίως ἑστῶτες μάχοιντο. τὰ γὰρ πλεῖστα τῆς Βρεττα‐ νῶν χώρας ἐπικλυζόμενα ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμ‐ πώτισιν ἑλώδη γίνεται· οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαί τε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύος· | |
5 | γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα τοῦ σώματος τῆς ἰλύος | |
3.14.7 | καταφρονοῦσιν. οὐδὲ γὰρ ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ λοιποὶ βάρβαροι, τὰ δὲ σώματα | |
5 | στίζονται γραφαῖς ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκό‐ σιν· ὅθεν οὐδὲ ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώ‐ | |
3.14.8 | ματος τὰς γραφάς. εἰσὶ δὲ μαχιμώτατοί τε καὶ φονικώ‐ τατοι, ἀσπίδα μόνην στενὴν προβεβλημένοι καὶ δόρυ, ξίφος δὲ παρηρτημένοι 〈ἐκ〉 γυμνοῦ σώματος. θώρακος δὲ ἢ κράνους οὐκ ἴσασι χρῆσιν, ἐμπόδια νομίζοντες πρὸς τὴν | |
5 | δίοδον τῶν ἑλῶν, ἐξ ὧν τῆς ἀναθυμιάσεως καὶ παχύτη‐ τος ὁ κατ’ ἐκείνην τὴν χώραν ἀὴρ ζοφώδης ἀεὶ φαίνεται. πρὸς δὴ ταῦτα ὁ Σεβῆρος ἐξήρτυεν ὅσα συνοίσειν ἔμελλε τῷ Ῥωμαίων στρατῷ, λυπήσειν δὲ καὶ ἐμποδιεῖν τὴν τῶν | |
βαρβάρων ὁρμήν. | 105 | |
3.14.9 | ὡς δὲ αὐτάρκως ὤφθη αὐτῷ τὰ πρὸς τὸν πόλεμον εὐτρεπίσθαι, τὸν μὲν νεώτερον τῶν υἱῶν, τὸν Γέταν καλούμενον, κατέλιπεν ἐν τῷ ὑπὸ Ῥωμαίους ἔθνει δικά‐ σοντά τε καὶ τὰ πολιτικὰ τῆς ἀρχῆς διοικήσοντα, δοὺς | |
5 | αὐτῷ συνέδρους τῶν φίλων τοὺς πρεσβυτέρους, τὸν δὲ Ἀντωνῖνον παραλαβὼν ἐπὶ τοὺς βαρβάρους ἠπείγετο. | |
3.14.10 | ὑπερβάντος δὲ τοῦ στρατοῦ τὰ προβεβλημένα ῥεύματά τε καὶ χώματα τῆς Ῥωμαίων ἀρχῆς συμβολαὶ καὶ ἀκρο‐ βολισμοὶ πολλάκις ἐγίνοντο τροπαί τε τῶν βαρβάρων. ἀλλὰ τοῖς μὲν ῥᾳδία ἦν ἡ φυγή, καὶ διελάνθανον ἔν τε | |
5 | δρυμοῖς καὶ ἕλεσι καὶ τῇ τῶν χωρίων γνώσει, ἅπερ πάν‐ τα Ῥωμαίοις ὄντα ἐναντία πλείονα παρέσχε τῷ πολέμῳ | |
3.15.1 | τὴν διατριβήν· τὸν δὲ Σεβῆρον γηραιὸν ὄντα ἤδη νόσος ἐπιμηκεστέρα καταλαμβάνει, ὅθεν αὐτὸς μὲν ἠναγκάζετο μένειν οἴκοι, τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν διοικήσοντα τὰ στρατιωτικά. ὁ δὲ Ἀντωνῖνος τῶν μὲν | |
5 | πρὸς τοὺς βαρβάρους μετρίως ἐφρόντιζεν, ἐπειρᾶτο δὲ οἰκειοῦσθαι τὰ στρατεύματα, καὶ πάντας ἀνέπειθεν ἐς αὑτὸν βλέπειν μόνον, ἐμνᾶτό τε παντὶ τρόπῳ τὴν μον‐ | |
3.15.2 | αρχίαν, διαβάλλων τὸν ἀδελφόν. ὁ δὲ πατὴρ ἐπὶ πολὺ νοσῶν καὶ πρὸς τὸν θάνατον βραδύνων ἐπαχθὴς αὐτῷ καὶ ὀχληρὸς ἐφαίνετο· ἀνέπειθέ τε ἰατροὺς καὶ ὑπηρέτας κακουργῆσαί τι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς | |
5 | ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν ἀλλὰ μόλις ποτὲ Σεβῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρείς, ἀνεπαύσατο τοῦ βίου, ἐνδοξότατα βιώσας, ὅσον πρὸς τὰ πολεμικά, τῶν | |
3.15.3 | πώποτε βασιλέων· οὔτε γὰρ ἐμφύλια κατ’ ἐχθρῶν οὔτε | |
ξένα κατὰ βαρβάρων τοσαῦτά τις πρὸ αὐτοῦ ἤγειρε τρό‐ παια. βασιλεύσας δὲ ὀκτωκαίδεκα ἔτεσιν ἐπὶ παισὶ νεα‐ νίαις διαδόχοις ἀνεπαύσατο, χρήματά τε αὐτοῖς κατα‐ | 106 | |
5 | λιπὼν ὅσα μηδεὶς πώποτε, καὶ δύναμιν στρατιωτῶν ἀν‐ ανταγώνιστον. | |
3.15.4 | ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς ἀφ’ ἑστίας πάντας φονεύειν ἤρξατο, τούς τε ἰατροὺς ἀνελών, οἳ μὴ ὑπήκουσαν αὐτῷ κελεύ‐ σαντι κακουργῆσαι καὶ τὸν θάνατον ἐπεῖξαι τοῦ γέροντος, | |
5 | τούς τε τροφεῖς αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, ἐπειδὴ προσέκειν‐ το λιπαροῦντες αὐτὸν ὑπὲρ ὁμονοίας· οὐδένα δὲ εἴασε περι‐ γενέσθαι τῶν ἐν τιμῇ γενομένων ἢ θεραπείᾳ τοῦ γέροντος. | |
3.15.5 | ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρα‐ τοπέδων ἡγουμένους ἐθεράπευεν, ὅπως ἀναπείσειαν τὸν στρατὸν ἀποδεῖξαι μόνον 〈αὐτὸν〉 αὐτοκράτορα, καὶ πᾶ‐ σαν μηχανὴν κατὰ τοῦ ἀδελφοῦ ἐζήτει. οὐ μὲν ἔπειθε τὸ | |
5 | στρατιωτικόν· μεμνημένοι δὲ τοῦ Σεβήρου, καὶ ὅτι ἀμ‐ φοτέρους ἴσους 〈ἴδοιεν ἐκείνον γεγονότας, ἴσουσ〉 δὲ ἐκ παίδων παραθρέψειαν, ἴσην αὐτοῖς ὑπηρεσίαν καὶ εὔνοιαν | |
3.15.6 | παρείχοντο. ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος πρὸς τοὺς βαρβάρους, δούς τε εἰρήνην τά τε πιστὰ λαβών, ἐξῄει τε τῆς βαρ‐ βάρου πρός τε τὸν ἀδελφὸν ἤδη καὶ τὴν μητέρα ἠπεί‐ | |
5 | γετο. ὡς δὲ κατὰ τὸ αὐτὸ ἐγένοντο, συνάγειν αὐτοὺς ἡ μήτηρ ἐπειρᾶτο καὶ οἱ ἐν ἀξιώσει ὄντες καὶ σύνεδροι | |
3.15.7 | πατρῷοι φίλοι. ὁ δὲ Ἀντωνῖνος, πάντων αὐτῷ πρὸς ἃ ἐβούλετο ἐναντιουμένων, ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἐς ὁμόνοιαν καὶ φιλίαν ἐπίπλαστον μᾶλλον ἢ ἀληθῆ περι‐ | |
ήγετο. οὕτως δὴ τὰ τῆς βασιλείας ἀμφότεροι διοικοῦντες | 107 | |
5 | ἐν ὁμοτίμῳ ἀρχῇ ἀπᾶραι τῆς Βρεττανίας ἠθέλησαν, ἔς τε τὴν Ῥώμην ἠπείγοντο κομίζοντες τὰ τοῦ πατρὸς λεί‐ ψανα· τὸ γὰρ σωμάτιον πυρὶ παραδόντες, τήν τε κόνιν σὺν ἀρώμασιν ἐς κάλπιν ἀλαβάστρου ἐμβαλόντες, ἀπε‐ κόμιζον ἐς τὴν Ῥώμην, ἐς τὰ βασιλέων ἀποθησόμενοι | |
3.15.8 | ἱερὰ μνήματα. αὐτοὶ δὲ τὸν στρατὸν παραλαβόντες νικη‐ φόροι δὴ κατὰ Βρεττανῶν ἐς τὴν ἀντικειμένην Γαλλίαν, διαβάντες τὸν ὠκεανόν, ἀφίκοντο. ὅπως μὲν δὴ Σεβῆρος τὸν βίον μετήλλαξε καὶ οἱ παῖ‐ | |
5 | δες αὐτῷ τὴν ἀρχὴν διεδέξαντο, ἐν τῷ βιβλίῳ τούτῳ δεδήλωται. | |
6 | ||
4.1.1 | Τὰ μὲν δὴ πραχθέντα Σεβήρῳ βασιλεύσαντι ὀκτω‐ καίδεκα ἔτεσιν ἐν τῷ πρὸ τούτου βιβλίῳ δεδήλωται· οἱ δ’ υἱεῖς αὐτοῦ, ἤδη νεανίαι, ἅμα τῇ μητρὶ ἐς τὴν Ῥώ‐ μην ἠπείγοντο, ἤδη μὲν κατὰ τὴν ὁδὸν στασιάζοντες πρὸς | |
5 | ἀλλήλους. οὔτε γὰρ καταγωγαῖς ταῖς αὐταῖς ἐχρῶντο οὔτε συνειστιῶντο ἀλλήλοις· πολὺ δ’ ἦν τὸ ὕποπτον ἐν ἅπασιν ἐδέσμασί τε καὶ πόμασι, μή τις αὐτῶν προλαβὼν καὶ λαθών, ἤ τινας ἀναπείσας τῶν ὑπηρετῶν, δηλητηρίῳ | |
4.1.2 | χρήσηται φαρμάκῳ. ταύτῃ γοῦν καὶ τὴν ὁδοιπορίαν ἔτι μᾶλλον ἤπειγον, ἀδεέστερον ἑκάτερος βιώσεσθαι προσ‐ δοκῶν, εἰ ἐν τῇ Ῥώμῃ γένοιντο καὶ τὰ βασίλεια διελό‐ μενοι ἐν πλατείᾳ καὶ πολλῇ οἰκήσει καὶ πάσης πόλεως | |
5 | μείζονι καθ’ ἑαυτὸν ἑκάτερος διάγοι ὡς βούλοιτο. | |
4.1.3 | ὡς δὲ ἀφίκοντο ἐς τὴν Ῥώμην, ὅ τε δῆμος αὐτοὺς | |
δαφνηφορῶν ὑπεδέξατο ἥ τε σύγκλητος προσηγόρευσεν. ἡγοῦντο δ’ αὐτοὶ μὲν τὴν βασίλειον φέροντες πορφύραν, εἵποντο δ’ ὄπισθεν αὐτοῖς οἱ τὴν ὕπατον ἀρχὴν τότε | 108 | |
5 | διέποντες, κάλπιν φέροντες ἔνθα ἦν τὰ Σεβήρου λείψανα. οἵ τε προσαγορεύοντες τοὺς νέους αὐτοκράτορας παριόν‐ | |
4.1.4 | τες καὶ τὴν κάλπιν προσεκύνουν. ἐκείνην μὲν οὖν παρα‐ πέμψαντες, καὶ προπομπεύσαντες αὐτῆς, ἀπέθεντο ἐν τῷ νεῷ ἔνθα Μάρκου τε καὶ τῶν πρὸ αὐτοῦ βασιλέων ἱερὰ μνήματα δείκνυται· ἐπιτελέσαντες δὲ τὰς νενομισμένας | |
5 | ἱερουργίας ἐπὶ ταῖς βασιλικαῖς εἰσόδοις ἀνῆλθον ἐς τὰ | |
4.1.5 | βασίλεια. διελόμενοι δὲ αὐτὰ ἑκάτερος ᾤκει, παραφράτ‐ τοντές τε πάσας εἰσόδους, εἴ τινες ἦσαν λανθάνουσαι, μόναις δὲ ταῖς δημοσίοις καὶ αὐλείοις ἀνέδην χρώμενοι, φρουράς τε ἐπιστήσαντες ἰδίᾳ ἑκάτερος, οὐδὲ συνιόντες | |
5 | εἰ μὴ πρὸς ὀλίγον, ὅσον δημοσίᾳ, εἴ ποτε, ὀφθῆναι. ἐπετέλεσαν δὲ πρὸ ἁπάντων τὴν ἐς τὸν πατέρα τιμήν. | |
4.2.1 | ἔθος γάρ ἐστι Ῥωμαίοις ἐκθειάζειν βασιλέων τοὺς ἐπὶ παισὶ [ἢ] διαδόχοις τελευτήσαντας· τήν τε τοιαύτην τι‐ μὴν ἀποθέωσιν καλοῦσι. μεμιγμένον δέ τι πένθος ἑορτῇ | |
4.2.2 | καὶ θρησκείᾳ κατὰ πᾶσαν τὴν πόλιν δείκνυται. τὸ μὲν γὰρ σῶμα τοῦ τελευτήσαντος πολυτελεῖ κηδείᾳ κατα‐ θάπτουσιν ἀνθρώπων νόμῳ· κηροῦ δὲ πλασάμενοι εἰκόνα πάντα ὁμοίαν τῷ τετελευτηκότι ἐπὶ μεγίστης ἐλεφαντίνης | |
5 | κλίνης, ἐς ὕψος ἀρθείσης, προτιθέασιν ἐν τῇ τῶν βασι‐ λείων εἰσόδῳ, χρυσοϋφεῖς στρωμνὰς ὑποστρωννύντες. ἡ δ’ εἰκὼν ἐκείνη ἐν σχήματι νοσοῦντος πρόκειται ὠχριῶσα. | |
4.2.3 | τῆς δὲ κλίνης ἑκατέρωθεν καθέζονται ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐν μὲν τῷ λαιῷ μέρει πᾶσα ἡ σύγκλητος, μελαί‐ | |
ναις ἐφεστίσι χρώμενοι, ἐν δὲ τῷ δεξιῷ γυναῖκες πᾶσαι ὅσαις ἀνδρῶν ἢ πατέρων ἀξίωμα τιμῆς ἐνδόξου μεταδί‐ | 109 | |
5 | δωσιν. οὔτε δὲ χρυσοφοροῦσά τις αὐτῶν ὁρᾶται οὔτε περιδεραίοις κοσμουμένη, ἀλλὰ λιτὰς ἐσθῆτας λευκὰς | |
4.2.4 | ἀμφιεννύμεναι σχῆμα παρέχουσι λυπουμένων. ἑπτὰ μὲν οὖν ἡμερῶν τὰ εἰρημένα ἐπιτελεῖται· ἰατροί τε εἰσιόντες ἑκάστοτε προσίασι τῇ κλίνῃ, καὶ δῆθεν ἐπισκεψάμενοι τὸν νοσοῦντα χαλεπώτερον ἔχειν ἀπαγγέλλουσιν ἑκάστοτε. | |
5 | ἐπὰν δὲ δόξῃ τετελευτηκέναι, τὴν μὲν κλίνην ἀράμενοι τοῦ τε ἱππικοῦ τάγματος εὐγενέστατοι καὶ τῆς συγκλή‐ του ἐπίλεκτοι νεανίαι κατακομίζουσι διὰ τῆς ἱερᾶς ὁδοῦ, ἔς τε τὴν ἀρχαίαν ἀγορὰν προτιθέασιν, ἔνθα οἱ Ῥωμαίων | |
4.2.5 | ἄρχοντες τὰς ἀρχὰς ἀπόμνυνται. ἑκατέρωθεν δὲ βάθρα τινὰ σύγκειται ἐν κλίμακος σχήματι, καὶ ἐπὶ μὲν θα‐ τέρου μέρους τῶν εὐγενεστάτων καὶ εὐπατριδῶν χορὸς ἕστηκε παίδων, ἐν δὲ τῷ ἀντικειμένῳ γυναικῶν τῶν ἐν | |
5 | ἀξιώσει εἶναι δοκουσῶν· ᾄδουσι δὲ ἑκάτεροι ὕμνους τε καὶ παιᾶνας ἐς τὸν τετελευτηκότα, σεμνῷ μέλει καὶ θρη‐ | |
4.2.6 | νώδει ἐρρυθμισμένους. μετὰ δὲ τοῦτο βαστάσαντες τὴν κλίνην φέρουσιν ἔξω τῆς πόλεως ἐς τὸ καλούμενον Ἄρεως πεδίον, ἔνθα κατεσκεύασται ἐν τῷ πλατυτάτῳ τοῦ πεδίου τόπῳ τετράγωνόν τι [καὶ] ἰσόπλευρον, ἄλλης μὲν ὕλης | |
5 | οὐδεμιᾶς μετέχον, ἐκ μόνης δὲ συμπήξεως ξύλων μεγί‐ | |
4.2.7 | στων ἐς σχῆμα οἰκήματος. πᾶν δὲ ἐκεῖνο ἔνδοθεν μὲν φρυγάνων πεπλήρωται, ἔξωθεν δὲ χρυσοϋφέσι στρωμναῖς ἐλεφαντίνοις τε ἀγάλμασι γραφαῖς τε ποικίλαις κεκόσμη‐ ται. ἐπ’ ἐκείνῳ δὲ ἕτερον, σχήματι μὲν καὶ κόσμῳ παρα‐ | |
5 | πλήσιον, μικρότερον 〈δ’〉 ἐπίκειται, πυλίδας ἔχον καὶ | |
θύρας ἀνεῳγυίας. τρίτον τε καὶ τέταρτον, ἀεὶ τοῦ ὑπο‐ κειμένου μεῖον, ἐς τελευταῖον βραχύτατον περατοῦται. | 110 | |
4.2.8 | ἀπεικάσαι τις ἂν τὸ σχῆμα τοῦ κατασκευάσματος φρυ‐ κτωρίοις, ἃ τοῖς λιμέσιν ἐπικείμενα νύκτωρ διὰ τοῦ πυρὸς ἐς ἀσφαλεῖς καταγωγὰς τὰς ναῦς χειραγωγεῖ· φά‐ ρους τε αὐτὰ οἱ πολλοὶ καλοῦσιν. ἐς δὴ τὸ οἴκημα τὸ | |
5 | δεύτερον ἀνακομίσαντες τὴν κλίνην τιθέασιν, ἀρώματά τε καὶ θυμιάματα πάντα ὅσα γῆ φέρει, εἴ τέ τινες καρ‐ ποὶ ἢ πόαι χυμοί τε συμβαλλόμενοι πρὸς εὐωδίαν, ἀνα‐ | |
4.2.9 | κομίζονται καὶ σωρηδὸν χέονται· οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶς τε ὁ | |
5 | τόπος πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται, πᾶν τε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ καὶ | |
4.2.10 | ῥυθμῷ. ἅρματά τε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ, φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. | |
5 | τούτων δὲ συντελεσθέντων λαβὼν λαμπάδα ὁ τὴν βασι‐ λείαν διαδεξάμενος προσφέρει τῷ οἰκήματι, οἵ τε λοιποὶ πανταχόθεν πῦρ περιτιθέασι· πάντα δὲ ῥᾷστα ἀνάπτεται 〈καὶ〉 εὐμαρῶς ὑπὸ τοῦ πυρός, φρυγάνων τε πλήθους καὶ | |
4.2.11 | θυμιαμάτων ἐπινηθέντος. ἐκ δὲ τοῦ τελευταίου καὶ βρα‐ χυτάτου κατασκευάσματος, ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν τῷ πυρὶ ἀνελευσόμενος ἐς τὸν αἰθέρα, | |
ὃς φέρειν ἀπὸ γῆς ἐς οὐρανὸν τὴν τοῦ βασιλέως ψυχὴν | 111 | |
5 | πιστεύεται ὑπὸ Ῥωμαίων· καὶ ἐξ ἐκείνου μετὰ τῶν λοι‐ πῶν θεῶν θρησκεύεται. | |
4.3.1 | ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ 〈ἤδη φανερῶσ〉 ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον· πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀπο‐ | |
4.3.2 | σκευάσασθαι ἐς αὑτόν τε μόνον περιαγαγεῖν τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν· ἰδίᾳ γὰρ αὐτῶν ἑκάτε‐ ρος ἐπέστελλέ τε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑπο‐ | |
5 | σχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε· φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσ‐ ιοῦσι παρεῖχεν, ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, | |
4.3.3 | προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπου‐ δακώς τε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα· χρη‐ στός τε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. | |
5 | ὁ δ’ Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς ἔπρατ‐ | |
4.3.4 | τε, πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιω‐ τικοῦ τε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι προσεποιεῖτο· ὀργῇ τε πάντα πράττων, καὶ ἀπειλῶν μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους ἐκτᾶτο. | |
5 | ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ συν‐ | |
4.3.5 | άγειν ἐπειρᾶτο. καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μέ‐ νοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν, νείμασθαι | |
τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους φίλους, τῆς τε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι τὴν βασιλείαν, | 112 | |
5 | καὶ τὰ μὲν ὑπ’ Εὐρώπην πάντα ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον Ἀσίαν τε καλουμένην πᾶ‐ | |
4.3.6 | σαν Γέτᾳ παραδοθῆναι· οὕτω γὰρ ἔλεγον καὶ θείᾳ τινὶ προνοίᾳ τὰς ἠπείρους διῃρῆσθαι τῷ Προποντίδος ῥεύ‐ ματι. ἤρεσκε δὲ τὸν μὲν Ἀντωνῖνον ἐπὶ τῷ Βυζαντίῳ ἱδρῦσαι στρατόπεδον, τὸν δὲ Γέταν ἐν Χαλκηδόνι τῆς | |
5 | Βιθυνίας, ὡς ἀντικείμενα ἀλλήλοις τὰ στρατόπεδα φρου‐ ροίη τε τὴν ἑκατέρου ἀρχὴν καὶ κωλύοι τὰς διαβάσεις. ἐδόκει τε τῆς συγκλήτου βουλῆς τοὺς μὲν Εὐρωπαίους πάντας ἀπομεῖναι, τοὺς δὲ ἐκεῖθεν ἀπελθεῖν σὺν τῷ | |
4.3.7 | Γέτᾳ. τῇ τε βασιλείᾳ τῇ αὑτοῦ αὐτάρκη ἔσεσθαι ὑπο‐ δοχὴν ὁ Γέτας ἔλεγεν ἢ τὴν Ἀντιόχειαν ἢ τὴν Ἀλεξάν‐ δρειαν, οὐ πολύ τι τῆς Ῥώμης, ὡς ᾤετο, μεγέθει ἀπο‐ δεούσας. τῶν δὲ ὑπὸ μεσημβρίᾳ ἐθνῶν Μαυρουσίους | |
5 | μὲν καὶ Νομάδας Λιβύης τε τὰ παρακείμενα Ἀντωνίνῳ παραδοθῆναι, τὰ δὲ ἐπέκεινα μέχρις ἀνατολῆς προσήκειν | |
4.3.8 | τῷ Γέτᾳ. ταῦτα δὴ αὐτῶν διατυπούντων οἱ μὲν ἄλλοι πάντες σκυθρωποῖς προσώποις ἐς γῆν ἔνευσαν· ἡ δὲ Ἰουλία „γῆν μέν“ ἔφη „καὶ θάλασσαν, ὦ τέκνα, εὑρί‐ σκετε ὅπως νείμησθε, καὶ τὰς ἠπείρους, ὥς φατε, τὸ | |
5 | Πόντιον ῥεῖθρον διαιρεῖ· τὴν δὲ μητέρα πῶς ἂν δι‐ έλοισθε, καὶ πῶς ἡ ἀθλία ἐγὼ ἐς ἑκάτερον ὑμῶν νεμη‐ θείην ἢ τμηθείην; πρῶτον δὴ ἐμὲ φονεύσατε, καὶ διελόν‐ τες ἑκάτερος παρ’ ἑαυτῷ τὸ μέρος θαπτέτω· οὕτω γὰρ | |
4.3.9 | ἂν μετὰ γῆς καὶ θαλάττης ἐς ὑμᾶς μερισθείην.“ ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος δι‐ | 113 |
5 | ελύθη τὸ συνέδριον, ἥ τε σκέψις ἀπεδοκιμάσθη, ἑκάτερός τε ἐς τὰ ἑαυτοῦ βασίλεια ἀνεχώρησε. | |
4.4.1 | τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ φίλον προ‐ άγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία ἐφρόνουν, ἐπ’ ὀλέθρῳ τῶν δικαζομένων ἔσθ’ ὅτε· πλέον γὰρ ἦν παρ’ | |
5 | αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον. ἔν τε τοῖς θεάμασι | |
4.4.2 | περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντα τε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόους τε καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προ‐ εχώρει, ἐπειδὴ μετὰ πολλῆς ἐπιμελείας καὶ φρουρᾶς δι‐ | |
5 | ῃτῶντο. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ’ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διέγνω δρᾶ‐ σαί τι ἢ παθεῖν γενναῖον, διὰ ξίφους χωρήσας καὶ φό‐ | |
4.4.3 | νου· μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο τὴν κινδυνώδη τε καὶ ἀπεγνωσμένην .... τῆς μὲν διὰ στοργὴν τοῦ δὲ δι’ ἐπιβουλήν. Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ αἷμα τοῖς | |
5 | τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον· ὁ δ’ Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ τοῦ δωματίου θέων, φερόμενός τε δι’ ὅλων τῶν βασιλείων ἐβόα μέγαν | |
4.4.4 | κίνδυνον ἐκπεφευγέναι μόλις τε σωθῆναι. τούς τε στρα‐ | |
τιώτας, οἳ φρουροῦσι τὰ βασίλεια, κελεύει αὐτὸν ἁρπά‐ σαντας ἀπάγειν ἐς τὸ στρατόπεδον, ὡς ἂν σωθῇ φυλα‐ χθεὶς ἐκεῖ· μείνας γὰρ ἐπὶ τῆς βασιλείου αὐλῆς ἔλεγεν | 114 | |
5 | ἀπολεῖσθαι. πιστεύσαντές τε ἐκεῖνοι, τό τε πεπραγμένον ἔνδον οὐκ εἰδότες, θέοντι αὐτῷ καὶ φερομένῳ συνεξ‐ έδραμον πάντες. ταραχή τε τὸν δῆμον κατεῖχεν ὁρῶντα περὶ δείλην διὰ μέσης φερόμενον τῆς πόλεως δρόμῳ τὸν | |
4.4.5 | βασιλέα. ὡς δὲ εἰσέπεσεν ἐς τὸ στρατόπεδον ἔς τε τὸν νεών, ἔνθα τὰ σημεῖα καὶ τὰ ἀγάλματα τοῦ στρατοπέδου προσκυνεῖται, ῥίψας ἑαυτὸν ἐς γῆν ὡμολόγει τε χαρι‐ στήρια ἔθυέ τε σωτήρια. ὡς δὲ διηγγέλη τοῦτο τοῖς | |
5 | στρατιώταις, ὧν οἳ μὲν ἤδη περὶ λουτρὰ εἶχον οἳ δὲ | |
4.4.6 | ἀνεπαύοντο, πάντες ἐκπλαγέντες συνέθεον. ὃ δὲ προελ‐ θὼν τὸ μὲν πραχθὲν εὐθέως οὐχ ὡμολόγησεν, ἐβόα δὲ πεφευγέναι κίνδυνον καὶ ἐπιβουλὴν πολεμίου καὶ ἐχθροῦ, τὸν ἀδελφὸν λέγων, μόλις τε καὶ μετὰ πολλῆς μάχης | |
5 | τῶν ἐχθρῶν κεκρατηκέναι, κινδυνευσάντων δὲ ἀμφοτέ‐ ρων κἂν ἕνα ἑαυτὸν βασιλέα τετηρῆσθαι ὑπὸ τῆς τύχης. τοιαῦτα δή τινα πλαγίως ἐμφαίνων νοεῖσθαι μᾶλλον | |
4.4.7 | ἐβούλετο τὰ πραχθέντα ἢ ἀκούεσθαι. ὑπισχνεῖται δὲ αὐτοῖς ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας καὶ μοναρχίας ἑκάστῳ μὲν στρατιώτῃ δισχιλίας καὶ πεντακοσίας δραχμὰς Ἀττι‐ κάς, προστίθησι δὲ τῷ σιτηρεσίῳ ἄλλο τοῦ τελουμένου | |
5 | ἥμισυ. κελεύει τε ἀπελθόντας αὐτοὺς ἤδη ὑποδέχεσθαι ἔκ τε τῶν ναῶν καὶ τῶν θησαυρῶν τὰ χρήματα, μιᾶς [τε] ἡμέρας ἀφειδῶς ἐκχέας πάντα ὅσα ἔτεσιν ὀκτωκαί‐ δεκα ὁ Σεβῆρος ἤθροισέ τε καὶ κατέκλεισεν ἐξ ἀλλο‐ | |
4.4.8 | τρίων συμφορῶν. οἱ δὲ στρατιῶται τοσοῦτον χρημάτων | |
πλῆθος ἀκούσαντες, καὶ συνέντες τὸ πεπραγμένον ἤδη [τε] καὶ τοῦ φόνου διαβοήτου γενομένου ὑπὸ τῶν ἔν‐ δοθεν φυγόντων, μόνον τε αὐτοκράτορα ἀναγορεύουσιν | 115 | |
5 | αὐτὸν καὶ τὸν Γέταν καλοῦσι πολέμιον. | |
4.5.1 | ἐπιμείνας δὲ ὁ Ἀντωνῖνος τῆς νυκτὸς ἐκείνης ἐν τῷ νεῷ τοῦ στρατοπέδου, θαρρήσας τε καὶ ταῖς ἐπιδόσεσιν οἰκειωσάμενος τοὺς στρατιώτας, ἐς τὴν σύγκλητον κατ‐ ῆλθε μετὰ παντὸς τοῦ στρατοῦ, ὡπλισμένου μᾶλλον ἢ | |
5 | ἔθος ἐστὶ βασιλέως προπομπεύειν. εἰσελθὼν δὲ καὶ θύ‐ | |
4.5.2 | σας, τοῦ τε βασιλείου ἐπιβὰς θρόνου, ἔλεξε τοιάδε. „οὐκ ἀγνοῶ μὲν ὅτι πᾶς οἰκείου φόνος εὐθέως ἀκουσθεὶς με‐ μίσηται, τό τε ὄνομα ταῖς ἀκοαῖς ἅμα τῷ προσπεσεῖν εὐθὺς φέρει χαλεπὴν διαβολήν. τοῖς μὲν γὰρ δυστυχή‐ | |
5 | σασιν ἔλεος, τοῖς δὲ κρατήσασι φθόνος παρακολουθεῖ· καὶ τὸ μὲν ἡττηθὲν 〈ἐν〉 τοῖς τοιούτοις ἀδικεῖσθαι, τὸ | |
4.5.3 | δὲ νικῆσαν ἀδικεῖν δοκεῖ. πλὴν εἴ τις ὀρθῇ κρίσει καὶ μὴ διαθέσει τῇ πρὸς τὸν πεσόντα τὸ πεπραγμένον λογί‐ ζοιτο, τήν τε αἰτίαν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ἐξετάζοι, εὕροι ἂν ὁμοῦ καὶ εὔλογον καὶ ἀναγκαῖον τὸν μέλλοντα | |
5 | πείσεσθαι δεινὸν ἀμύνασθαι μᾶλλον ἢ ἀπομεῖναι· τῇ μὲν γὰρ συμφορᾷ τοῦ πεσόντος καὶ ἀνανδρίας ψόγος παρακολουθεῖ, ὁ δὲ κρατήσας ἅμα τῷ σεσῶσθαι καὶ δό‐ | |
4.5.4 | ξαν ἀνδρείας ἀπηνέγκατο. τὰ μὲν οὖν ἄλλα, ὅσα διὰ δηλητηρίων φαρμάκων καὶ διὰ πάσης ἐνέδρας ἐπεβού‐ λευσέ μοι, ἔνεστιν ὑμῖν καὶ διὰ βασάνων χωρήσασι μα‐ θεῖν· καὶ γὰρ διὰ τοῦτο τοὺς ἐκείνου ἐν τοῖς ὑπηρέταις | |
5 | ἐκέλευσα παρεῖναι, ὅπως εὕρητε τὴν ἀλήθειαν. εἰσὶ δέ τινες αὐτῶν καὶ ἤδη ἐξετασθέντες, καὶ τῆς ἐξετάσεως | |
ἐπακοῦσαι δύνασθε. τὸ δ’ οὖν τελευταῖον ἐπῆλθέ μοι παρὰ τῇ μητρὶ ὄντι ξιφήρεις ἔχων τινὰς ἐς τοῦτο παρ‐ | 116 | |
4.5.5 | εσκευασμένους. ὅπερ ἐγὼ προμηθείᾳ πολλῇ καὶ ἀγχινοίᾳ συνεὶς ἠμυνάμην ὡς πολέμιον, ἐπεὶ μήτε γνώμην ἔτι μήτε ὁρμὴν ἔφερεν ἀδελφοῦ. ἀμύνεσθαί τε τοὺς ἐπιβου‐ λεύοντας οὐ μόνον δίκαιον ἀλλὰ καὶ σύνηθες. αὐτὸς | |
5 | γοῦν ὁ τῆσδε τῆς πόλεως κτίστης Ῥωμύλος οὐκ ἤνεγκεν | |
4.5.6 | ἀδελφὸν ὑβρίσαντα μόνον ἐς τὰ ἐκείνου ἔργα. σιγῶ Γερ‐ μανικὸν 〈τὸν Τιβερίου καὶ Βρεττανικὸν〉 τὸν Νέρωνος καὶ Τίτον τὸν Δομετιανοῦ. Μάρκος αὐτός, φιλοσοφίαν καὶ ἐπιείκειαν προσποιούμενος, Λουκίου τὴν ὕβριν οὐκ | |
5 | ἤνεγκεν ὄντος γαμβροῦ, ἀλλ’ ἐξ ἐπιβουλῆς αὐτὸν ἀπεσεί‐ σατο. ἐγὼ δὲ δηλητηρίων παρεσκευασμένων 〈τε〉 ξίφους ἐπῃωρημένου τὸν ἐχθρὸν ἠμυνάμην· τοῦτο γὰρ αὐτῷ | |
4.5.7 | τοὔνομα ἐδίδου τὰ ἔργα. ὑμᾶς δὲ χρὴ πρῶτον μὲν θεοῖς εἰδέναι χάριν ὅτι κἂν τὸν ἕτερον ὑμῖν τῶν βασιλέων ἔσωσαν, παύσασθαι δὲ ἤδη τὰς ψυχὰς καὶ τὰς γνώμας διῃρημένους, ἐς ἕνα δὲ βλέποντας ἀμερίμνως βιοῦν. βα‐ | |
5 | σιλείαν δὲ ὁ Ζεύς, ὥσπερ αὐτὸς ἔχει θεῶν μόνος, οὕτω καὶ ἀνθρώπων ἑνὶ δίδωσι.“ τοιαῦτα εἰπὼν μεγάλῃ βοῇ, θυμοῦ πεπληρωμένος, βλέμματι δριμεῖ ἀφορῶν ἐς τοὺς ἐκείνου φίλους, τρέμοντάς τε καὶ ὠχριῶντας τοὺς πλεί‐ στους καταλιπών, ἀνέδραμεν ἐς τὰ βασίλεια. | |
4.6.1 | εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοί τε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα ἐκεῖνος ᾤκει· ὑπηρέται τε πάντες ἀνῃροῦντο· οὐδέ τις ἦν φειδὼ ἡλι‐ κίας, οὐδὲ μέχρι νηπίων. τὰ δὲ πτώματα συρόμενα μεθ’ | |
5 | ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα καὶ ἔξω τῆς πόλεως | |
κομισθέντα σωρηδὸν κατεπίμπρατο ἢ ὁπωσδὴ ἐρρίπτετο. | 117 | |
4.6.2 | οὐδεὶς δὲ περιεγένετο τῶν κἂν μετρίως ἐκείνῳ γνωσθέν‐ των. ἀθληταὶ δὲ καὶ ἡνίοχοι ὑποκριταί τε πάσης μούσης καὶ ὀρχήσεως, πᾶν τε ὅπερ ἐκεῖνος δι’ ἡδονῆς ἔσχε θέαμα ἢ ἄκουσμα, διεφθείρετο. τῆς τε συγκλήτου βουλῆς ὅσοι | |
5 | γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ οὐδ’ ὑφε‐ στώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς, ὡς ἐκείνου | |
4.6.3 | φίλοι, ἀνῃροῦντο. τήν τε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε | |
5 | γυναῖκα γενομένην ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖ‐ σαν δὲ ἐν Σικελίᾳ, τόν τε ἀνεψιὸν αὑτοῦ Σεβήρῳ τε ὁμώνυμον, καὶ τὸν Περτίνακος υἱόν, τῆς τε Κομόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ ἐξ εὐπατριδῶν καταβαῖνον, πᾶν ἐξέκοψεν. | |
4.6.4 | ἔς τε τὰ ἔθνη πέμπων, ἡγεμόνας τε καὶ ἐπιτρόπους ὡς ἐκείνου φίλους πάντας διεχρήσατο. πᾶσά τε νὺξ ἔφερε φόνους παντοδαπῶν ἀνθρώπων. τάς τε τῆς Ἑστίας ἱερείας ζώσας κατώρυττεν ὡς μὴ φυλαττούσας τὴν παρθενίαν. | |
5 | τὸ δὲ τελευταῖον καὶ μήποτε γενόμενον ἔργον· ἱπποδρο‐ μίαν μὲν ἐθεᾶτο, ἀπέσκωψε δέ τι τὸ πλῆθος ἐς ἡνίοχον, περὶ ὃν ἐκεῖνος ἐσπουδάκει· ὃ δὲ οἰηθεὶς αὐτὸς ὑβρίσθαι κελεύει τῷ πλήθει προσπεσεῖν τὸ στράτευμα, ἀπάγειν τε | |
4.6.5 | καὶ φονεύειν τοὺς κακῶς τὸν ἡνίοχον εἰπόντας. οἱ δὲ στρατιῶται τοῦ βιάζεσθαί τε καὶ ἁρπάζειν λαβόντες ἐξου‐ σίαν, οὐκέτι διακρίνοντες τίνες ἦσαν οἱ προπετέστερον φθεγξάμενοι (καὶ γὰρ ἦν εὑρίσκειν ἀδύνατον ἐν δήμῳ | |
5 | τοσούτῳ μηδενὸς ὁμολογοῦντος), ἀφειδῶς τοὺς ἐντυγχά‐ νοντας ἀπάγοντες ἀνῄρουν, ἢ ἀφαιρούμενοι ἅπερ εἶχον ὥσπερ λύτρα μόλις ἐφείδοντο. | 118 |
4.7.1 | τοιαῦτα δὴ πράττων, ὑπό τε τῆς τῶν ἔργων συνέσεως ἐλαυνόμενος καὶ πρὸς τὴν ἐν τῇ πόλει διατριβὴν ἀπ‐ εχθῶς ἔχων, ἀποδημῆσαι τῆς Ῥώμης ἠθέλησεν ὡς δὴ διοικήσων τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἔθνη ἐποψό‐ | |
4.7.2 | μενος. ἀπάρας δὲ τῆς Ἰταλίας, ἐπί τε ταῖς ὄχθαις τοῦ Ἴστρου γενόμενος, διῴκει δὴ τὰ ἀρκτῷα τῆς ἀρχῆς μέρη, γυμνάσια τοῦ σώματος ποιούμενος ἡνιοχείας καὶ θηρίων παντοδαπῶν συστάδην ἀναιρέσεις, δικάζων μὲν σπανίως, | |
5 | πλὴν νοῆσαι τὸ κρινόμενον εὐφυὴς ἦν εὐθίκτως τε πρὸς | |
4.7.3 | τὰ λεχθέντα ἀποκρίνασθαι. ᾠκειώσατο δὲ καὶ πάντας τοὺς ἐπέκεινα Γερμανούς, ἔς τε φιλίαν ὑπηγάγετο, ὡς καὶ συμμάχους παρ’ αὐτῶν λαβεῖν καὶ τοῦ σώματος ἑαυ‐ τοῦ φρουροὺς ποιήσασθαι, γενναίους τε καὶ ὡραίους | |
5 | ἐπιλεξάμενος. πολλάκις δὲ καὶ τὴν Ῥωμαϊκὴν ἀποθέμε‐ νος χλαμύδα ἠμφιέννυτο τὰ Γερμανῶν περιβλήματα, ἔν τε χλαμύσιν αἷς εἰώθασιν, ἀργύρῳ πεποικιλμέναις, ἑω‐ ρᾶτο· κόμας τε τῇ κεφαλῇ ἐπετίθετο ξανθὰς καὶ ἐς κου‐ | |
4.7.4 | ρὰν τὴν Γερμανῶν ἠσκημένας. τούτοις δὴ χαίροντες οἱ βάρβαροι ὑπερηγάπων αὐτόν. ἔχαιρον δὲ αὐτῷ καὶ οἱ Ῥωμαίων στρατιῶται, μάλιστα μὲν διὰ τὰς τῶν χρη‐ μάτων ἐπιδόσεις, αἷς ἀφειδῶς προσεφέρετο αὐτοῖς, ὅτι | |
5 | τε πᾶν ὡς στρατιώτης ἔπραττεν, εἴτε ὄρυγμά τι ὀρύττειν ἔδει, σκάπτων πρῶτος, εἴτε ῥεῖθρον γεφυρῶσαι ἢ βάθος χῶσαι· πᾶν θ’ ὃ χειρῶν ἢ καμάτου σώματος ἔργον, πρῶ‐ | |
4.7.5 | τος εἰργάζετο. τράπεζάν τε εὐτελῆ παρετίθετο, ἔσθ’ ὅπῃ καὶ ξυλίνοις ἐς ποτὸν καὶ ἐδέσματα χρώμενος σκεύεσιν. | |
ἄρτον τε προσεφέρετο αὐτοσχέδιον· σῖτον γὰρ ἀλέσας τῇ ἑαυτοῦ χειρί, ὃ ἤρκει μόνῳ, μᾶζάν τε ποιήσας καὶ ἐπ’ | 119 | |
4.7.6 | ἀνθράκων ὀπτήσας ἐσιτεῖτο. καὶ πάντων μὲν τῶν πο‐ λυτελῶν ἀπείχετο· ὅσα δὲ εὐτελέστατα καὶ τοῖς πενε‐ στάτοις τῶν στρατιωτῶν εὐμαρῆ, τούτοις ἐχρῆτο. συ‐ στρατιώτης τε ὑπ’ αὐτῶν μᾶλλον ἢ βασιλεὺς καλούμενος | |
5 | χαίρειν προσεποιεῖτο. τὰ πλεῖστά τε αὐτοῖς συνώδευε περιπατῶν, σπανίως ὀχήματος ἢ ἵππου ἐπιβαίνων, τά τε | |
4.7.7 | ὅπλα βαστάζων ἑαυτῷ. ἔστι δ’ ὅτε καὶ τὰ τῶν στρατο‐ πέδων σύμβολα, ἐπιμήκη τε ὄντα καὶ χρυσοῖς ἀναθήμασι πολλοῖς κεκοσμημένα, μόλις ὑπὸ τῶν γενναιοτάτων στρα‐ τιωτῶν φερόμενα ἐπιθεὶς τοῖς ὤμοις ἔφερεν αὐτός. διὰ | |
5 | δὴ ταῦτα καὶ τὰ τούτοις ὅμοια ὡς στρατιωτικὸς ὑπ’ αὐ‐ τῶν ἐφιλεῖτο καὶ ὡς γενναῖος ἐθαυμάζετο· καὶ γὰρ ἦν θαύματος ἄξιον ἐν μικρῷ πάνυ τὸ μέγεθος σώματι γεν‐ ναίων πόνων ἄσκησις τοσαύτη. | |
4.8.1 | ἐπεὶ δὲ τὰ παρὰ τῷ Ἴστρῳ στρατόπεδα διῴκησε, κατ‐ ῆλθέ τε εἰς Θρᾴκην Μακεδόσι γειτνιῶσαν, εὐθὺς Ἀλέξ‐ ανδρος ἦν, καὶ τήν τε μνήμην αὐτοῦ παντοίως ἀνενεώ‐ σατο, εἰκόνας τε καὶ ἀνδριάντας ἐν πάσαις πόλεσιν ἀνα‐ | |
5 | στῆναι ἐκέλευσε, τήν τε Ῥώμην ἐπλήρωσεν ἀνδριάντων καὶ εἰκόνων, ἐν τῷ Καπετωλίῳ καὶ ἐν ἄλλοις ἱεροῖς, τῆς | |
4.8.2 | πρὸς Ἀλέξανδρον συναφείας. ἔσθ’ ὅπου δὲ καὶ χλεύης εἴδομεν ἀξίας εἰκόνας, ἐν γραφαῖς ἑνὸς σώματος ὑπὸ περιφερείᾳ κεφαλῆς μιᾶς ὄψεις ἡμιτόμους δύο, Ἀλεξάν‐ δρου τε καὶ Ἀντωνίνου. προῄει δὲ αὐτὸς ἐν Μακεδονι‐ | |
5 | κῷ σχήματι, καυσίαν τε ἐπὶ τὴν κεφαλὴν φέρων καὶ κρηπῖδας ὑποδούμενος. ἐπιλεξάμενός τε νεανίας καὶ στρα‐ | |
τεύσας Μακεδονικὴν ἐκάλει φάλαγγα, τούς τε ἡγουμέ‐ νους αὐτῆς φέρειν τὰ τῶν ἐκείνου στρατηγῶν ὀνόματα. | 120 | |
4.8.3 | ἀπό τε Σπάρτης μεταπεμψάμενος νεανίας Λακωνικὸν καὶ Πιτανάτην ἐκάλει λόχον. ταῦτα δὲ ποιήσας, τά τε ἐν ταῖς πόλεσι διοικήσας ὡς ἐνεδέχετο, ἐπείχθη ἐς Πέργαμον τῆς Ἀσίας, χρήσασθαι | |
5 | βουλόμενος θεραπείαις τοῦ Ἀσκληπιοῦ. ἀφικόμενος δὴ ἐκεῖ, καὶ ἐς ὅσον ἤθελε τῶν ὀνειράτων ἐμφορηθείς, ἧκεν | |
4.8.4 | ἐς Ἴλιον. ἐπελθὼν δὲ πάντα τὰ τῆς πόλεως λείψανα, ἧκεν ἐπὶ τὸν Ἀχιλλέως τάφον, στεφάνοις τε κοσμήσας καὶ ἄνθεσι πολυτελῶς πάλιν Ἀχιλλέα ἐμιμεῖτο. ζητῶν δὲ καὶ Πάτροκλόν τινα ἐποίησέ τι τοιοῦτον. ἦν αὐτῷ τις | |
5 | τῶν ἀπελευθέρων φίλτατος, Φῆστος μὲν ὄνομα, τῆς δὲ βασιλείου μνήμης προεστώς. οὗτος ὄντος αὐτοῦ ἐν Ἰλίῳ ἐτελεύτησεν, ὡς μέν τινες ἔλεγον, φαρμάκῳ ἀναιρεθεὶς ἵν’ ὡς Πάτροκλος ταφῇ, ὡς δ’ ἕτεροι ἔφασκον, νόσῳ | |
4.8.5 | διαφθαρείς. τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύ‐ λων τε πολλῶν ἀθροισθῆναι πυράν· ἐπιθείς τε αὐτὸν ἐν μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέ τε, καὶ φιάλην λαβὼν σπένδων τε τοῖς ἀνέμοις εὔχετο. πάνυ τε | |
5 | ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν ἐγε‐ λᾶτο· πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαν τε τὸν Ῥωμαῖον καὶ Ἀννί‐ βαν τὸν Λίβυν, ἀνδριάντας τε αὐτῶν καὶ εἰκόνας ἀν‐ έστησεν. | |
4.8.6 | ἀπάρας δὲ τῆς Ἰλίου διά τε τῆς ἄλλης Ἀσίας καὶ Βιθυνίας τῶν τε λοιπῶν ἐθνῶν, κἀκεῖσε διοικήσας τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ τε ὑποδεχθεὶς | |
πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάν‐ | 121 | |
5 | δρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος ποθεῖν τὴν ἐπ’ Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ τῷ θεῷ χρήσασθαι | |
4.8.7 | ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως· δύο γὰρ ταῦτα ὑπερβαλ‐ λόντως προσεποιεῖτο, τήν τε τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβας τε οὖν κελεύει παρα‐ σκευασθῆναι ἐναγισμούς τε παντοδαπούς. ὡς δὲ διηγ‐ | |
5 | γέλη τῷ τῶν Ἀλεξανδρέων πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κι‐ νουμένῳ, τότε δ’ ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήν | |
4.8.8 | τε καὶ εὔνοιαν πυνθανόμενοι. ὑποδοχὴ δὴ παρεσκευάζετο οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί· πάσης τε γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον ἦχον εἰργάζετο, ἀρωμάτων τε παντοδαπῶν καὶ θυμιαμάτων | |
5 | ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαις τε | |
4.8.9 | καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα. ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ, πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας κατέθυσε λιβάνῳ τε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν δ’ ἐλθὼν ἐς τὸ Ἀλεξ‐ | |
5 | άνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίους τε οὓς εἶχε λίθων τιμίων, ζωστῆράς τε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν ἑαυτοῦ ἐπέθηκε τῇ ἐκεί‐ | |
4.9.1 | νου σορῷ. ἃ δὴ ὁρῶν ὁ δῆμος ὑπερέχαιρε, παννυχίζων τε καὶ ἑορτάζων, οὐκ εἰδὼς τὴν τοῦ βασιλέως λανθά‐ νουσαν γνώμην· ταῦτα γὰρ πάντα ἐκεῖνος ὑπεκρίνατο βουλόμενος τὸ πλῆθος αὐτῶν διαφθεῖραι. ἡ δ’ αἰτία | |
4.9.2 | τοῦ λανθάνοντος μίσους τοιάδε τις ἦν. ἀπηγγέλλετο αὐ‐ τῷ διατρίβοντι ἐπὶ τῆς Ῥώμης ἔτι, καὶ τοῦ ἀδελφοῦ περιόντος καὶ μετὰ τὸν ἐκείνου φόνον, ὅτι ἄρα εἶεν πολλὰ | |
ἐς αὐτὸν ἀποσκώψαντες. πεφύκασι δέ πως εἶναι φιλο‐ | 122 | |
5 | σκώμμονες καὶ λέγειν εὐστόχους ὑπογραφὰς ἢ παιδιάς, ἀπορριπτοῦντες ἐς τοὺς ὑπερέχοντας πολλὰ χαρίεντα μὲν αὐτοῖς δοκοῦντα, λυπηρὰ δὲ τοῖς σκωφθεῖσι· τῶν γὰρ τοιούτων κνίζει μάλιστα ὅσα ἐλέγχει τῶν ἁμαρτη‐ | |
4.9.3 | μάτων τὴν ἀλήθειαν. πολλὰ τοίνυν ἐκείνων αὐτὸν σκω‐ ψάντων ἔς [τε] τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν, καὶ τὴν πρεσβῦτιν Ἰοκάστην καλούντων, ἐκεῖνον δὲ χλευαζόντων ὅτι δὴ μικρὸς ὢν Ἀλέξανδρον καὶ Ἀχιλλέα γενναιοτά‐ | |
5 | τους καὶ μεγίστους ἥρωας ἐμιμεῖτο, τοιαῦτά τινα παίζειν αὐτῶν δοκούντων, ὀλέθρια καὶ ἐπίβουλα κατ’ αὐτῶν σκέψασθαι τὸν Ἀντωνῖνον ἠνάγκασαν, φύσει ὄντα ὀργί‐ λον καὶ φονικόν. | |
4.9.4 | συμπανηγυρίσας τοίνυν αὐτοῖς καὶ συνεορτάσας, ὡς εἶδε πᾶσαν τὴν πόλιν πλήθους μεγίστου πεπληρωμένην τῶν ἀπὸ πάσης περὶ αὐτὴν χώρας ἐκεῖ συνελθόντων, διὰ προγράμματος πᾶσαν τὴν νεολαίαν ἔς τι πεδίον κε‐ | |
5 | λεύει συνελθεῖν, φήσας ἐς τὴν Ἀλεξάνδρου τιμὴν φά‐ λαγγα βούλεσθαι συστήσασθαι, ὥσπερ Μακεδονικὴν καὶ | |
4.9.5 | Σπαρτιᾶτιν, οὕτω καὶ τοῦ ἥρωος ἐπωνύμους. κελεύει δὴ στιχηδὸν τοὺς νεανίας πάντας διαστῆναι, ὡς ἂν ἐπ‐ ελθὼν ἕκαστον ἴδῃ πῶς τε ἡλικίας ἔχοι καὶ μεγέθους σώματος καὶ εὐεξίας ἐς στρατείαν ἐπιτηδείου. ταύταις | |
5 | αὐτοῦ ταῖς ὑποσχέσεσι πιστεύσαντες οἱ νεανίαι πάντες, ἐοικότα τε ἐλπίσαντες διὰ τὴν προϋπάρξασαν παρ’ αὐ‐ τοῦ ἐς τὴν πόλιν τιμήν, συνῆλθον ἅμα γονεῦσί τε καὶ | |
4.9.6 | ἀδελφοῖς συνηδομένοις αὐτῶν ταῖς ἐλπίσιν. ὁ δ’ Ἀντω‐ νῖνος διεστῶτας αὐτοὺς ἐπιών, ἑκάστου ἐφαπτόμενος | |
καὶ ἄλλου ἄλλο λέγων ἐγκώμιον παρῄει, ἔστε αὐτοὺς οὔτε τι ὁρῶντας οὔτε προσδοκῶντας τὸ στρατιωτικὸν | 123 | |
5 | πᾶν ἐκυκλώσατο. ὡς δὲ ἐτεκμήρατο ἤδη αὐτοὺς εἶναι ἐντὸς τῶν ὅπλων περιειλημμένους καὶ ὥσπερ ἐν δικτύοις σεσαγηνευμένους, [ἐπελθὼν πάντας] αὐτὸς μὲν ὑπεξέρ‐ χεται μεθ’ ἧς εἶχε φρουρᾶς περὶ ἑαυτόν, ὑφ’ ἑνὶ δὲ ση‐ μείῳ προσπεσόντες πανταχόθεν οἱ στρατιῶται τὴν ἐν | |
10 | μέσῳ πᾶσαν νεολαίαν, καὶ εἴ τινες ἄλλως παρῆσαν, παντὶ τρόπῳ φόνων ἀναιροῦσιν, ὡπλισμένοι τε ἀόπλους καὶ | |
4.9.7 | πανταχόθεν περιειληφότες. τῶν δὲ στρατιωτῶν οἳ μὲν ἐφόνευον οἳ δ’ ἔξωθεν ὤρυττον ὀρύγματα μέγιστα ἕλ‐ κοντές τε τοὺς πίπτοντας ἐνέβαλλον, πληροῦντες σωμά‐ των· καὶ τὴν γῆν ἐπιχέοντες μέγιστον ἤγειραν ταχέως | |
5 | πολυάνδριον. πολλοί τε καὶ ἡμιθνῆτες εἱλκύσθησαν, ἔτι τε ἄτρωτοι συνώσθησαν. ἀλλὰ μὴν καὶ τῶν στρατιωτῶν | |
4.9.8 | οὐκ ὀλίγοι προσαπώλοντο· ὅσοι γὰρ ἔτι ἐμπνέοντες καὶ δυνάμεως μετρίως ἔχοντες συνωθοῦντο, περιπλεκόμενοι συγκαθεῖλκον αὐτούς. τοσοῦτος δὲ ἐγένετο φόνος ὡς ῥείθροις αἵματος διὰ τοῦ πεδίου τάς τε ἐκβολὰς τοῦ | |
5 | Νείλου μεγίστας οὔσας τόν τε περὶ τὴν πόλιν αἰγιαλὸν πάντα φοινιχθῆναι. τοιαῦτα δὴ ἐργασάμενος τὴν πόλιν, ἀπάρας ἐς Ἀντιόχειαν ἀφίκετο. | |
4.10.1 | ἐπιθυμήσας δὲ μετ’ οὐ πολὺ Παρθικὸς κληθῆναι καὶ Ῥωμαίοις ἐπιστεῖλαι ὡς χειρωσάμενος τοὺς κατὰ τὴν ἀνατολὴν βαρβάρους, καίτοι γε οὔσης εἰρήνης βαθείας, μηχανᾶται τοιόνδε τι. ἐπιστέλλει τῷ βασιλεῖ Παρθυαίων | |
5 | (Ἀρτάβανος δ’ ἦν ὄνομα αὐτῷ), πέμπει τε πρεσβείαν καὶ | |
4.10.2 | δῶρα πάσης ὕλης τε πολυτελοῦς καὶ τέχνης ποικίλης. τὰ δὲ γράμματα ἔλεγεν ὅτι δὴ βούλεται ἀγαγέσθαι αὐτοῦ τὴν θυγατέρα πρὸς γάμον· ἁρμόζειν δὲ αὐτῷ, βασιλεῖ τε καὶ βασιλέως υἱῷ, μὴ ἰδιώτου τινὸς καὶ εὐτελοῦς | 124 |
5 | γαμβρὸν γενέσθαι, ἀγαγέσθαι δὲ βασιλίδα τε καὶ μεγά‐ λου βασιλέως θυγατέρα, δύο δὲ ταύτας ἀρχὰς εἶναι με‐ γίστας, τήν τε Ῥωμαίων καὶ τὴν Παρθυαίων· ἃς συν‐ αχθείσας κατ’ ἐπιγαμίαν, μηκέτι ποταμῷ διωρισμένας, μίαν | |
4.10.3 | ποιήσειν ἀρχὴν ἀνανταγώνιστον· τὰ γὰρ λοιπὰ ἔθνη βάρ‐ βαρα, ὅσα νῦν ἐπι〈κεῖσθαι〉 ταῖς τούτων βασιλείαις, εὐ‐ άλωτα ἔσεσθαι αὐτοῖς, κατὰ ἔθνη καὶ κατὰ συστήματα ἀρχόμενα. εἶναι δὲ Ῥωμαίοις μὲν πεζὸν στρατὸν καὶ τὴν | |
5 | διὰ δοράτων συστάδην μάχην ἀνανταγώνιστον, Παρθυ‐ αίοις δὲ ἵππον τε πολλὴν καὶ τὴν διὰ τόξων εὔστοχον | |
4.10.4 | ἐμπειρίαν. ταῦτα δὴ συνελθόντα, πάντων τε οἷς πόλεμος κατορθοῦται συμπνεόντων, ῥᾳδίως αὐτοὺς ὑφ’ ἑνὶ δια‐ δήματι βασιλεύσειν πάσης οἰκουμένης. τά τε παρ’ ἐκεί‐ νοις φυόμενα ἀρώματα ἢ θαυμαζόμενα ὑφάσματα καὶ | |
5 | 〈τὰ〉 παρὰ Ῥωμαίοις μεταλλευόμενα ἢ διὰ τέχνην ἐπαι‐ νούμενα μηκέτι μόλις καὶ σπανίζοντα λανθάνοντά τε δι’ ἐμπόρων κομισθήσεσθαι, μιᾶς δὲ γῆς οὔσης καὶ μιᾶς ἐξουσίας κοινὴν καὶ ἀκώλυτον ἀμφοτέροις τὴν ἀπόλαυ‐ σιν ἔσεσθαι. | |
4.10.5 | τοιούτοις αὐτοῦ γράμμασιν ἐντυχὼν ὁ Παρθυαῖος τὰ μὲν πρῶτα ἀντέλεγε, φάσκων οὐχ ἁρμόζειν Ῥωμαίῳ γά‐ μον βάρβαρον. τίνα γὰρ ἔσεσθαι συμφωνίαν ἐν αὐτοῖς, μήτε τῆς ἀλλήλων φωνῆς συνιεῖσιν, ἔν τε διαίτῃ καὶ | |
5 | σκευῇ διαφέρουσιν ἀλλήλων; εἶναι δὲ παρὰ Ῥωμαίοις εὐπατρίδας πολλούς, ὧν τινὸς ἐπιλέξασθαι δύναιτ’ ἂν θυγατέρα, παρά τε αὑτῷ Ἀρσακίδας· καὶ μὴ δεῖν μηδέ‐ | 125 |
4.11.1 | τερον γένος νοθεύεσθαι. τὰ μὲν οὖν πρῶτα τοιαῦτά τινα ἐπιστέλλων παρῃτεῖτο· ἐγκειμένου δὲ τοῦ Ἀντωνί‐ νου, δώροις τε πολλοῖς καὶ ὅρκοις τὴν πρὸς τὸν γάμον σπουδήν τε καὶ εὔνοιαν πιστουμένου, πείθεται ὁ βάρ‐ | |
5 | βαρος, καὶ δώσειν τε ὑπισχνεῖται, καλεῖ τε γαμβρὸν ἐσό‐ μενον. διαδραμούσης δὲ τῆς φήμης οἱ μὲν βάρβαροι εὐ‐ τρέπιζον πάντα ἐς τὴν ὑποδοχὴν τοῦ Ῥωμαίων βασιλέως, | |
4.11.2 | ἔχαιρόν τε εἰρήνης αἰωνίου ἐλπίδι· ὁ δ’ Ἀντωνῖνος δια‐ βὰς τοὺς ποταμοὺς ἀκωλύτως, εἰσελάσας ἐς τὴν Παρ‐ θυαίων γῆν ὡς ἰδίαν ἤδη, πανταχοῦ θυσιῶν αὐτῷ προσ‐ αγομένων βωμῶν τε ἐστεμμένων, ἀρωμάτων καὶ θυμια‐ | |
5 | μάτων παντοίων προσφερομένων, χαίρειν τοῖς γινομένοις ὑπὸ τῶν βαρβάρων προσεποιεῖτο. ὡς δὲ προχωρήσας τό τε πλεῖστον τῆς ὁδοιπορίας ἀνύσας ἤδη τοῖς βασιλείοις τοῦ Ἀρταβάνου ἐπλησίαζεν, οὐκ ἀναμείνας ὁ Ἀρτάβανος ὑπήντετο αὐτῷ ἐν τῷ πρὸ τῆς πόλεως πεδίῳ, δεξιούμενος | |
4.11.3 | νυμφίον μὲν τῆς θυγατρὸς γαμβρὸν δὲ αὑτοῦ. πᾶν δὲ τὸ πλῆθος τῶν βαρβάρων ἄνθεσι τοῖς ἐπιχωρίοις κατε‐ στεμμένον, ἐσθῆτί τε χρυσῷ καὶ βαφαῖς διαφόροις πε‐ ποικιλμένον, ἑώρταζε, πρός τε αὐλοὺς καὶ σύριγγας | |
5 | τυμπάνων τε ἤχους ἐσκίρτων εὐρύθμως· χαίρουσι γὰρ τοιαύτην τινὰ ὄρχησιν κινούμενοι, ἐπὰν οἴνου πλείονος | |
4.11.4 | ἐμφορηθῶσιν. ὡς δὲ πᾶν συνῆλθε τὸ πλῆθος, τῶν τε ἵππων ἀπέβησαν, φαρέτρας τε καὶ τόξα ἀποθέμενοι περὶ σπονδὰς καὶ κύλικας εἶχον. πλεῖστον δὲ πλῆθος τῶν βαρβάρων ἤθροιστο, καὶ ὡς ἔτυχεν ἀτάκτως εἱστήκεσαν, | |
5 | οὐδὲν μὲν ἄτοπον προσδοκῶντες, σπεύδων δὲ ἕκαστος | 126 |
4.11.5 | ἰδεῖν τὸν νυμφίον. τότε ὑφ’ ἑνὶ συνθήματι κελεύει ὁ Ἀντωνῖνος τῷ ἰδίῳ στρατῷ ἐπιδραμεῖν καὶ φονεύειν τοὺς βαρβάρους. ἐκπλαγέντες δὲ τῷ πράγματι, παιόμενοί τε καὶ τιτρωσκόμενοι ἐτράποντο. αὐτός τε Ἀρτάβανος ἁρ‐ | |
5 | παγεὶς ὑπὸ τῶν περὶ αὐτὸν δορυφόρων ἵππῳ τε ἐπιτε‐ | |
4.11.6 | θεὶς ἀπέδρα μόλις μετ’ ὀλίγων. τὸ δὲ λοιπὸν πλῆθος ἐκόπτετο τῶν βαρβάρων οὔτε τοὺς ἵππους ἐχόντων, οἷς χρῶνται μάλιστα (ἀποβεβηκότες γὰρ εἱστήκεσαν, ἐκείνους ἀνέντες νέμεσθαι), οὔτε δρόμῳ χρήσασθαι δυναμένων | |
5 | πρὸς φυγήν, ἐμποδιζούσης αὐτοὺς τῆς περὶ τοῖς ποσὶ | |
4.11.7 | χαύνου ἐσθῆτος. φαρέτρας δὲ καὶ τόξα οὐκ εἶχον· τί γὰρ ἔχρῃζον αὐτῶν πρὸς γάμους; πολὺν δὲ ἐργασάμενος ὁ Ἀντωνῖνος φόνον τῶν βαρβάρων, λείαν τε καὶ αἰχμαλώ‐ τους παμπληθεῖς συλλαβών, ἀπῄει μηδενὸς αὐτῷ ἀνθε‐ | |
5 | στῶτος, κώμας τε καὶ πόλεις ἐμπιπράς, δοὺς ἐξουσίαν τοῖς στρατιώταις ἁρπάζειν τε ἕκαστον ὃ δύναται καὶ ὃ βούλεται αὐτὸς κτήσασθαι. | |
4.11.8 | τοιούτῳ μὲν δὴ πάθει ἐχρήσαντο οἱ βάρβαροι οὐ προσδοκηθέντι· ὁ δὲ Ἀντωνῖνος ἐπὶ πολὺ τῆς Παρθυαίων γῆς ἐλάσας, ἤδη καὶ τῶν στρατιωτῶν κεκμηκότων ἐν αὐ‐ τῷ τῷ ἁρπάζειν καὶ φονεύειν, ἐπανῆλθεν ἐς τὴν Μεσο‐ | |
5 | ποταμίαν. ἐκεῖ δὲ γενόμενος ἐπιστέλλει τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ πᾶσαν ἀνατολὴν κεχειρῶσθαι καὶ τῆς ἐπέκεινα βασιλείας πάντας αὐτῷ παρακεχωρηκέ‐ | |
4.11.9 | ναι. ἡ δὲ σύγκλητος, οὐκ ἀγνοοῦντες μὲν τὰ πεπραγμένα (λαθεῖν γὰρ ἔργα βασιλέως ἀδύνατον), πλὴν δέει καὶ κολακείᾳ ψηφίζονται αὐτῷ πάσας τιμὰς ἐπινικίους. διέ‐ τριβε δὲ μετὰ ταῦτα ἐν τῇ Μεσοποταμίᾳ ὁ Ἀντωνῖνος, | |
5 | ἡνιοχείαις σχολάζων καὶ θηρία παντοδαπὰ ἀναιρῶν. | 127 |
4.12.1 | ἦσαν δὲ αὐτῷ ἐπάρχοντες τοῦ στρατοπέδου δύο, ὃ μὲν πρεσβύτης πάνυ, τὰ μὲν ἄλλα ἰδιώτης καὶ πολιτικῶν πραγμάτων ἀπείρως ἔχων, στρατιωτικὸς δὲ γεγενῆσθαι δοκῶν· Ἄδουεντος ὄνομα αὐτῷ· ὁ δὲ ἕτερος Μακρῖνος | |
5 | μὲν ἐκαλεῖτο, τῶν δὲ ἐν ἀγορᾷ οὐκ ἀπείρως εἶχε, καὶ μάλιστα νόμων ἐπιστήμης. ἐς τοῦτον οὖν ὡς μὴ στρα‐ τιωτικὸν μηδὲ γενναῖον δημοσίᾳ πολλάκις ἀπέσκωπτε, | |
4.12.2 | καὶ μέχρις αἰσχρᾶς βλασφημίας· ἐπεὶ γὰρ ἤκουεν αὐτὸν καὶ διαίτῃ ἐλευθερίῳ χρώμενον καὶ τὰ φαῦλα καὶ ἀπερ‐ ριμμένα τῶν ἐδεσμάτων καὶ ποτῶν μυσαττόμενον, οἷς ὡς στρατιωτικὸς δὴ ὁ Ἀντωνῖνος ἔχαιρε, χλαμύδιον ἤ | |
5 | τινα ἄλλην ἐσθῆτα ἀμφιεσάμενον ἀστειοτέραν ἐς ἀναν‐ δρίαν καὶ θήλειαν νόσον διέβαλλεν, ἀεί τε ἀποκτενεῖν ἠπείλει. ἅπερ οὐ φέρων ὁ Μακρῖνος πάνυ ἤσχαλλε. | |
4.12.3 | συνέβη δέ τι καὶ τοιοῦτον· ἔδει γὰρ ἄρα τέλος λαβεῖν τὸν Ἀντωνίνου βίον. περιεργότατος γὰρ ὢν οὐ μόνον τὰ ἀνθρώπων πάντα εἰδέναι ἤθελεν, ἀλλὰ καὶ τὰ θεῖά τε καὶ δαιμόνια πολυπραγμονεῖν. ἀεί τε πάντας ὑπώ‐ | |
5 | πτευεν ὡς ἐπιβουλεύοντας, χρηστηρίων τε πάντων ἐνε‐ φορεῖτο, τούς τε πανταχόθεν μάγους τε καὶ ἀστρονόμους καὶ θύτας μετεπέμπετο· καὶ οὐδεὶς αὐτὸν ἐλάνθανε τῶν | |
4.12.4 | τὴν γοητείαν ταύτην ὑπισχνουμένων· ὑποπτεύων δ’ αὐ‐ τοὺς ὡς οὐ τἀληθῆ αὐτῷ ἀλλὰ πρὸς κολακείαν θεσπί‐ ζοντας, ἐπιστέλλει Ματερνιανῷ τινί, τότε πάσας ὑπ’ αὐ‐ | |
τοῦ τὰς ἐν Ῥώμῃ πράξεις ἐγκεχειρισμένῳ, πιστοτάτῳ | 128 | |
5 | εἶναι δοκοῦντι φίλων καὶ μόνῳ κοινωνῷ τῶν ἀπορρή‐ των· κελεύει δὲ αὐτῷ μάγων τοὺς ἀρίστους ζητήσαντι νεκυίᾳ τε χρησαμένῳ μαθεῖν περὶ τοῦ τέλους τοῦ βίου | |
4.12.5 | αὐτοῦ, καὶ μή τις ἄρα ἐπιβουλεύοι τῇ ἀρχῇ. ὁ δὲ Ματερ‐ νιανὸς χρησάμενος ἀδεῶς τοῖς ὑπὸ τοῦ βασιλέως κελευ‐ σθεῖσιν, εἴτε ὄντως αὐτῷ δαιμόνων ταῦτα θεσπισάντων εἴτε ἄλλως συσκευαζόμενος [τὸν Μακρῖνον], ἐπιστέλλει | |
5 | τῷ Ἀντωνίνῳ ἐπιβουλεύειν τῇ ἀρχῇ τὸν Μακρῖνον καὶ | |
4.12.6 | δεῖν αὐτὸν ἀποσκευάσασθαι. ταῦτα τὰ γράμματα ἀπο‐ σημηνάμενος μετὰ καὶ ἑτέρων ἐπιστολῶν κατὰ τὸ ἔθος δίδωσι τοῖς διακομίζουσιν, οὐκ εἰδόσιν ἃ φέρουσι. τῷ δὲ συνήθει τάχει τῆς ὁδοιπορίας ἐκεῖνοι χρησάμενοι | |
5 | ἐφίστανται τῷ Ἀντωνίνῳ, ἤδη τε σκευὴν ἡνιόχου ἀνει‐ ληφότι καὶ τοῦ ἅρματος ἐπιβαίνοντι προσκομίζουσι πάντα τὸν σύνδεσμον τῶν ἐπιστολῶν, ἐν αἷς ἦν καὶ τὰ κατὰ | |
4.12.7 | Μακρίνου γράμματα. ὁ δ’ Ἀντωνῖνος τὴν ὁρμὴν ἤδη καὶ τὴν γνώμην περὶ τὴν ἱπποδρομίαν ἔχων, κελεύει τῷ Μακρίνῳ ἀποστάντι καὶ ἰδιάσαντι ἐντυχεῖν τοῖς γράμ‐ μασι, καὶ εἴ τι ἐπεῖγον εἴη, δηλῶσαι αὐτῷ, εἰ δὲ μή, τὰ | |
5 | ἐξ ἔθους αὐτὸν διοικῆσαι ὡς ἔπαρχον. πολλάκις δὲ τοῦ‐ το κελεύειν ἦν σύνηθες αὐτῷ. καὶ ὃ μὲν ταῦτα προστά‐ | |
4.12.8 | ξας εἴχετο τοῦ προκειμένου· ὁ δὲ Μακρῖνος καθ’ αὑτὸν γενόμενος τάς τε ἄλλας ἐπιλύεται ἐπιστολάς, περιτυχὼν δὲ καὶ τῇ καθ’ αὑτοῦ θανατηφόρῳ ὁρᾷ προῦπτον κίν‐ δυνον ἐπικείμενον. εἰδώς τε τοῦ Ἀντωνίνου τὸν θυμὸν | |
5 | καὶ τὸ φονικὸν ἐπὶ τοιοῖσδε γράμμασι, καὶ πρόφασιν | |
αὐτῷ εὔλογον ὑπάρξουσαν, τὴν μὲν ἐπιστολὴν ὑφαιρεῖται, | 129 | |
4.13.1 | περὶ δὲ τῶν λοιπῶν ἀπαγγέλλει ὡς εἶεν συνήθεις. φο‐ βηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπι‐ στείλῃ, δρᾶσαί τι μᾶλλον ἠθέλησεν ἢ ἀναμείνας παθεῖν. τολμᾷ δή 〈τι〉 τοιοῦτον. ἦν τις ἑκατοντάρχης, Μαρτιά‐ | |
5 | λιος ὄνομα αὐτῷ, τῶν σωματοφυλάκων τῶν Ἀντωνίνου, ἀεὶ παρεπόμενος αὐτῷ. τούτου τὸν ἀδελφὸν πρὸ ὀλίγων ἡμερῶν ἀνῃρήκει διαβληθέντα μὲν οὐκ ἐλεγχθέντα δέ· αὐτῷ τε τῷ Μαρτιαλίῳ ἐνύβρισεν, ἄνανδρον αὐτὸν καὶ | |
4.13.2 | ἀγεννῆ καλῶν καὶ Μακρίνου φίλον. τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντά τε σφοδρῶς ἐπὶ τῇ τοῦ ἀδελφοῦ ἀναιρέσει, μὴ φέροντά τε τὰς ἐς αὑτὸν ὕβρεις, μεταπέμ‐ πεται (ἐθάρρει δὲ αὐτῷ θεραπεύοντί τε αὐτὸν ἄνωθεν | |
5 | καὶ πολλὰ ὑπ’ αὐτοῦ εὐεργετηθέντι), πείθει τε καιρὸν ἐπιτήδειον παραφυλάξαντα ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. ὃ δὲ ταῖς τε ὑποσχέσεσι τοῦ Μακρίνου ἀναπεισθείς, μι‐ σῶν τε ἄλλως καὶ τιμωρῆσαι θέλων τῷ ἀδελφῷ, πάντα ποιήσειν ἀσμένως ὑπισχνεῖται καιρὸν ἐπιτήδειον εὑρών. | |
10 | συνέβη δὲ μετ’ οὐ πολὺ τῆς σκέψεως ταύτης θελῆσαι | |
4.13.3 | τὸν Ἀντωνῖνον, διατρίβοντα ἐν Κάρραις τῆς Μεσοποτα‐ μίας, προελθεῖν τῆς βασιλείου 〈αὐλῆσ〉 ἀπελθεῖν τε ἐς τὸν νεὼν τῆς σελήνης, ἣν μάλιστα οἱ ἐπιχώριοι σέβουσιν. ἀφειστήκει δὲ τῆς πόλεως ὁ νεὼς πολύ, ὡς ὁδοιπορίας | |
5 | χρῄζειν. σὺν ἱππεῦσιν οὖν ὀλίγοις, ἵνα δὴ μὴ πάντα τὸν στρατὸν σκύλῃ, τὴν ὁδοιπορίαν ἐποιεῖτο, ὡς ἂν θύσας | |
4.13.4 | τῇ θεῷ ἐπανέλθοι. κατὰ δὲ [τὴν] μέσην ὁδὸν ἐπειχθεὶς ὑπὸ τῆς γαστρός, ἀποστῆναί τε πάντας κελεύσας, ἀνε‐ χώρει σὺν ἑνὶ ὑπηρέτῃ ἀποσκευασόμενος τὰ ἐνοχλοῦντα. | |
πάντες τοίνυν ἀπεστράφησαν καὶ ὡς πορρωτάτω ἀπῇσαν, | 130 | |
4.13.5 | τιμὴν καὶ αἰδῶ τῷ γινομένῳ νέμοντες. ὁ δὲ Μαρτιάλιος τοὺς καιροὺς πάντας παραφυλάττων, ἰδών τε αὐτὸν με‐ μονωμένον, ὡς δὴ κληθεὶς ὑπ’ αὐτοῦ νεύματι ἐρῶν τι ἢ ἀκουσόμενος, προστρέχει, ἐπιστάς τε αὐτῷ τὰς ἐσθῆτας | |
5 | τῶν μηρῶν καθέλκοντι, ἀπεστραμμένον παίει ξιφιδίῳ, ὃ μετὰ χεῖρας ἔφερε λανθάνων. καιρίου δὲ τῆς πληγῆς ἐπὶ τῆς κατακλεῖδος γενομένης ἀπροσδοκήτως τε καὶ | |
4.13.6 | ἀφυλάκτως ὁ Ἀντωνῖνος ἀνῃρέθη. πεσόντος δὲ αὐτοῦ 〈ἐμ〉πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος. Γερμανοὶ δὲ ἱππεῖς, οἷς 〈ὁ〉 Ἀντωνῖνος ἔχαιρε φρουροῖς τε τοῦ σώ‐ ματος ἐχρῆτο, οὐ τοσοῦτον ἀφεστῶτες ἐς ὅσον οἱ λοιποί, | |
5 | πρῶτοί τε ἰδόντες τὸ γενόμενον, διώξαντες τὸν Μαρτιά‐ | |
4.13.7 | λιον κατηκόντισαν. ὡς δὲ καὶ ὁ λοιπὸς στρατὸς εἶδε τὸ πραχθέν, πάντες συνέδραμον, καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσ‐ εποιεῖτο. ὅ τε στρατὸς πᾶς χαλεπῶς καὶ δυσφόρως ἤν‐ | |
5 | εγκε τὸ πραχθέν· συστρατιώτην γὰρ καὶ κοινωνὸν τοῦ βίου, ἀλλ’ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι. καὶ οὐδε‐ μίαν πω ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου, ᾤοντο | |
4.13.8 | δὲ τὸν Μαρτιάλιον οἰκείαν ἔχθραν ἀμύνασθαι. καὶ οἳ μὲν ἕκαστος ἐς τὰς σκηνὰς ἐπανῇσαν· ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σωμάτιον, τήν τε κόνιν κάλπει τινὶ ἐμβαλών, ἔπεμψε τῇ μητρὶ αὐτοῦ καταθάψαι, ἐν Ἀντιο‐ | |
5 | χείᾳ διατριβούσῃ. ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων ὁμοίαις συμφοραῖς εἴτε ἑκοῦσα εἴτε κελευσθεῖσα ἀπεκαρτέρησε. τοιούτῳ μὲν δὴ τέλει ἐχρήσατο ὁ Ἀντωνῖνος καὶ ἡ μή‐ | |
τηρ Ἰουλία, βιώσαντες ὡς προείρηται. πᾶς δὲ ὁ χρόνος ἐν ᾧ μόνος ἐβασίλευσεν ἄνευ τοῦ πατρὸς καὶ τοῦ ἀδελ‐ | 131 | |
10 | φοῦ, ἐν ἓξ ἔτεσι συνετελέσθη. | |
4.14.1 | τελευτήσαντος δὲ Ἀντωνίνου ἐν ἀφασίᾳ τε ἦν ὁ στρα‐ τὸς καὶ ἀπορίᾳ τοῦ πρακτέου· ἔμεινάν τε ἡμερῶν δύο ἀβασίλευτοι, ἐζήτουν τε ὃν ἐπιλέξονται ἄρχοντα. καὶ γὰρ ἠγγέλλετο μετὰ πολλοῦ πλήθους καὶ δυνάμεως ἐπιὼν | |
5 | Ἀρτάβανος, δίκας ἀπαιτήσων τιμωρήσων τε τοῖς ἐν σπον‐ | |
4.14.2 | δαῖς καὶ εἰρήνῃ ἀνῃρημένοις. αἱροῦνται δὴ βασιλέα πρῶ‐ τον μὲν Ἄδουεντον ὡς στρατιωτικόν τε καὶ ἔπαρχον οὐ φαῦλον γενόμενον· ὃ δὲ γῆρας προϊσχόμενος παρῃτήσα‐ το· μετ’ ἐκεῖνον δὲ τὸν Μακρῖνον, πειθόντων αὐτοὺς | |
5 | χιλιάρχων, οἳ καὶ τῆς ἐπιβουλῆς τοῦ Ἀντωνίνου συνω‐ μόται καὶ κοινωνοὶ τοῦ Μακρίνου γεγενῆσθαι ὑπωπτεύ‐ θησαν. ὕστερον γοῦν ἐκολάσθησαν μετὰ τὴν ἐκείνου | |
4.14.3 | τελευτήν, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. παρέλαβε δὲ τὴν βασιλείαν ὁ Μακρῖνος οὐχ οὕτως εὐνοία καὶ πίστει τῶν στρατιωτῶν ὡς ἀνάγκῃ καὶ χρείᾳ τοῦ παρόντος καιροῦ. τούτων δὲ πραττομένων ἐφίσταται ὁ Ἀρτάβανος μετὰ | |
5 | μεγίστου πλήθους καὶ δυνάμεως, ἵππον τε πολλὴν ἄγων καὶ τοξοτῶν μέγα τι πλῆθος καταφράκτους τε | |
4.14.4 | ἀπὸ καμήλων †ἔξωθεν μακροῖς δόρασιν. ὡς δ’ ἀπηγ‐ γέλη προσιών, συγκαλέσας τοὺς στρατιώτας ὁ Μα‐ κρῖνος ἔλεξε τοιάδε. „ἀλγεῖν μὲν ὑμᾶς πάντας ἐπὶ τοι‐ ούτου βασιλέως, ἢ ἵνα τἀληθῆ λέγοιμι, 〈συ〉στρατιώτου | |
5 | ἀποβολῇ, θαυμαστὸν οὐδέν· φέρειν δὲ τὰς συμφορὰς καὶ τὰ προσπίπτοντα μετρίως ὑπομένειν ἀνθρώπων ἔργον | |
4.14.5 | σωφρονούντων. ἡ μὲν γὰρ ἐκείνου μνήμη ἔν τε τοῖς ἡμετέροις στέρνοις ἐγκείσεται, τοῖς τε ἐς ὕστερον παρα‐ δοθήσεται [καὶ] δόξαν ἀίδιον φέρουσα μεγάλων τε καὶ γενναίων ἔργων ὧν ἔδρασε, φίλτρων τε καὶ εὐνοίας κα‐ | 132 |
5 | μάτων τε κοινωνίας τῆς πρὸς ὑμᾶς. νῦν δὲ καιρός, τι‐ μήσαντας ὡς χρὴ τὴν μνήμην τοῦ τετελευτηκότος, ἀφο‐ σιωσαμένους τε τὰ πρὸς ἐκεῖνον, ἔχεσθαι τῶν ἐπειγόντων. | |
4.14.6 | ὁρᾶτε τὸν βάρβαρον ἐφεστῶτα σὺν παντὶ τῷ τῆς ἀνατο‐ λῆς πλήθει, καὶ δοκοῦντα πρόφασιν εὔλογον ἔχθρας ἔχειν· ἡμεῖς γὰρ αὐτὸν προυκαλεσάμεθα παρασπονδήσαντες, καὶ ἐν εἰρήνῃ βαθείᾳ πόλεμον ἠγείραμεν. ἤρτηται δὲ | |
5 | νῦν πᾶσα ἡ Ῥωμαίων ἀρχὴ τῆς ἡμετέρας ἀνδρείας τε καὶ πίστεως· οὐ γὰρ περὶ ὅρων γῆς οὐδὲ ῥείθρων πο‐ ταμῶν ἡ φιλονεικία, περὶ τοῦ παντὸς δέ, πρὸς μέγαν βασιλέα, ὑπὲρ παίδων καὶ συγγενῶν, οὓς ἐκεῖνος ἀδίκως | |
4.14.7 | καὶ παρὰ τοὺς ὅρκους οἴεται ἀνῃρῆσθαι. τά τε οὖν ὅπλα λαμβάνωμεν, καὶ τῇ συνήθει Ῥωμαίοις εὐκοσμίᾳ ταττώ‐ μεθα. ἐν γὰρ ταῖς παρατάξεσι τὸ μὲν τῶν βαρβάρων ἄτακτον πλῆθος καὶ προσκαίρως ὡρισμένον αὐτὸ ἑαυτῷ | |
5 | ἴσως γένοιτ’ ἂν ἐναντίον· τὸ δ’ ἡμέτερον εὔτακτόν τε ὂν καὶ συγκεκροτημένον, μετά τε ἐμπειρίας μαχόμενον, ἡμῖν τε ἔσται σωτήριον κἀκείνοις ὀλέθριον. μετ’ ἀγαθῆς οὖν τῆς ἐλπίδος ἀγωνίζεσθε ὡς Ῥωμαίοις πρέπον καὶ | |
4.14.8 | σύνηθες· οὕτω γὰρ τούς τε βαρβάρους ἀπώσεσθε, καὶ δόξης κλέος ἀράμενοι μέγα Ῥωμαίοις τε καὶ πᾶσιν ἀν‐ θρώποις δείξετε, τήν τε προτέραν νίκην πιστώσεσθε, ὡς μὴ δόλῳ καὶ ἀπάτῃ παρασπονδήσαντες ἠδικήσατε, ἀλλὰ | |
5 | δι’ ὅπλων νικήσαντες ἐκρατήσατε.“ | |
τοιαῦτά τινα εἰπόντος αὐτοῦ, οἱ στρατιῶται τὴν ἀνάγ‐ κην τοῦ πράγματος ὁρῶντες παρετάττοντο κἀν τοῖς | 133 | |
4.15.1 | ὅπλοις ἦσαν. ἅμα δὲ ἡλίῳ ἀνίσχοντι ἐφάνη Ἀρτάβανος σὺν μεγίστῳ πλήθει στρατοῦ. ἀσπασάμενοι δὲ τὸν ἥλιον, ὡς ἔθος αὐτοῖς, οἱ βάρβαροι, μεγίστῃ τε κλαγγῇ βοήσαν‐ τες, ἐπέδραμον τοῖς Ῥωμαίοις τοξεύοντές τε καὶ καθιπ‐ | |
5 | πεύοντες. οἱ δὲ Ῥωμαῖοι εὐτάκτως τε καὶ ἀσφαλῶς συ‐ στήσαντες τὰς φάλαγγας, ἑκατέρωθέν τε τοὺς ἱππεῖς καὶ τοὺς Μαυρουσίους παρατάξαντες, τά τε κενὰ πληρώσαν‐ τες τῶν κούφως καὶ εὐσταλῶς ἐκτρέχειν δυναμένων, δε‐ | |
4.15.2 | ξάμενοι τοὺς βαρβάρους ἐμάχοντο. καὶ οἱ μὲν βάρβαροι τῷ πλήθει τῶν τόξων τοῖς τε ἐπιμήκεσι δόρασι τῶν καταφράκτων ἀπό τε ἵππων καὶ καμήλων τιτρώσκοντες αὐτοὺς ἄνωθεν μεγάλως ἔβλαπτον· οἱ δὲ Ῥωμαῖοι τῶν | |
5 | μὲν συστάδην μαχομένων ῥᾳδίως ἐκράτουν, ἐπεὶ δὲ αὐ‐ τοὺς ἥ τε ἵππος πολλὴ οὖσα καὶ τὸ τῶν καμήλων πλῆ‐ θος ἐλυμαίνετο, προσποιούμενοι ἀναχωρεῖν τριβόλους τε καὶ ἄλλα τινὰ τεχνάσματα σιδηρίων, ὀξυτάτας ἐξοχὰς περικείμενα, ἐρρίπτουν. λανθάνοντα δὲ ἐν ταῖς ψάμμοις | |
10 | καὶ οὐ καθορώμενα ὑπὸ τῶν ἱππέων ἢ τῶν καμηλιτῶν | |
4.15.3 | ὀλέθρια ἦν αὐτοῖς· πατοῦντες γὰρ οἱ ἵπποι, αἵ τε κά‐ μηλοι μάλιστα, ἔχουσαι ἁπαλὰ τὰ πέλματα, ὤκλαζον καὶ ἐχώλευον, τούς τε ἐπιβάτας οὓς ἔφερον ἀπεσείοντο. οἱ δὲ ἐπέκεινα βάρβαροι ἐς ὅσον μὲν ἐποχοῦνται ἵπποις ἢ | |
5 | καμήλοις, γενναίως μάχονται, ἢν δὲ ἀποβῶσιν αὐτῶν ἢ κατενεχθῶσι, ῥᾷστα ἁλίσκονται, μὴ φέροντες τὴν ἐκ συ‐ στάσεως μάχην. πρός τε τὸ φυγεῖν ἢ διῶξαι, εἰ δέοι, ὑπὸ τῆς περὶ τοῖς σκέλεσιν ἐσθῆτος χαύνως παρῃωρη‐ | |
μένης ἐμποδίζονται. | 134 | |
4.15.4 | πρώτης μὲν οὖν καὶ δευτέρας ἡμέρας ἐξ ἑωθινοῦ ἐς ἑσπέραν ἐμαχέσαντο, καὶ νὺξ ἐπελθοῦσα διέλυσε τὰς μάχας, ἑκάτεροί τε ἐπανῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα νικᾶν ἀξιοῦντες. τῇ δὲ τρίτῃ ἡμέρᾳ συνῆλθον ἐς τὸ αὐ‐ | |
5 | τὸ πεδίον μαχούμενοι, ἐπειρῶντο δὲ οἱ μὲν βάρβαροι, πολύ τι τῷ πλήθει ὑπερέχοντες, κυκλώσασθαι τοὺς Ῥω‐ μαίους καὶ σαγηνεῦσαι· οἱ δὲ Ῥωμαῖοι οὐκέτι τὰς φά‐ λαγγας ἐς βάθος συνίστασαν, ἐς μῆκος δ’ ἐκτείνοντες | |
4.15.5 | ἀεὶ τὸ κυκλούμενον ἐνεπόδιζον. πλῆθος δὲ τοσοῦτον ἀνδρῶν τε καὶ κτηνῶν ἐφονεύθη ὡς πᾶν πληρωθῆναι τὸ πεδίον μεγίστους τε σωροὺς πτωμάτων ἐς ὕψος ἀρθῆναι, καὶ μάλιστα τῶν καμήλων ἐπαλλήλων πιπτουσῶν. πρός | |
5 | τε οὖν τὸ διατρέχειν ἐνεποδίζοντο οἱ μαχόμενοι· οὐκ‐ έτι δὲ οὐδὲ καθεώρων ἀλλήλους, μεγάλου οἱονεὶ χώματος ἐν μέσῳ καὶ δυσβάτου ὑπὸ τῶν σωμάτων σεσωρευμένου, ὑφ’ οὗ κωλυόμενοι [τοῖς] ἀλλήλοις ἐπιέναι ἕκαστοι ἐπαν‐ ῆλθον ἐς τὰ ἑαυτῶν στρατόπεδα. | |
4.15.6 | ὁ δὲ Μακρῖνος συνεὶς ὅτι οὐκ ἄλλως Ἀρτάβανος ἐκ‐ θύμως τε μάχεται καὶ προσμένει ἀλλ’ ἢ οἰόμενος Ἀντω‐ νίνῳ μάχεσθαι, εἰωθότων ἀεὶ τῶν βαρβάρων ῥᾷστα ἀπο‐ κάμνειν ἐθελοκακεῖν τε, εἰ μή τι ἐν ταῖς πρώταις ὁρμαῖς | |
4.15.7 | κατορθώσουσι, τότε δὲ προσμενόντων ὡς ἂν τὴν μάχην ἀνανεώσαιντο μετὰ τὴν τῶν νεκρῶν ἀναίρεσίν τε καὶ κατάφλεξιν, οὐκ οἰομένων τεθνηκέναι τὸν τῆς ἔχθρας αἴτιον, πέμπει πρεσβείαν ἐπιστέλλει τε τῷ Παρθυαίῳ, | |
5 | λέγων τὸν μὲν παρὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀδική‐ | |
σαντα βασιλέα τεθνηκέναι δίκας τε ἀξίας ὧν ἔδρασε δε‐ δωκέναι, Ῥωμαίους δέ, ὧν ἐστὶν ἡ ἀρχή, ἑαυτῷ [τε] τὰ | 135 | |
4.15.8 | τῆς βασιλείας ἐγκεχειρικέναι· μήτε δὲ ἀρέσκεσθαι τοῖς πραχθεῖσιν, αἰχμαλώτους τε τοὺς περιόντας ἀποδοῦναι, χρήματά τε ὅσα ἡρπάγη ἀποτῖσαι, φίλῳ τε ἀντὶ ἐχθροῦ χρῆσθαι καὶ τὴν εἰρήνην ὅρκοις καὶ σπονδαῖς βεβαιῶσαι. | |
5 | ὁ δὲ Ἀρτάβανος ταῦτά τε ἀναγνοὺς καὶ διδαχθεὶς ὑπὸ τῶν πρέσβεων περὶ τῆς Ἀντωνίνου ἀναιρέσεως, αὐτάρκη τιμωρίαν τὸν παρασπονδήσαντα δεδωκέναι νομίζων, τοῦ | |
4.15.9 | τε στρατοῦ αὑτῷ τετρυχωμένου, ἀγαπῶν τε τοὺς αἰχμα‐ λώτους καὶ τὰ χρήματα ἀναιμωτὶ ἀπολαβεῖν, σπεισάμενος εἰρήνην πρὸς τὸν Μακρῖνον ἐς τὰ ἑαυτοῦ ἐπανέρχεται. ..... τόν τε στρατὸν ἀπαλλάξας τῆς ἐν Μεσοποταμίᾳ | |
5 | διατριβῆς ἐς τὴν Ἀντιόχειαν ἠπείγετο. | |
5 | ||
5.1.1 | Ὅπως μὲν δὴ ὁ Ἀντωνῖνος ἦρξέ τε καὶ ἐτελεύτησε, δεδήλωται ἐν τῷ πρὸ τούτου συγγράμματι [ἥ τε πρὸ τούτου ἐπιβουλὴ καὶ διαδοχή]· γενόμενος δὲ ἐν τῇ Ἀν‐ τιοχείᾳ ὁ Μακρῖνος ἐπιστέλλει τῷ τε δήμῳ Ῥωμαίων καὶ | |
5.1.2 | τῇ συγκλήτῳ, λέγων τοιάδε. „ἐν εἰδόσι μὲν ὑμῖν τοῦ τε βίου μου τὴν ἐξ ἀρχῆς προαίρεσιν τοῦ τε τρόπου τὸ πρὸς χρηστότητα ἐπιρρεπές, καὶ τὸ πρᾶον τῆς διοικηθείσης πρότερον πράξεως, οὐ πολύ τι ἐξουσίας καὶ δυνάμεως | |
5 | βασιλικῆς ἀποδεούσης, ὅπου γε καὶ αὐτὸς ὁ βασιλεὺς τοῖς ἐπάρχουσι τῶν στρατοπέδων πεπίστευται, περιττὸν | |
νομίζω μακρηγορεῖν. ἴστε γάρ με καὶ οἷς ἐκεῖνος ἔπρατ‐ τεν οὐκ ἀρεσκόμενον, καὶ προκινδυνεύσαντα ὑμῶν ἐν οἷς πολλάκις ταῖς τυχούσαις διαβολαῖς πιστεύων ἀφει‐ | 136 | |
5.1.3 | δῶς ὑμῖν προσεφέρετο. κἀμὲ μὲν κακῶς ἠγόρευε, καὶ δημοσίᾳ πολλάκις τὸ μέτριόν μου καὶ πρὸς τοὺς ἀρχο‐ μένους φιλάνθρωπον διαβάλλων καὶ διασκώπτων ἐς ῥᾳθυμίαν καὶ τρόπων χαυνότητα· κολακείαις δὲ χαίρων, | |
5 | καὶ τοὺς εἰς ὠμότητα παροξύνοντας τῷ τε θυμῷ τὸ ἐν‐ δόσιμον αὐτοῦ διδόντας τήν τε ὀργὴν διαβολαῖς ἐγεί‐ ροντας εὔνους καὶ πιστοὺς ἐδοκίμαζε φίλους. ἐμοὶ δὲ | |
5.1.4 | ἐξ ἀρχῆς τὸ πρᾶον καὶ μέτριον προσφιλές. τὸν γοῦν πρὸς Παρθυαίους πόλεμον, μέγιστόν τε ὄντα καὶ ἐφ’ ᾧ πᾶσα Ῥωμαίων ἐσάλευεν ἀρχή, κατελύσαμεν καὶ ἐν οἷς ἀνδρείως παραταξάμενοι οὐδέν τι ἡττήμεθα, καὶ ἐν οἷς | |
5 | σπείσαντες μετὰ πολλῆς δυνάμεως ἐλθόντα μέγαν βασι‐ λέα πιστὸν φίλον ἀντ’ ἐχθροῦ δυσμάχου ἐποιήσαμεν. ἐμοῦ δὲ κρατοῦντος ἐν ἀδείᾳ τε καὶ ἀναιμωτὶ πάντες βιώσονται, ἀριστοκρατία τε μᾶλλον ἢ βασιλεία νομισθή‐ | |
5.1.5 | σεται. μηδέ τις ἀπαξιούτω ἢ τύχης πταῖσμα νομιζέτω, ὅτι δὴ ὄντα με ἐκ τῆς ἱππάδος τάξεως ἐπὶ τοῦτο ἤγαγε. τί γὰρ ὄφελος εὐγενείας, εἰ μὴ χρηστὸς καὶ φιλάνθρω‐ πος συνοικεῖ τρόπος; τὰ μὲν γὰρ τῆς τύχης δῶρα καὶ | |
5 | ἀναξίοις περιπίπτει, ἡ δὲ τῆς ψυχῆς ἀρετὴ ἰδίαν ἑκάστῳ δόξαν περιτίθησιν. εὐγένεια δὲ καὶ πλοῦτος καὶ ὅσα τοιαῦτα μακαρίζεται μέν, οὐκ ἐπαινεῖται δέ, ὡς παρ’ | |
5.1.6 | ἄλλου δοθέντα· ἐπιείκεια δὲ καὶ χρηστότης ἅμα τῷ θαυ‐ μάζεσθαι καὶ τῶν ἐπαίνων τὴν ἀναφορὰν ἐς αὐτόν τινα ἔχει τὸν κατορθοῦντα. τί γοῦν ὑμᾶς ὤνησεν ἡ Κομόδου εὐγένεια ἢ Ἀντωνίνου ἡ πατρῴα διαδοχή; οἱ μὲν γὰρ | |
5 | ὥσπερ ὄφλημα κληρονομίας εἰληφότες ἀποχρῶνταί τε | |
καὶ ἐνυβρίζουσιν ὡς ἄνωθεν ἰδίῳ κτήματι· οἱ δὲ παρ’ ὑμῶν λαβόντες χάριτός τε αἰδίου εἰσὶ χρεῶσται καὶ πει‐ | 137 | |
5.1.7 | ρῶνται ἀμείψασθαι τοὺς εὐεργεσίαις προειληφότας. καὶ τῶν μὲν εὐπατριδῶν βασιλέων τὸ εὐγενὲς ἐς ὑπεροψίαν ἐκπίπτει καταφρονήσει τῶν ὑπηκόων ὡς πολὺ ἐλαττόνων· οἱ δὲ ἐκ μετρίων πράξεων ἐπὶ τοῦτο ἐλθόντες περιέπου‐ | |
5 | σιν αὐτὸ ὡς καμάτῳ κτηθέν, αἰδῶ τε καὶ τιμὴν ἀπονέ‐ | |
5.1.8 | μουσιν, ἣν εἰώθεσαν, τοῖς ποτὲ κρείττοσιν. ἐμοὶ δὲ σκο‐ πὸς μηδέν τι πράττειν ἄνευ τῆς ὑμετέρας γνώμης, κοι‐ νωνούς τε καὶ συμβούλους ἔχειν τῆς τῶν πραγμάτων διοικήσεως. ὑμεῖς δὲ ἐν ἀδείᾳ καὶ ἐλευθερίᾳ βιώσεσθε, | |
5 | ὧν ἀφῃρέθητε μὲν ὑπὸ τῶν εὐπατριδῶν βασιλέων, ἀπο‐ δοῦναι δὲ ὑμῖν ἐπειράθησαν πρότερον μὲν Μάρκος ὕστε‐ ρον δὲ Περτίναξ, ἐξ ἰδιωτικῶν σπαργάνων ἐπὶ τοῦτο ἐλθόντες. γένους γὰρ ἔνδοξον ἀρχὴν αὐτὸν παρασχεῖν καὶ τῷ ὑστέρῳ γένει ἄμεινον ἢ κλέος προγονικὸν παρα‐ | |
10 | λαμβάνοντα τρόπου φαυλότητι καταισχῦναι.“ | |
5.2.1 | ἀναγνωσθείσης δὲ τῆς τοιαύτης ἐπιστολῆς, εὐφημεῖ τε αὐτὸν ἡ σύγκλητος καὶ τὰς σεβασμίους τιμὰς πάσας ψη‐ φίζεται. οὐχ οὕτως δὲ εὔφραινε πάντας ἡ Μακρίνου διαδοχή, ὡς ὑπερήδοντό τε καὶ πανδημεὶ ἑώρταζον ἐπὶ | |
5 | τῇ Ἀντωνίνου ἀπαλλαγῇ. ἕκαστός τε ᾤετο, μάλιστα τῶν ἐν ἀξιώσει τινὶ ἢ πράξει καθεστώτων, ξίφος ἀποσεσεῖσθαι | |
5.2.2 | τοῖς αὐχέσιν ἐπαιωρούμενον. συκοφάνται τε ἢ δοῦλοι, ὅσοι δεσπότας κατήγγελον, ἀνεσκολοπίσθησαν· ἥ τε Ῥω‐ μαίων πόλις καὶ σχεδὸν πᾶσα ἡ ὑπὸ Ῥωμαίους οἰκου‐ μένη καθαρθεῖσα πονηρῶν ἀνθρώπων, τῶν μὲν κολα‐ | |
5 | σθέντων τῶν δὲ ἐξωσθέντων, εἰ δέ τινες καὶ ἔλαθον, | |
δι’ εὐλάβειαν ἡσυχαζόντων, ἐν ἀδείᾳ πολλῇ καὶ εἰκόνι ἐλευθερίας ἐβίωσαν ἐκείνου τοῦ ἔτους οὗ μόνου ὁ Μα‐ | 138 | |
5.2.3 | κρῖνος ἐβασίλευσε. τοσοῦτον δὲ ἥμαρτεν ὅσον μὴ διέλυ‐ σεν εὐθέως τὰ στρατόπεδα καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀπέπεμψεν, αὐτός τε ἐς τὴν Ῥώμην ποθοῦσαν ἐπείχθη, τοῦ δήμου ἑκάστοτε καλοῦντος μεγάλαις βοαῖς, ἐν δὲ τῇ | |
5 | Ἀντιοχείᾳ διέτριβε γένειόν τε ἀσκῶν, βαδίζων τε πλέον τοῦ δέοντος ἠρεμαίως, βραδύτατά τε καὶ μόλις τοῖς προσ‐ ιοῦσιν ἀποκρινόμενος ὡς μηδ’ ἀκούεσθαι πολλάκις διὰ | |
5.2.4 | τὸ καθειμένον τῆς φωνῆς. ἐζήλου δὲ ταῦτα ὡς δὴ Μάρ‐ κου ἐπιτηδεύματα, τὸν δὲ λοιπὸν βίον οὐκ ἐμιμήσατο, ἐπεδίδου δὲ ἑκάστοτε ἐς τὸ ἁβροδίαιτον, ὀρχηστῶν τε θέαις καὶ πάσης μούσης κινήσεώς τε εὐρύθμου ὑποκρι‐ | |
5 | ταῖς σχολάζων, τῆς τε τῶν πραγμάτων διοικήσεως ἀμε‐ λῶς ἔχων. προῄει τε πόρπαις καὶ ζωστῆρι χρυσῷ τε πολλῷ καὶ λίθοις τιμίοις πεποικιλμένος, τῆς τοιαύτης πολυτελείας παρὰ τοῖς Ῥωμαίων στρατιώταις οὐκ ἐπαι‐ νουμένης, βαρβάρου δὲ μᾶλλον καὶ θηλυπρεποῦς εἶναι | |
5.2.5 | δοκούσης. ἅπερ ὁρῶντες οἱ στρατιῶται οὐ πάνυ τι ἀπε‐ δέχοντο, ἀπηρέσκοντό τε αὐτοῦ τῷ βίῳ ὡς ἀνειμένῳ μᾶλλον ἣ κατ’ ἄνδρα στρατιωτικόν· παραβάλλοντες δὲ τὴν μνήμην τῆς Ἀντωνίνου διαίτης ἐπιστραφείσης τε | |
5 | καὶ στρατιωτικῆς γενομένης, κατεγίνωσκον τῆς Μακρίνου | |
5.2.6 | πολυτελείας. ἔτι τε ἠγανάκτουν αὐτοὶ μὲν ὑπὸ σκηναῖς καὶ ἐν ἀλλοδαπῇ διαιτώμενοι, ἔσθ’ ὅτε καὶ σπανίζοντες τῶν ἐπιτηδείων, ἔς τε τὰ ἑαυτῶν οὐκ ἐπανιόντες εἰρήνης εἶναι δοκούσης· ὁρῶντες δὲ τὸν Μακρῖνον 〈ἐν〉 χλιδῇ | |
5 | καὶ τρυφῇ διαιτώμενον, ἀφηνιάζοντες ἤδη πρὸς ἀλλήλους αὐτὸν κακῶς ἠγόρευον, προφάσεώς τε ὀλίγης λαβέσθαι εὔχοντο ἐς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν. | 139 |
5.3.1 | ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐντρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις ἐς ἃ ἐβού‐ | |
5.3.2 | λοντο τῆς τύχης παρασχούσης. Μαῖσα ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως ἐν Φοινίκῃ· ἀδελφὴ δὲ ἐγεγόνει Ἰουλίας τῆς Σεβήρου μὲν γυναικὸς Ἀντωνίνου δὲ μητρός. παρὰ πάντα οὖν | |
5 | τὸν τῆς ἀδελφῆς βίον ἐν τῇ βασιλείῳ διέτριψεν αὐλῇ χρόνου πολυετοῦς, παρ’ ὃν Σεβῆρός τε καὶ Ἀντωνῖνος ἐβασίλευσαν. τὴν δὴ Μαῖσαν ταύτην ὁ Μακρῖνος, μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν Ἀντωνίνου δὲ ἀναίρεσιν, προσέταξεν ἐς τὴν πατρίδα ἐπανελθοῦσαν ἐν τοῖς οἰκεί‐ | |
10 | οις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς. πλείστων δὲ ἦν χρημάτων ἀνάπλεως ἅτε μακρῷ χρόνῳ βασιλικῇ ἐξου‐ | |
5.3.3 | σίᾳ ἐντεθραμμένη. ἐπανελθοῦσα δὲ ἡ πρεσβῦτις διέτρι‐ βεν ἐν τοῖς ἑαυτῆς. ἦσαν δὲ αὐτῇ θυγατέρες δύο· Σοαι‐ μὶς μὲν ἡ πρεσβυτέρα ἐκαλεῖτο, ἡ δὲ ἑτέρα Μαμαία. παῖδες δὲ ἦσαν τῇ μὲν πρεσβυτέρᾳ Βασιανὸς ὄνομα, τῇ | |
5 | δὲ νεωτέρᾳ Ἀλεξιανός. ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο, ὁ μὲν Βασιανὸς περὶ ἔτη γεγονὼς τεσσα‐ ρεσκαίδεκα, ὁ δὲ Ἀλεξιανὸς δεκάτου ἔτους ἐπιβεβηκώς. | |
5.3.4 | ἱέρωντο δὲ αὐτοὶ θεῷ ἡλίῳ· τοῦτον γὰρ οἱ ἐπιχώριοι σέβουσι, τῇ Φοινίκων φωνῇ Ἐλαιαγάβαλον καλοῦντες. νεὼς δὲ αὐτῷ μέγιστος κατεσκεύαστο, χρυσῷ πολλῷ καὶ ἀργύρῳ κεκοσμημένος λίθων τε πολυτελείᾳ. θρησκεύεται | |
5 | δὲ οὐ μόνον πρὸς τῶν ἐπιχωρίων, ἀλλὰ καὶ πάντες οἱ γειτνιῶντες σατράπαι τε καὶ βασιλεῖς βάρβαροι φιλοτί‐ μως πέμπουσι τῷ θεῷ ἑκάστου τοῦ ἔτους πολυτελῆ ἀνα‐ | 140 |
5.3.5 | θήματα. ἄγαλμα μὲν οὖν, ὥσπερ παρ’ Ἕλλησιν ἢ Ῥω‐ μαίοις, οὐδὲν ἕστηκε χειροποίητον, θεοῦ φέρον εἰκόνα· λίθος δέ τις ἔστι μέγιστος, κάτωθεν περιφερής, λήγων ἐς ὀξύτητα· κωνοειδὲς αὐτῷ σχῆμα, μέλαινά τε ἡ χροιά. | |
5 | διοπετῆ τε αὐτὸν εἶναι σεμνολογοῦσιν, ἐξοχάς τέ τινας βραχείας καὶ τύπους δεικνύουσιν, εἰκόνα τε ἡλίου ἀνέρ‐ | |
5.3.6 | γαστον εἶναι θέλουσιν, οὕτω βλέπειν ἐθέλοντες. τούτῳ δὴ τῷ θεῷ ὁ Βασιανὸς ἱερωμένος (ἅτε γὰρ πρεσβυτέρῳ ἐκείνῳ ἐγκεχείριστο ἡ θρησκεία) προῄει τε σχήματι βαρβάρῳ, χιτῶνας χρυσοϋφεῖς καὶ ἁλουργεῖς χειριδωτοὺς καὶ πο‐ | |
5 | δήρεις ἀνεζωσμένος, τά τε σκέλη πάντα σκέπων ἀπ’ ὀνύ‐ χων ἐς μηροὺς ἐσθῆσιν ὁμοίως χρυσῷ καὶ πορφύρᾳ πε‐ ποικιλμέναις. τήν τε κεφαλὴν ἐκόσμει στέφανος λίθων | |
5.3.7 | πολυτελῶν χροιᾷ διηνθισμένος. ἦν δὲ τὴν ἡλικίαν ἀκμαῖος καὶ τὴν ὄψιν τῶν κατ’ αὐτὸν ὡραιότατος μειρακίων πάν‐ των. ἐς τὸ αὐτὸ δὴ συνιόντων κάλλους σώματος, ἡλικίας ἀκμῆς, ἁβροῦ σχήματος, ἀπείκασεν ἄν τις τὸ μειράκιον | |
5 | Διονύσου καλαῖς εἰκόσιν. | |
5.3.8 | ἱερουργοῦντα δὴ τοῦτον, περί τε τοῖς βωμοῖς χορεύ‐ οντα νόμῳ βαρβάρων ὑπό τε αὐλοῖς καὶ σύριγξι παντο‐ δαπῶν τε ὀργάνων ἤχῳ, περιεργότερον ἐπέβλεπον οἵ τε ἄλλοι ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται, εἰδότες γέ‐ | |
5 | νους ὄντα βασιλικοῦ, καὶ τῆς ὥρας αὐτοῦ πάντων τὰς | |
5.3.9 | ὄψεις ἐς ἑαυτὴν ἐπιστρεφούσης. ἐγειτνίαζε δὲ τῇ πόλει ἐκείνῃ τότε μέγιστον στρατόπεδον, ὃ τῆς Φοινίκης προ‐ | |
ήσπιζεν· ὕστερον δὲ μετηνέχθη, ὡς ἐν τοῖς ἑξῆς ἐροῦμεν. φοιτῶντες οὖν οἱ στρατιῶται ἑκάστοτε ἐς τὴν πόλιν, ἔς | 141 | |
5 | τε τὸν νεὼν ἰόντες θρησκείας δὴ χάριν, τὸ μειράκιον ἡδέως ἔβλεπον. ἦσαν δέ τινες ἐξ αὐτῶν καὶ πρόσφυγες | |
5.3.10 | οἰκεῖοί τε τῆς Μαίσης, πρὸς οὓς ἐκείνη θαυμάζοντας τὸν παῖδα, εἴτε πλασαμένη εἴτε καὶ ἀληθεύουσα, ἐξεῖπεν ὅτι ἄρα Ἀντωνίνου υἱός ἐστι φύσει, τῇ δὲ ὑπολήψει ἄλλου δοκοίη· ἐπιφοιτῆσαι γὰρ αὐτὸν ταῖς θυγατράσιν αὐτῆς | |
5 | νέαις τε οὔσαις καὶ ὡραίαις, καθ’ ὃν καιρὸν ἐν τοῖς βα‐ σιλείοις σὺν τῇ ἀδελφῇ διέτριβεν. ὅπερ ἐκεῖνοι ἀκού‐ σαντες, τοῖς συστρατιώταις κατ’ ὀλίγον ἀπαγγέλλοντες διαβόητον ἐποίησαν τὴν φήμην, ὡς ἐς πᾶν χωρῆσαι τὸ | |
5.3.11 | στρατιωτικόν. τῇ δὲ Μαίσῃ ἐλέγετο σωροὺς εἶναι χρη‐ μάτων, ἐκείνην δὲ ἑτοίμως πάντα προέσθαι τοῖς στρα‐ τιώταις, εἰ τὴν βασιλείαν τῷ γένει ἀνανεώσαιντο. ὡς δὲ συνέθεντο νύκτωρ, εἰ κατέλθοιεν λαθόντες, ἀνοίξειν τὰς | |
5 | πύλας καὶ δέξεσθαι πᾶν τὸ γένος ἔνδον βασιλέα τε καὶ υἱὸν ἀποδείξειν Ἀντωνίνου 〈τὸν Βασιανόν〉, ἐπέδωκεν ἑαυτὴν ἡ πρεσβῦτις, ἑλομένη πάντα κίνδυνον ἀναρρῖψαι μᾶλλον ἢ ἰδιωτεύειν καὶ δοκεῖν ἀπερρῖφθαι· νύκτωρ τε λάθρᾳ τῆς πόλεως ὑπεξῆλθε σὺν ταῖς θυγατράσι καὶ | |
5.3.12 | τοῖς ἐγγόνοις. καταγαγόντων τε αὐτοὺς τῶν προσφυγόν‐ των στρατιωτῶν γενόμενοι πρὸς τῷ τείχει τοῦ στρατο‐ πέδου ῥᾷστα ὑπεδέχθησαν· εὐθέως τε τὸν παῖδα πᾶν τὸ στρατόπεδον Ἀντωνῖνον προσηγόρευσαν, τῇ τε πορφυρᾷ | |
5 | χλαμύδι περιβαλόντες εἶχον ἔνδον. πάντα δὲ τὰ ἐπιτή‐ δεια καὶ παῖδας καὶ γυναῖκας, ὅσα τε εἶχον ἐν κώμαις ἢ | |
ἀγροῖς τοῖς πλησίον, εἰσκομίσαντες, τάς τε πύλας ἀπο‐ κλείσαντες, παρεσκεύαζον ἑαυτοὺς ὡς, εἰ δέοι, ὑπομε‐ νοῦντες πολιορκίαν. | 142 | |
5.4.1 | ὡς δὲ ταῦτα ἀπηγγέλη τῷ Μακρίνῳ ἐν Ἀντιοχείᾳ δια‐ τρίβοντι, ἥ τε φήμη διέδραμεν ἀνὰ τὰ λοιπὰ στρατόπεδα ὅτι τε Ἀντωνίνου υἱὸς εὑρέθη καὶ ὅτι 〈ἡ〉 Ἰουλίας ἀδελφὴ χρήματα δίδωσι, πάντα τὰ λεγόμενα καὶ ἐνδε‐ | |
5 | χόμενα καὶ ἀληθῆ πιστεύσαντες εἶναι τὰς ψυχὰς ἐξεπτό‐ | |
5.4.2 | ηντο. ἐνῆγε δ’ αὐτοὺς καὶ ἀνέπειθεν ἐς πραγμάτων και‐ νοτομίαν τό τε Μακρίνου μῖσος καὶ 〈τὸ〉 Ἀντωνίνου τῆς μνήμης πάθος, καὶ πρό γε ἁπάντων ἡ τῶν χρημάτων ἐλπίς, ὡς πολλοὺς καὶ αὐτομολοῦντας φοιτᾶν πρὸς τὸν | |
5 | νέον Ἀντωνῖνον. ὁ δὲ Μακρῖνος καταφρονῶν τοῦ πράγ‐ ματος ὡς παιδαριώδους, χρώμενός τε τῇ συνήθει ῥᾳθυ‐ μίᾳ, αὐτὸς μὲν οἴκοι μένει, πέμπει δὲ ἕνα τῶν ἀρχόντων τοῦ στρατοπέδου, δύναμιν δοὺς ὅσην ᾤετο ῥᾷστα ἐκπορ‐ | |
5.4.3 | θήσειν τοὺς ἀφεστῶτας. ὡς δ’ ἦλθεν Ἰουλιανός (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἐπάρχῳ) καὶ προσέβαλε τοῖς τείχεσιν, ἔνδοθεν οἱ στρατιῶται ἀνελθόντες ἐπί τε τοὺς πύργους καὶ τὰς ἐπάλξεις τόν τε παῖδα τῷ ἔξωθεν πολιορκοῦντι | |
5 | στρατῷ ἐδείκνυσαν, Ἀντωνίνου υἱὸν εὐφημοῦντες, βα‐ λάντιά τε χρημάτων μεστὰ δέλεαρ προδοσίας αὐτοῖς ἐδεί‐ | |
5.4.4 | κνυσαν. οἳ δὲ πιστεύσαντες Ἀντωνίνου τε εἶναι τέκνον καὶ ὁμοιότατόν γε (βλέπειν γὰρ οὕτως ἤθελον) τοῦ μὲν Ἰουλιανοῦ τὴν κεφαλὴν ἀποτέμνουσι καὶ πέμπουσι τῷ Μακρίνῳ, αὐτοὶ δὲ πάντες ἀνοιχθεισῶν αὐτοῖς τῶν πυ‐ | |
5 | λῶν ἐς τὸ στρατόπεδον ἐδέχθησαν. οὕτως ἡ δύναμις αὐξηθεῖσα οὐ μόνον ἦν πρὸς τὸ ἀπομάχεσθαι πολιορκίαν | |
ἀλλὰ καὶ πρὸς τὸ συστάδην καὶ ἐξ ἀντιστάσεως ἀγωνί‐ ζεσθαι ἀξιόχρεως· ἔτι τε καὶ τῶν αὐτομόλων τὸ πλῆθος ἑκάστοτε, εἰ καὶ κατ’ ὀλίγους προσιόν, τὴν δύναμιν | 143 | |
10 | ηὔξησεν. | |
5.4.5 | ὁ δὲ Μακρῖνος ὡς ταῦτα ἐπυνθάνετο, ἀθροίσας πάντα ὃν εἶχε στρατόν, ἐπῄει ὡς δὴ πολιορκήσων τοὺς ἐκείνῳ προσκεχωρηκότας. ὁ δὲ Ἀντωνῖνος, οὐκ ἀναμενόντων τῶν σὺν αὐτῷ στρατιωτῶν πολιορκηθῆναι, θαρρησάντων | |
5 | δὲ μετὰ πάσης προθυμίας ἐξελθεῖν τε καὶ ὑπαντώμενοι τῷ Μακρίνῳ ἐκ παρατάξεως ἀγωνίζεσθαι, ἐξάγει τὴν αὑ‐ | |
5.4.6 | τοῦ δύναμιν. συμμίξαντα δὲ ἀλλήλοις τὰ στρατόπεδα Φοινίκης τε καὶ Συρίας ἐν μεθορίοις, οἱ μὲν ὑπὲρ τοῦ Ἀντωνίνου προθύμως ἠγωνίζοντο, δεδιότες, εἰ ἡττηθεῖεν, τὴν ἐφ’ οἷς ἔδρασαν τιμωρίαν ἀναδέξασθαι· οἱ δὲ σὺν | |
5 | τῷ Μακρίνῳ ῥᾳθυμότερον προσεφέροντο τῷ ἔργῳ, ἀπο‐ | |
5.4.7 | διδράσκοντες καὶ μετιόντες πρὸς τὸν Ἀντωνῖνον. ἅπερ ὁρῶν ὁ Μακρῖνος, φοβηθείς τε μὴ παντάπασι γυμνωθεὶς τῆς δυνάμεως αἰχμάλωτός τε ληφθεὶς αἰσχίστως ὑβρι‐ σθείη, ἔτι τῆς μάχης συνεστώσης, ἑσπέρας ἤδη προσιού‐ | |
5 | σης, ἀπορρίψας τὸ χλαμύδιον καὶ εἴ τι σχῆμα βασιλικὸν περιέκειτο, λαθὼν ἀποδιδράσκει σὺν ὀλίγοις ἑκατοντάρ‐ χαις, οὓς πιστοτάτους ᾤετο, τὸ γένειον ἀποκειράμενος, ὡς μὴ γνωρίζοιτο, ἐσθῆτά τε ὁδοιπορικὴν λαβὼν καὶ | |
5.4.8 | τὴν κεφαλὴν ἀεὶ σκέπων. νύκτωρ τε καὶ μεθ’ ἡμέραν ὡδοιπόρει, φθάνων τὴν φήμην τῆς ἑαυτοῦ τύχης, τῶν τε ἑκατοντάρχων μεγάλῃ σπουδῇ τὰ ὀχήματα ἐπειγόντων, ὡς ἂν ὑπὸ Μακρίνου ἔτι βασιλεύοντος ἐπί τινα σπου‐ | |
5 | δαῖα πεμφθέντων. ὃ μὲν οὖν ἔφυγεν, ὡς εἴρηται· ὁ δὲ στρατὸς ἑκατέρω‐ θεν ἐμάχοντο, ὑπὲρ 〈μὲν〉 τοῦ Μακρίνου οἱ σωματοφύ‐ | |
λακες καὶ δορυφόροι, οὓς δὴ πραιτωριανοὺς καλοῦσιν, οἳ γενναίως ἀνθεστήκεσαν παντὶ τῷ ἄλλῳ στρατῷ ἅτε ὄντες | 144 | |
10 | μέγιστοί τε καὶ ἐπίλεκτοι· τὸ δὲ ἐπίλοιπον πᾶν πλῆθος | |
5.4.9 | ὑπὲρ τοῦ Ἀντωνίνου ἠγωνίζοντο. ὡς δὲ ἐπὶ πολὺ τὸν Μακρῖνον οὐκ ἔβλεπον οἱ ὑπὲρ αὐτοῦ μαχόμενοι οὐδὲ τὰ τῆς βασιλείας σύμβολα, διηπόρουν δὴ ποῦ ποτὲ ἄρα εἴη, πότερον ἐν τῷ πλήθει τῶν κειμένων ἢ ἀποδρὰς ᾤχε‐ | |
5 | το, ἠγνόουν τε πῶς χρήσονται τῷ πράγματι· οὔτε γὰρ μάχεσθαι ἤθελον ὑπὲρ τοῦ μὴ παρόντος, παραδοῦναί τε | |
5.4.10 | αὑτοὺς ἐκδότους καὶ ὥσπερ αἰχμαλώτους ᾐδοῦντο. ὡς δὲ παρὰ τῶν αὐτομόλων ἐπύθετο Ἀντωνῖνος τὴν τοῦ Μακρίνου φυγήν, πέμψας κήρυκας διδάσκει αὐτοὺς ὅτι μάτην ὑπὲρ ἀνάνδρου καὶ φυγάδος μάχονται, ἄδειάν τε | |
5 | καὶ ἀμνηστίαν ἐνόρκως ὑπισχνεῖται, καλεῖ τε καὶ αὑτὸν δορυφορήσοντας. οἳ μὲν οὖν πεισθέντες προσεχώρησαν, ὁ δὲ Ἀντωνῖνος πέμπει τοὺς διώξοντας τὸν Μακρῖνον | |
5.4.11 | πολὺ προκεχωρηκότα. ἐν Χαλκηδόνι γοῦν τῆς Βιθυνίας κατελήφθη, νοσῶν χαλεπώτατα ὑπό τε τῆς συνεχοῦς ὁδοιπορίας συντετριμμένος. ἔνθα αὐτὸν εὑρόντες ἔν τινι κρυπτόμενον προαστείῳ οἱ διώκοντες τὴν κεφαλὴν ἀπέ‐ | |
5 | τεμον. ἐλέγετο δὲ σπεύδειν ἐς τὴν Ῥώμην, θαρρῶν τῇ τοῦ δήμου περὶ αὐτὸν σπουδῇ· περαιούμενον δ’ αὐτὸν ἐς τὴν Εὐρώπην διὰ τοῦ στενοῦ τῆς Προποντίδος πορθ‐ μοῦ, ἤδη τε τῷ Βυζαντίῳ προσπελάζοντα, φασὶν ἀντι‐ πνοίᾳ χρήσασθαι, ἐπανάγοντος αὐτὸν τοῦ πνεύματος ἐς | |
5.4.12 | τὴν τιμωρίαν. παρὰ τοσοῦτον μὲν δὴ Μακρῖνος οὐκ ἐξέφυγε τοὺς διώξαντας, τέλει τε ἐχρήσατο αἰσχρῷ ὕστε‐ ρον θελήσας ἐς τὴν Ῥώμην ἀνελθεῖν, δέον ἐν ἀρχῇ τοῦτο | |
ποιῆσαι· ὁμοῦ δὲ ἔπταισε καὶ γνώμῃ καὶ τύχῃ. | 145 | |
5 | τέλει μὲν δὴ τοιούτῳ Μακρῖνος ἐχρήσατο, συναναιρε‐ θέντος αὐτῷ καὶ τοῦ παιδός, ὃν ἦν ποιήσας Καίσαρα, | |
5.5.1 | Διαδουμενιανὸν καλούμενον· ἐπεὶ δὲ ὅ τε στρατὸς πᾶς μετελθὼν πρὸς τὸν Ἀντωνῖνον προσεῖπε βασιλέα, τά τε τῆς ἀρχῆς 〈ἐκεῖνοσ〉 ὑπεδέξατο, διοικηθέντων αὐτῷ κατὰ τὴν ἀνατολὴν τῶν ἐπειγόντων ὑπό τε τῆς μάμμης καὶ | |
5 | τῶν συνόντων φίλων (αὐτὸς γὰρ ἦν νέος τε τὴν ἡλικίαν, πραγμάτων τε καὶ παιδείας ἄπειρος), οὐ πολλοῦ χρόνου διατρίψας εἶχε περὶ ἔξοδον, σπευδούσης μάλιστα τῆς | |
5.5.2 | Μαίσης ἐς τὰ συνήθη ἑαυτῇ βασίλεια Ῥώμης. ὡς δὲ τῇ τε συγκλήτῳ καὶ τῷ Ῥωμαίων δήμῳ τὰ πραχθέντα ἐδη‐ λώθη, δυσφόρως μὲν πάντες ἤκουσαν, ὑπήκουον δὲ ἀν‐ άγκῃ τοῦ στρατοῦ ταῦτα ᾑρημένου. κατεγίνωσκόν τε τοῦ | |
5 | Μακρίνου ῥᾳθυμίαν τε καὶ τρόπων χαυνότητα, αἴτιόν τε οὐκ ἄλλον ἀλλ’ ἢ αὐτὸν ἑαυτῷ γεγενῆσθαι ἔλεγον. | |
5.5.3 | ὁ δὲ Ἀντωνῖνος ἀπάρας τῆς Συρίας ἐλθών τε ἐς τὴν Νικομήδειαν ἐχείμαζε, τῆς ὥρας τοῦ ἔτους οὕτως ἀπαι‐ τούσης. εὐθέως τε ἐξεβακχεύετο, τήν τε ἱερωσύνην τοῦ ἐπιχωρίου θεοῦ, ᾗ ἐντέθραπτο, περιεργότερον ἐξωρχεῖτο, | |
5 | σχήμασί τε ἐσθῆτος πολυτελεστάτοις χρώμενος, διαχρύ‐ σοις τε πόρφυρας ὑφάσμασι περιδεραίοις τε καὶ ψελίοις κοσμούμενος, ἐς εἶδος δὲ τιάρας στεφάνην ἐπικείμενος | |
5.5.4 | χρυσῷ καὶ λίθοις ποικίλην τιμίοις. ἦν τε αὐτῷ τὸ σχῆμα μεταξὺ Φοινίσσης ἱερᾶς στολῆς καὶ χλιδῆς Μηδικῆς. | |
Ῥωμαϊκὴν δὲ ἢ Ἑλληνικὴν πᾶσαν ἐσθῆτα ἐμυσάττετο, ἐρίου φάσκων εἰργάσθαι, πράγματος εὐτελοῦς· τοῖς δὲ | 146 | |
5 | Σηρῶν ὑφάσμασι μόνοις ἠρέσκετο. προῄει τε ὑπὸ αὐ‐ λοῖς καὶ τυμπάνοις, τῷ θεῷ δῆθεν ὀργιάζων. | |
5.5.5 | ἡ δὲ Μαῖσα ταῦτα ὁρῶσα πάνυ ἤσχαλλε, πείθειν τε λιπαροῦσα ἐπειρᾶτο μεταμφιέσασθαι τὴν Ῥωμαίων στο‐ λὴν μέλλοντά [τε] ἐς τὴν πόλιν ἀφίξεσθαι καὶ ἐς τὴν σύγκλητον εἰσελεύσεσθαι, μὴ ἀλλοδαπὸν ἢ παντάπασι | |
5 | βάρβαρον τὸ σχῆμα ὀφθὲν εὐθὺς λυπήσῃ τοὺς ἰδόντας, ἀήθεις τε ὄντας καὶ οἰομένους τὰ τοιαῦτα καλλωπίσματα | |
5.5.6 | οὐκ ἀνδράσιν ἀλλὰ θηλείαις πρέπειν. ὃ δὲ καταφρονήσας τῶν ὑπὸ τῆς πρεσβύτιδος λεχθέντων, μηδ’ ἄλλῳ τινὶ πεισθείς (οὐδὲ γὰρ προσίετο εἰ μὴ τοὺς ὁμοιοτρόπους τε καὶ κόλακας αὑτοῦ τῶν ἁμαρτημάτων), βουλόμενος | |
5 | ἐν ἔθει γενέσθαι τῆς τοῦ σχήματος ὄψεως τήν τε σύγκλη‐ τον καὶ τὸν δῆμον Ῥωμαίων, ἀπόντος τε αὑτοῦ πεῖραν δοθῆναι πῶς φέρουσι τὴν ὄψιν τοῦ σχήματος, εἰκόνα μεγίστην γράψας παντὸς ἑαυτοῦ, οἷος προϊών τε καὶ ἱερουργῶν ἐφαίνετο, παραστήσας τε ἐν τῇ γραφῇ τὸν | |
5.5.7 | τύπον τοῦ ἐπιχωρίου θεοῦ, ᾧ δὴ καλλιερῶν ἐγέγραπτο, πέμψας τε ἐς τὴν Ῥώμην, ἐκέλευσεν ἐν τῷ μεσαιτάτῳ τῆς συγκλήτου τόπῳ ὑψηλοτάτῳ τε τὴν εἰκόνα ἀνατεθῆ‐ ναι ὑπὲρ κεφαλῆς τοῦ ἀγάλματος τῆς νίκης, ᾧ συνιόν‐ | |
5 | τες ἐς τὸ βουλευτήριον λιβανωτόν τε θυμιῶσιν ἕκαστος καὶ οἴνου σπένδουσι. προσέταξέ τε πάντας τοὺς Ῥω‐ μαίων ἄρχοντας, καὶ εἴ τινες δημοσίας θυσίας ἐπιτε‐ λοῦσι, πρὸ τῶν ἄλλων θεῶν οὓς δὴ καλοῦσιν ἱερουρ‐ γοῦντες, ὀνομάζειν τὸν νέον θεὸν Ἐλαιαγάβαλον. ὡς δὲ | |
10 | ἐς τὴν Ῥώμην ἀφίκετο τῷ προειρημένῳ σχήματι, οὐδὲν | 147 |
5.5.8 | παράδοξον εἶδον οἱ Ῥωμαῖοι, τῇ γραφῇ ἐνειθισμένοι. δοὺς δὲ τὰς συνήθεις τῷ δήμῳ νομὰς ἐπὶ τῇ τῆς βασι‐ λείας διαδοχῇ, φιλοτίμως τε καὶ πολυτελῶς ἐπιτελέσας παντοδαπὰς θέας, νεών τε μέγιστον καὶ κάλλιστον κατα‐ | |
5 | σκευάσας τῷ θεῷ, βωμούς τε πλείστους περὶ τὸν νεὼν ἱδρύσας, ἑκάστοτε προϊὼν ἕωθεν ἑκατόμβας τε ταύρων καὶ προβάτων πολὺ πλῆθος κατέσφαττε τοῖς τε βωμοῖς ἐπετίθει, παντοδαποῖς ἀρώμασι σωρεύων, οἴνου τε τοῦ παλαιοτάτου καὶ καλλίστου πολλοὺς ἀμφορέας τῶν βω‐ | |
10 | μῶν προχέων, ὡς ῥεῖθρα φέρεσθαι οἴνου τε καὶ αἵμα‐ | |
5.5.9 | τος μεμιγμένου. περί τε τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παν‐ τοδαποῖς ἤχοις ὀργάνων, γύναιά τε ἐπιχώρια ἐχόρευε σὺν αὐτῷ, περιθέοντα τοῖς βωμοῖς, κύμβαλα ἢ τύμπανα μετὰ χεῖρας φέροντα· περιειστήκει δὲ πᾶσα ἡ σύγκλη‐ | |
5 | τος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. τὰ δὲ σπλάγχνα τῶν ἱερουργηθέντων τά τε ἀρώματα ἐν χρυ‐ σοῖς σκεύεσιν ὑπὲρ κεφαλῆς οὐκ οἰκέται δή τινες ἢ εὐ‐ | |
5.5.10 | τελεῖς ἄνθρωποι ἔφερον, ἀλλ’ οἵ τε ἔπαρχοι τῶν στρα‐ τοπέδων καὶ οἱ ἐν ταῖς μεγίσταις πράξεσιν, ἀνεζωσμένοι [οἱ] μὲν χιτῶνας ποδήρεις καὶ χειριδωτοὺς νόμῳ Φοινί‐ κων, ἐν μέσῳ φέροντες μίαν πορφύραν· ὑποδήμασί τε | |
5 | λίνου πεποιημένοις ἐχρῶντο, ὥσπερ οἱ κατ’ ἐκεῖνα τὰ χωρία προφητεύοντες. ἐδόκει δὲ τιμὴν μεγίστην νέμειν οἷς ἐκοινώνει τῆς ἱερουργίας. | |
5.6.1 | πλὴν καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλεί‐ στους ἀπέκτεινε τῶν ἐνδόξων τε καὶ πλουσίων, διαβλη‐ θέντας αὐτῷ ὡς ἀπαρεσκομένους καὶ σκώπτοντας αὐτοῦ τὸν βίον. ἠγάγετο δὲ γυναῖκα τὴν εὐγενεστάτην Ῥω‐ | |
5 | μαίων, ἣν Σεβαστὴν ἀναγορεύσας μετ’ ὀλίγον χρόνον ἀπεπέμψατο, ἰδιωτεύειν κελεύσας καὶ τῶν τιμῶν παρελό‐ | 148 |
5.6.2 | μενος. μετ’ ἐκείνην δὲ προσποιησάμενος ἐρᾶν, ἵνα δὴ καὶ τὰ τῶν ἀνδρῶν πράττειν δοκοίη, παρθένου τῇ Ῥω‐ μαίων Ἑστίᾳ ἱερωμένης ἁγνεύειν τε πρὸς τῶν ἱερῶν νόμων κελευομένης καὶ μέχρι τέλους τοῦ βίου παρθε‐ | |
5 | νεύεσθαι, ἀποσπάσας αὐτὴν τῆς Ἑστίας καὶ τοῦ ἱεροῦ παρθενῶνος γυναῖκα ἔθετο, ἐπιστείλας τῇ συγκλήτῳ καὶ παραμυθησάμενος ἀσέβημά τε καὶ ἁμάρτημα τηλικοῦτον, φήσας ἀνθρώπινόν τι πεπονθέναι πάθος· ἔρωτι γὰρ τῆς κόρης ἑαλωκέναι, ἁρμόζοντά τε καὶ σεβάσμιον εἶναι | |
10 | γάμον ἱερέως τε καὶ ἱερείας. πλὴν καὶ ταύτην αὖ μετ’ οὐ πολὺ ἀπεπέμψατο, τρίτην δὲ πάλιν ἠγάγετο, ἀναφέ‐ ρουσαν τὸ γένος ἐς Κόμοδον. | |
5.6.3 | ἔπαιζε δὲ γάμους οὐ μόνον ἀνθρωπείους, ἀλλὰ καὶ τῷ θεῷ, ᾧ ἱεράτευε, γυναῖκα ἐζήτει· καὶ τῆς τε Παλλά‐ δος τὸ ἄγαλμα, ὃν κρυπτὸν καὶ ἀόρατον σέβουσι Ῥωμαῖοι, ἐς τὸν ἑαυτοῦ θάλαμον μετήγαγε· καὶ μὴ κινηθὲν ἐξ | |
5 | οὗπερ ἦλθεν ἀπὸ Ἰλίου, εἰ μὴ ὅτε πυρὶ κατεφλέχθη ὁ νεώς, ἐκίνησεν οὗτος, καὶ πρὸς γάμον δὴ ἐς τὴν βασί‐ | |
5.6.4 | λειον αὐλὴν τῷ θεῷ ἀνήγαγε. φήσας δὲ ἀπαρέσκεσθαι αὐτὸν ὡς πάντα ἐν ὅπλοις καὶ πολεμικῇ θεῷ, τῆς Οὐρα‐ νίας τὸ ἄγαλμα μετεπέμψατο, σεβόντων αὐτὸ ὑπερφυῶς Καρχηδονίων τε καὶ τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων. | |
5 | φασὶ δὲ αὐτὸ Διδὼ τὴν Φοίνισσαν ἱδρύσασθαι, ὅτε δὴ τὴν ἀρχαίαν Καρχηδόνα πόλιν ἔκτισε, βύρσαν κατατε‐ μοῦσα. Λίβυες μὲν οὖν αὐτὴν Οὐρανίαν καλοῦσι, Φοί‐ νικες δὲ Ἀστροάρχην ὀνομάζουσι, σελήνην εἶναι θέλον‐ | |
5.6.5 | τες. ἁρμόζειν τοίνυν λέγων ὁ Ἀντωνῖνος γάμον ἡλίου καὶ σελήνης τό τε ἄγαλμα μετεπέμψατο καὶ πάντα τὸν ἐκεῖθεν χρυσόν, χρήματά τε πάμπλειστα τῇ θεῷ ἐς προῖκα δὴ ἐπιδοῦναι ἐκέλευσε. κομισθέν τε τὸ ἄγαλμα συνῴκισε | 149 |
5 | δὴ τῷ θεῷ, κελεύσας πάντας τοὺς κατὰ Ῥώμην καὶ Ἰτα‐ λίαν ἀνθρώπους ἑορτάζειν παντοδαπαῖς τε εὐφροσύναις καὶ εὐωχίαις χρῆσθαι δημοσίᾳ τε καὶ ἰδίᾳ ὡς δὴ γαμούν‐ των θεῶν. | |
5.6.6 | κατεσκεύασε δὲ καὶ ἐν τῷ προαστείῳ νεὼν μέγιστόν τε καὶ πολυτελέστατον, ἐς ὃν ἑκάστου ἔτους κατῆγε τὸν θεὸν ἀκμάζοντος θέρους. πανηγύρεις τε παντοδαπὰς συνεκρότει, ἱπποδρόμους τε κατασκευάσας καὶ θέατρα, | |
5 | διά τε ἡνιοχείας καὶ πάντων θεαμάτων τε καὶ ἀκροαμά‐ των πλείστων εὐωχούμενον τὸν δῆμον καὶ παννυχίζοντα εὐφραίνειν ᾤετο. τόν τε θεὸν αὐτὸν ἐπιστήσας ἅρματι χρυσῷ τε καὶ λίθοις τιμιωτάτοις πεποικιλμένῳ κατῆγεν | |
5.6.7 | ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον. τὸ δὲ ἅρμα ἦγεν ἑξάπωλον, ἵππων λευκῶν μεγίστων τε καὶ ἀσπίλων, χρυσῷ πολλῷ καὶ φαλάροις ποικίλοις κεκοσμημένων, τάς τε ἡνίας κατεῖχεν οὐδείς, οὐδὲ τοῦ ἅρματος ἄνθρωπος | |
5 | ἐπέβαινεν, αὐτῷ δὲ περιέκειντο ὡς ἡνιοχοῦντι δὴ τῷ θεῷ. ὁ δ’ Ἀντωνῖνος ἔθεε πρὸ τοῦ ἅρματος ἀναποδίζων ἐς τοὐπίσω, ἔς τε τὸν θεὸν ἀποβλέπων καὶ τοὺς χαλι‐ νοὺς ἀντέχων τῶν ἵππων· πᾶσάν τε τὴν ὁδὸν ἤνυε τρέ‐ χων ἔμπαλιν ἑαυτοῦ ἀφορῶν τε ἐς τὸ πρόσθεν τοῦ θεοῦ. | |
5.6.8 | πρός τε τὸ μὴ πταῖσαι αὐτὸν ἢ διολισθαίνειν, οὐχ ὁρῶντα ὅπου βαίνει, γῆ τε ἡ χρυσίζουσα παμπλείστη ὑπέστρωτο, οἵ τε προασπίζοντες ἑκατέρωθεν ἀντεῖχον, τῆς ἀσφαλείας τοῦ τοιούτου δρόμου προνοούμενοι. ὁ δὲ | 150 |
5 | δῆμος ἑκατέρωθεν παρέθει μετὰ παντοδαπῆς δᾳδουχίας, στεφάνους καὶ ἄνθη ἐπιρριπτοῦντες· ἀγάλματά τε πάντων θεῶν, καὶ εἴ τι πολυτελὲς ἀνάθημα 〈ἢ〉 τίμιον, ὅσα τε τῆς βασιλείας σύμβολα ἢ πολυτελῆ κειμήλια, οἵ τε ἱππεῖς | |
5.6.9 | καὶ 〈ὁ〉 στρατὸς πᾶς προεπόμπευον τοῦ θεοῦ. μετὰ δὲ τὸ καταγαγεῖν αὐτὸν καὶ ἱδρῦσαι ἐν τῷ ναῷ τάς τε προ‐ ειρημένας θυσίας καὶ πανηγύρεις ἐπετέλει, πύργους τε μεγίστους καὶ ὑψηλοτάτους κατασκευάσας, ἀνιών τε ἐπ’ | |
5 | αὐτούς, ἐρρίπτει τοῖς ὄχλοις, ἁρπάζειν πᾶσιν ἐπιτρέπων, ἐκπώματά τε χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπάς, ζῷά τε πάντα, ὅσα ἥμερα, πλὴν χοίρων· | |
5.6.10 | τούτων γὰρ ἀπείχετο Φοινίκων νόμῳ. ἐν δὴ ταῖς ἁρπα‐ γαῖς πολλοὶ διεφθείροντο, ὑπό τε ἀλλήλων πατούμενοι καὶ τοῖς δόρασι τῶν στρατιωτῶν περιπίπτοντες, ὡς τὴν ἐκείνου ἑορτὴν πολλοῖς φέρειν συμφοράν. αὐτὸς δὲ ἐβλέ‐ | |
5 | πετο πολλάκις ἡνιοχῶν ἢ ὀρχούμενος· οὐδὲ γὰρ λανθά‐ νειν ἤθελεν ἁμαρτάνων. προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθραίνων, φύσει τε πρόσω‐ πον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. | |
5.7.1 | ὁρῶσα δὲ ταῦτα ἡ Μαῖσα, ὑποπτεύουσά τε τοὺς στρα‐ τιώτας ἀπαρέσκεσθαι τῷ τοιούτῳ τοῦ βασιλέως βίῳ, καὶ δεδοικυῖα μή τι ἐκείνου παθόντος πάλιν ἰδιωτεύῃ, πείθει αὐτόν, κοῦφον ἄλλως καὶ ἄφρονα νεανίαν, | |
5 | θέσθαι υἱὸν Καίσαρά τε ἀποδεῖξαι τὸν ἑαυτοῦ μὲν ἀν‐ | |
εψιὸν ἐκείνης δὲ ἔγγονον ἐκ τῆς ἑτέρας θυγατρὸς Μα‐ | 151 | |
5.7.2 | μαίας, εἰποῦσα αὐτῷ κεχαρισμένα, ὡς ἄρα χρὴ ἐκεῖνον μὲν τῇ ἱερωσύνῃ καὶ θρησκείᾳ σχολάζειν τοῦ θεοῦ, βακχείαις καὶ ὀργίοις τοῖς τε θείοις ἔργοις ἀνακείμενον, εἶναι δὲ ἕτερον τὸν τὰ ἀνθρώπεια διοικοῦντα, ἐκείνῳ | |
5 | δὲ παρέξοντα τῆς βασιλείας τὸ ἀνενόχλητόν τε καὶ ἀμέ‐ ριμνον· μὴ δεῖν τοίνυν ξένον ζητεῖν μηδ’ ἀλλότριον, | |
5.7.3 | ἀλλὰ τῷ ἀνεψιῷ ταῦτα ἐγχειρίσαι. μετονομάζεται δὴ ὁ Ἀλεξιανός, καὶ Ἀλέξανδρος καλεῖται, παραχθέντος αὐτῷ τοῦ παππῴου ὀνόματος ἐς τὸ τοῦ Μακεδόνος ὡς πάνυ τε ἐνδόξου καὶ τιμηθέντος ὑπὸ τοῦ δοκοῦντος πατρὸς | |
5 | ἀμφοτέρων εἶναι· τὴν 〈γὰρ〉 Ἀντωνίνου τοῦ Σεβήρου παιδὸς μοιχείαν ἀμφότεραι αἱ Μαίσης θυγατέρες αὐτή τε ἡ πρεσβῦτις ἐσεμνύνετο πρὸς τὸ τοὺς στρατιώτας στέργειν τοὺς παῖδας, υἱοὺς ἐκείνου δοκοῦντας εἶναι. | |
5.7.4 | ἀποδείκνυται δὴ Καῖσαρ ὁ Ἀλέξανδρος, ὕπατός τε σὺν αὐτῷ Ἀντωνίνῳ. κατελθών τε ἐς τὴν σύγκλητον ταῦτα ἐκύρωσε, γελοιότατα ψηφισαμένων πάντων ἃ ἐκελεύοντο, πατέρα μὲν ἐκεῖνον δοκεῖν ἔτη γεγονότα περί που ἑκ‐ | |
5 | καίδεκα, τὸν Ἀλέξανδρον δὲ υἱὸν τοῦ δωδεκάτου ἐπι‐ βαίνοντα. ὡς δὲ Καῖσαρ ὁ Ἀλέξανδρος ἀπεδείχθη, ὁ Ἀντωνῖνος αὐτὸν ἐβούλετο τὰ ἑαυτοῦ παιδεύειν ἐπιτη‐ δεύματα, ὀρχεῖσθαί τε καὶ χορεύειν τῆς τε ἱερωσύνης | |
5.7.5 | κοινωνεῖν καὶ σχήμασι καὶ ἔργοις ὁμοίοις. ἡ δὲ μήτηρ αὐτὸν ἡ Μαμαία ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν βασιλεῦσιν ἔργων, διδασκάλους δὲ πάσης παιδείας λάθρᾳ μετεπέμπετο, τοῖς τε σώφροσιν αὐτὸν ἤσκει μαθήμασι, | |
5 | παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις εἴθιζε, παι‐ δείαν τε τὴν Ἑλλήνων καὶ Ῥωμαίων ἐπαίδευεν. ἐφ’ οἷς Ἀντωνῖνος πάνυ ἤσχαλλε, καὶ μετεγίνωσκε θέμενος αὐ‐ | 152 |
5.7.6 | τὸν υἱὸν καὶ κοινωνὸν τῆς ἀρχῆς. τούς τε οὖν διδασκά‐ λους αὐτοῦ πάντας ἀπεσόβει τῆς βασιλείου αὐλῆς, τινάς τε αὐτῶν τοὺς ἐνδοξοτάτους οὓς μὲν ἀπέκτεινεν οὓς δὲ ἐφυγάδευσεν, αἰτίας γελοιοτάτας ἐπιφέρων, ὡς διαφθεί‐ | |
5 | ροιεν αὐτῷ τὸν δοκοῦντα υἱόν, οὐκ ἐπιτρέποντες χορεύ‐ ειν ἢ βακχεύεσθαι, σωφρονίζοντες δὲ καὶ τὰ ἀνδρῶν διδάσκοντες. ἐς τοσοῦτον δὲ ἐξώκειλε παροινίας ὡς πάντα τὰ ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγα‐ γεῖν ἐπὶ τὰς μεγίστας τῶν βασιλικῶν πράξεων, καὶ τοῖς | |
10 | μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γε‐ γονότα καὶ δημοσίᾳ ἐν τῷ Ῥωμαίων θεάτρῳ ὀρχησάμε‐ | |
5.7.7 | νον, ὅτε ἦν νέος· πάλιν δὲ ἕτερον ὁμοίως 〈ἐκ〉 τῆς σκηνῆς βαστάσας, παιδείας τῶν νέων καὶ εὐκοσμίας τῆς τε ὑπο‐ στάσεως τῶν ἐς τὴν σύγκλητον βουλὴν ἢ τὸ ἱππικὸν τάγμα κατατασσομένων προέστησεν. ἡνιόχοις τε καὶ κω‐ | |
5 | μῳδοῖς καὶ μίμων ὑποκριταῖς τὰς μεγίστας τῶν βασι‐ λείων πίστεων ἐνεχείρισε. τοῖς δὲ δούλοις αὑτοῦ ἢ ἀπ‐ ελευθέροις, ὡς ἔτυχεν ἕκαστος ἐπ’ αἰσχρῷ τινὶ εὐδοκι‐ μήσας, τὰς ὑπατικὰς τῶν ἐθνῶν ἐξουσίας ἐνεχείρισε. | |
5.8.1 | πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάν‐ τες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο καὶ ἐδυσφόρουν· ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν | |
5 | πρόσωπον καλλωπιζόμενον περιεργότερον ἢ κατὰ γυναῖκα | |
σώφρονα, περιδεραίοις δὲ χρυσίνοις ἐσθῆσί τε ἁπαλαῖς | 153 | |
5.8.2 | ἀνάνδρως κοσμούμενον, ὀρχούμενόν τε οὕτως ὡς ὑπὸ πάντων ὁρᾶσθαι. ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους ἐν παιδὶ κοσμίως καὶ σωφρόνως ἀνατρεφομένῳ. ἐφρούρουν | |
5 | τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. ἥ τε μήτηρ Μαμαία οὔτε ποτὸν οὔτε ἐδώ‐ διμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ’ ἐκείνου πεμπομένων· ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο οὐ τοῖς βασιλικοῖς καὶ ἐν κοινῇ ὑπηρεσίᾳ τυγχάνουσιν, | |
10 | ἀλλὰ τοῖς ὑπὸ τῆς μητρὸς ἐπιλεχθεῖσι πιστοτάτοις τε | |
5.8.3 | εἶναι δοκοῦσιν. ἐδίδου δὲ καὶ χρήματα λανθάνουσα δια‐ νέμεσθαι τοῖς στρατιώταις κρύβδην, ὅπως αὐτῶν τὴν πρὸς τὸν Ἀλέξανδρον εὔνοιαν καὶ διὰ χρημάτων, ἐς ἃ μάλιστα ἀποβλέπουσιν, οἰκειώσηται. | |
5 | ταῦτα δὴ ὁ Ἀντωνῖνος πυνθανόμενος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς πάσας ἀπεῖργέ τε καὶ ἐκώλυεν ἡ κοινὴ μάμμη ἀμφοτέρων Μαῖσα, γυνὴ καὶ ἄλλως ἐντρεχὴς καὶ τῇ βασιλείῳ αὐλῇ πολλῶν ἐτῶν ἐνδιαιτηθεῖσα, ἅτε τῆς | |
10 | Σεβήρου γυναικὸς Ἰουλίας ἀδελφὴ γενομένη καὶ τὰ | |
5.8.4 | πάντα σὺν αὐτῇ ἐν τοῖς βασιλείοις διατρίψασα. οὐδὲν οὖν αὐτὴν ἐλάνθανε τῶν ὑπὸ τοῦ Ἀντωνίνου βουλευο‐ μένων, φύσει τε χαύνου τὸν τρόπον ὄντος, καὶ ἀφειδῶς πάντα καὶ φανερῶς ἃ ἐβουλεύετο λέγοντος καὶ πράττον‐ | |
5 | τος. ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προεχώρει, παρα‐ λῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα, καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις | |
5.8.5 | Ἀλέξανδρος ἔτι ἑωρᾶτο. οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτόν, καὶ ἠγανάκτουν ὅτι δὴ τῆς ἀρχῆς παραλυθείη. δι‐ εσκέδασε δὲ ὁ Ἀντωνῖνος καὶ φήμην ὡς τοῦ Ἀλεξάνδρου τεθνήξεσθαι μέλλοντος, ἐποιεῖτό τε ἀπόπειραν ὄπως οἴ‐ | 154 |
5 | σουσιν οἱ στρατιῶται τὸ θρυλούμενον. οἳ δ’ ἐπεὶ μήτε τὸν παῖδα ἔβλεπον ὑπό τε τῆς φήμης τὰς ψυχὰς ἐτρώ‐ θησαν, ἀγανακτήσαντες οὔτε τὴν συνήθη φρουρὰν ἔπεμψαν τῷ Ἀντωνίνῳ, κατακλείσαντές τε αὑτοὺς ἐν τῷ στρατοπέδῳ τὸν Ἀλέξανδρον ἐν 〈τῷ〉 ἱερῷ ἠξίουν ἰδεῖν. | |
5.8.6 | ὁ δ’ Ἀντωνῖνος ἐν δέει πολλῷ γενόμενος, παραλαβὼν τὸν Ἀλέξανδρον, συγκαθεσθεὶς αὐτῷ ἐν τῷ βασιλικῷ φορείῳ, ὅπερ διὰ χρυσοῦ πολλοῦ καὶ λίθων τιμίων πεποίκιλτο, κατῆλθεν ἐς τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάν‐ | |
5 | δρῳ. ὡς δὲ ἀνοίξαντες τὰς πύλας ἐδέξαντο αὐτοὺς ἔς τε τὸν νεὼν τοῦ στρατοπέδου ἤγαγον, τὸν μὲν Ἀλέξανδρον ὑπερφυῶς ἠσπάζοντό τε καὶ εὐφήμουν, τῷ δὲ Ἀντωνίνῳ | |
5.8.7 | ἀμελέστερον προσεφέροντο. ἐφ’ οἷς ἐκεῖνος ἀγανακτῶν, καὶ διανυκτερεύσας ἐν τῷ ἱερῷ τοῦ στρατοπέδου, πάνυ ἤσχαλλε καὶ τοῖς στρατιώταις ὠργίζετο· ἐκέλευέ τε τοὺς παρασήμως καὶ ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημήσαν‐ | |
5 | τας, τοὺς δὲ αἰτίους δῆθεν στάσεως καὶ θορύβου, συλ‐ | |
5.8.8 | λαμβάνεσθαι πρὸς τιμωρίαν. οἱ δὲ στρατιῶται ἐπὶ τού‐ τῳ ἀγανακτήσαντες, ἄλλως μὲν μισοῦντες τὸν Ἀντωνῖνον καὶ ἀποσκευάσασθαι θέλοντες ἀσχημονοῦντα βασιλέα, τότε δὲ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγού‐ | |
5 | μενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζον‐ τες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαι‐ μίδα (παρῆν γὰρ ὡς Σεβαστή τε καὶ μήτηρ) ἀναιροῦσι, | |
τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημά‐ | 155 | |
5.8.9 | των. τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς Σοαιμί‐ δος παρέδοσαν σύρειν τε καὶ ἐνυβρίζειν τοῖς βουλομέ‐ νοις· ἅπερ ἐπὶ πολὺ διὰ πάσης τῆς πόλεως συρέντα τε καὶ λωβηθέντα ἐς τοὺς ὀχετοὺς ἀπερρίφθη τοὺς ἐς τὸν | |
5 | Θύβριν ποταμὸν ῥέοντας. | |
5.8.10 | Ἀντωνῖνος μὲν οὖν ἐς ἕκτον ἔτος ἐλάσας τῆς βασιλείας καὶ χρησάμενος τῷ προειρημένῳ βίῳ, οὕτως ἅμα τῇ μητρὶ κατέστρεψεν· οἱ δὲ στρατιῶται αὐτοκράτορα τὸν Ἀλέξανδρον ἀναγορεύσαντες ἐς τὰ βασίλεια ἀνήγαγον, | |
5 | κομιδῇ νέον καὶ πάνυ ὑπὸ τῇ μητρὶ καὶ τῇ μάμμῃ παιδ‐ αγωγούμενον. | |
6 | ||
6.1.1 | Ὁποίῳ μὲν δὴ τέλει ὁ νέος Ἀντωνῖνος ἐχρήσατο, ἐν τοῖς προειρημένοις δεδήλωται· παραλαβόντος δὲ τὴν ἀρχὴν Ἀλεξάνδρου τὸ 〈μὲν〉 σχῆμα καὶ τὸ ὄνομα τῆς βασιλείας ἐκείνῳ περιέκειτο, ἡ μέντοι διοίκησις τῶν | |
5 | πραγμάτων καὶ ἡ τῆς ἀρχῆς οἰκονομία ὑπὸ ταῖς γυναιξὶ διῳκεῖτο, ἐπί τε τὸ σωφρονέστερον καὶ σεμνότερον πάντα | |
6.1.2 | μετάγειν ἐπειρῶντο. καὶ πρῶτον μὲν τῆς συγκλήτου βουλῆς τοὺς δοκοῦντας καὶ ἡλικίᾳ σεμνοτάτους καὶ βίῳ σωφρονεστάτους ἑκκαίδεκα ἐπελέξαντο συνέδρους εἶναι καὶ συμβούλους τοῦ βασιλέως· οὐδέ τι ἐλέγετο ἢ ἐπράτ‐ | |
5 | τετο, εἰ μὴ κἀκεῖνοι αὐτὸ ἐπικρίναντες σύμψηφοι ἐγέ‐ νοντο. ἤρεσκέ τε τῷ δήμῳ καὶ τοῖς στρατοπέδοις, ἀλλὰ καὶ τῇ συγκλήτῳ βουλῇ, τὸ σχῆμα τῆς βασιλείας ἐκ τυ‐ ραννίδος ἐφυβρίστου ἐς ἀριστοκρατίας τύπον μετα‐ | |
χθείσης. | 156 | |
6.1.3 | πρῶτον μὲν οὖν τὰ ἀγάλματα τῶν θεῶν, ἅπερ ἔτυχεν ἐκεῖνος κινήσας καὶ μεταγαγών, ἔπεμψαν ἐς τοὺς ἰδίους καὶ ἀρχαίους ναούς τε καὶ σηκούς· τούς τε ὑπ’ ἐκείνου ἀλόγως, ἢ ἐφ’ οἷς εὐδοκιμήκεσαν ἁμαρτήμασιν, ἐς τιμὰς | |
5 | καὶ ἐξουσίας προαχθέντας τῶν δοθέντων ἀφείλοντο, ἑκάστους κελεύσαντες ἐς τὴν προτέραν αὑτῶν ἐπανιέναι | |
6.1.4 | τῆς ἀξίας αἵρεσιν. τάς τε πράξεις ἁπάσας καὶ τὰς διοι‐ κήσεις, τὰς μὲν πολιτικὰς καὶ ἀγοραίους ἐνεχείρισαν τοῖς ἐπὶ λόγοις εὐδοκιμωτάτοις καὶ νόμων ἐμπείροις, τὰς δὲ στρατιωτικὰς τοῖς ἐξετασθεῖσί τε καὶ εὐδοκιμή‐ | |
5 | σασιν ἐν εὐτάκτοις τε καὶ πολεμικαῖς πράξεσιν. ἐπὶ πολὺ δ’ οὕτω τῆς ἀρχῆς διοικουμένης, ἡ μὲν Μαῖσα πρεσβῦτις ἤδη οὖσα ἀνεπαύσατο τοῦ βίου, ἔτυχέ τε βασιλικῶν τιμῶν, καὶ ὡς νομίζουσι Ῥωμαῖοι, ἐξεθει‐ | |
6.1.5 | άσθη· ἡ δὲ Μαμαία μόνη τῷ παιδὶ καταλειφθεῖσα ὁμοίως αὐτοῦ ἄρχειν τε καὶ κρατεῖν ἐπειρᾶτο. ἤδη τε ὁρῶσα ἐν ἀκμῇ τὸν νεανίαν γενόμενον, καὶ δεδοικυῖα μὴ ἄρα ἡλικία ἀκμάζουσα ὑπηρετούσης ἀδείας τε καὶ ἐξουσίας | |
5 | ἔς τι τῶν γενικῶν ἁμαρτημάτων ἐξοκείλῃ, πανταχόθεν ἐφρούρει τὴν αὐλήν, οὐδέ τινα εἴα προσιέναι τῷ μειρα‐ κίῳ τῶν ἐπὶ φαύλῳ βίῳ διαβεβλημένων, μή πως τὸ ἦθος διαφθαρείη, προκαλεσαμένων αὐτοῦ τῶν κολάκων τὰς | |
6.1.6 | ὀρέξεις ἀκμαζούσας ἐς αἰσχρὰς ἐπιθυμίας. δικάζειν [τε] οὖν αὐτὸν ἔπειθε συνεχέστατα καὶ ἐπὶ πλεῖστον τῆς ἡμέρας, ὡς ἂν ἀσχολούμενος περὶ τὰ κρείττονα καὶ τῇ βασιλείᾳ ἀναγκαῖα μὴ ἔχοι καιρὸν ἐς τὸ ἐπιτηδεύειν τι | |
5 | τῶν ἁμαρτημάτων. ὑπῆρχε δέ τι καὶ φυσικὸν ἦθος | |
πρᾶον καὶ ἥμερον τῷ Ἀλεξάνδρῳ ἔς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές, ὡς ἐδήλωσε καὶ τῆς ἡλικίας προχωρού‐ | 157 | |
6.1.7 | σης. ἐς τεσσαρεσκαιδέκατον γοῦν ἐλάσας τῆς βασιλείας ἔτος ἀναιμωτὶ ἦρξεν, οὐδέ τις εἰπεῖν ἔχει ὑπ’ ἐκείνου φονευθέντα. καίτοι τινῶν μεγίσταις αἰτίαις ὑποπεσόν‐ των, ὅμως ἐφείσατο ὡς μὴ φονεῦσαι, οὐ ῥᾳδίως τοῦτο | |
5 | ἄλλου βασιλέως τῶν καθ’ ἡμᾶς ποιήσαντος ἢ παραφυ‐ λάξαντος μετὰ τὴν Μάρκου ἀρχήν. ὑπ’ Ἀλεξάνδρου δ’ οὐκ ἄν τις εἰπεῖν ἔχοι ἢ μνημονεῦσαι ἐν ἔτεσι τοσούτοις ἀκρίτως φονευθέντα. | |
6.1.8 | ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ περὶ τοῦτο ὑπερφυῶς ἐσπουδακυῖαν. προσποιουμένη γὰρ ἀθροίζειν αὐτὰ ἵνα ἔχοι τοῖς στρατιώταις ἀφθόνως καὶ ῥᾳδίως ὁ Ἀλέξαν‐ | |
5 | δρος χαρίζεσθαι, ἰδίᾳ ἐθησαύριζε· καὶ διέβαλλεν ἔσθ’ ὅπῃ τοῦτο τὴν ἀρχήν, αὐτοῦ ἄκοντός τε καὶ ἀσχάλλον‐ τος οὐσίας τινῶν καὶ κληρονομίας ἐξ ἐπηρείας ὑφαρπα‐ σάσης ἐκείνης. | |
6.1.9 | ἠγάγετο δ’ αὐτῷ καὶ γυναῖκα τῶν εὐπατριδῶν, ἣν συνοικοῦσαν καὶ ἀγαπωμένην μετὰ ταῦτα τῶν βασιλείων ἐδίωξεν· ἐνυβρίζουσά τε καὶ βασίλισσα εἶναι μόνη θέ‐ λουσα, φθονοῦσά τε τῆς προσηγορίας ἐκείνῃ, ἐς τοσοῦ‐ | |
5 | τον προεχώρησεν ὕβρεως ὡς τὸν πατέρα τῆς κόρης, καίτοι ὑπ’ Ἀλεξάνδρου γαμβροῦ ὄντος πάνυ τιμώμενον, μὴ φέροντα τὴν Μαμαίαν ἐνυβρίζουσαν αὑτῷ τε καὶ τῇ θυγατρὶ αὑτοῦ, φυγεῖν ἐς τὸ στρατόπεδον, τῷ μὲν Ἀλεξ‐ άνδρῳ χάριν εἰδότα ἐφ’ οἷς ἐτιμᾶτο, τὴν δὲ Μαμαίαν | |
6.1.10 | αἰτιώμενον ἐφ’ οἷς ὑβρίζετο. ἐκείνη δὲ ἀγανακτήσασα αὐτόν τε ἀναιρεθῆναι ἐκέλευσε, καὶ τὴν κόρην ἐκβλη‐ θεῖσαν τῶν βασιλείων ἐς Λιβύην ἐφυγάδευσε. ταῦτα δὲ | |
ἐπράττετο ἄκοντός τε καὶ ἀναγκαζομένου τοῦ Ἀλεξάν‐ | 158 | |
5 | δρου· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντως ἡ μήτηρ, καὶ πᾶν τὸ κελευόμενον ἐκεῖνος ἐποίει. τοῦτο δ’ ἄν τις μόνον ἔσχεν ἐγκαλέσαι αὐτῷ, ὅτι δὴ ὑπὸ περιττῆς πραότητος καὶ αἰδοῦς πλείονος ἢ ἐχρῆν τῇ μητρί, ἐν οἷς ἀπηρέσκετο, ὅμως ἐπείθετο. | |
6.2.1 | ἐτῶν μὲν οὖν τρισκαίδεκα οὕτως, ὅσον ἐπ’ αὐτῷ, τὴν βασιλείαν ἀμέμπτως διῴκησε· τῷ δὲ τεσσαρεσκαιδεκάτῳ ἔτει αἰφνιδίως ἐκομίσθη γράμματα τῶν κατὰ Συρίαν τε καὶ Μεσοποταμίαν ἡγεμόνων, δηλοῦντα ὅτι Ἀρταξά‐ | |
5 | ρης ὁ Περσῶν βασιλεὺς μετὰ τὸ Παρθυαίους καθελεῖν καὶ τῆς κατὰ τὴν ἀνατολὴν ἀρχῆς παραλῦσαι, Ἀρτάβανόν τε τὸν πρότερον καλούμενον [τὸν] μέγαν βασιλέα καὶ δυσὶ διαδήμασι χρώμενον ἀποκτεῖναι, πάντα τε τὰ περί‐ οικα βάρβαρα χειρώσασθαι καὶ ἐς φόρου συντέλειαν | |
10 | ὑπαγαγέσθαι, οὐχ ἡσυχάζει οὐδ’ ἐντὸς Τίγριδος ποταμοῦ μένει, ἀλλὰ τὰς ὄχθας ὑπερβαίνων καὶ τοὺς τῆς Ῥω‐ μαίων ἀρχῆς ὅρους Μεσοποταμίαν τε κατατρέχει καὶ Σύροις ἀπειλεῖ, πᾶσάν τε τὴν ἀντικειμένην ἤπειρον | |
6.2.2 | Εὐρώπῃ καὶ διαιρουμένην Αἰγαίῳ τε καὶ τῷ πορθμῷ τῆς Προποντίδος, Ἀσίαν τε πᾶσαν καλουμένην προγονι‐ κὸν κτῆμα ἡγούμενος τῇ Περσῶν ἀρχῇ ἀνακτήσασθαι βούλεται, φάσκων ἀπὸ Κύρου τοῦ πρώτου τὴν ἀρχὴν | |
5 | ἐκ Μήδων ἐς Πέρσας μεταστήσαντος μέχρι Δαρείου τοῦ τελευταίου Περσῶν βασιλέως, οὗ τὴν ἀρχὴν Ἀλέξανδρος ὁ Μακεδὼν καθεῖλε, πάντα μέχρις Ἰωνίας καὶ Καρίας ὑπὸ σατράπαις Περσικοῖς διῳκῆσθαι· προσήκειν οὖν αὐτῷ Πέρσαις ἀνανεώσασθαι πᾶσαν ὁλόκληρον, ἣν πρό‐ | |
10 | τερον ἔσχον, ἀρχήν. | 159 |
6.2.3 | τοιαῦτα τοίνυν δηλωσάντων καὶ ἐπιστειλάντων τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἡγεμόνων, πρὸς τὴν αἰφνίδιον καὶ παρ’ ἐλπίδα κομισθεῖσαν ἀγγελίαν οὐ μετρίως ὁ Ἀλέξ‐ ανδρος ἐταράχθη, καὶ μάλιστα εἰρήνῃ ἐκ παίδων ἐντρα‐ | |
5 | φεὶς καὶ τῇ κατὰ τὴν πόλιν ἀεὶ σχολάσας τρυφῇ. τὰ μὲν οὖν πρῶτα ἔδοξεν αὐτῷ κοινωσαμένῳ τοῖς φίλοις πρεσβείαν πέμψαι καὶ διὰ γραμμάτων κωλῦσαι τὴν ὁρ‐ | |
6.2.4 | μὴν καὶ ἐλπίδα τοῦ βαρβάρου. ἔλεγε δὲ τὰ γράμματα δεῖν μένειν τε αὐτὸν ἐν τοῖς τῶν ἰδίων ὅροις καὶ μὴ καινοτομεῖν μηδὲ ματαίαις αἰωρούμενον ἐλπίσι μέγαν ἐγείρειν πόλεμον, ἀγαπητῶς τε ἔχειν ἕκαστον τὰ αὑτοῦ· | |
5 | μηδὲ γὰρ ὁμοίαν ἔσεσθαι μάχην αὐτῷ πρὸς Ῥωμαίους οἵαν σχεῖν πρὸς τοὺς γειτνιῶντας καὶ ὁμοφύλους βαρ‐ βάρους. ὑπεμίμνησκε δὲ τὰ γράμματα τῶν τε τοῦ Σεβα‐ στοῦ καὶ τῶν Τραϊανοῦ Λουκίου τε καὶ Σεβήρου κατ’ αὐτῶν τροπαίων. τοιαῦτα μὲν δή τινα ὁ Ἀλέξανδρος | |
10 | ἐπιστείλας ᾤετο πείσειν ἢ φοβήσειν ἐς τὸ ἡσυχάζειν τὸν | |
6.2.5 | βάρβαρον· ὃ δ’ οὐδέν τι φροντίζων τῶν ἐπεσταλμένων, ὅπλοις ἀλλ’ οὐ λόγοις οἰόμενος δεῖν τὰ πράγματα διοι‐ κεῖσθαι, ἐνέκειτο ἄγων καὶ φέρων τὰ Ῥωμαίων ἅπαντα, κατατρέχων τε καὶ καθιππεύων Μεσοποταμίαν λείας τε | |
5 | ἀπήλαυνε, καὶ τὰ ἐπικείμενα στρατόπεδα ταῖς ὄχθαις τῶν ποταμῶν προασπίζοντά τε τῆς Ῥωμαίων ἀρχῆς ἐπο‐ λιόρκει. φύσει δ’ ὢν ἀλαζών, καὶ ταῖς παρ’ ἐλπίδας εὐπραγίαις ἐπαιρόμενος, πάντα ῥᾳδίως χειρώσασθαι | |
6.2.6 | προσεδόκα. ἦν δὲ αὐτὸν τὰ ἀναπείθοντα οὐ μικρὰ ἐς ἐπιθυμίαν ἀρχῆς μείζονος. πρῶτος γὰρ Περσῶν ἐτόλ‐ | |
μησε τῇ Παρθυαίων ἀρχῇ ἐπιθέσθαι Πέρσαις τε τὴν βασιλείαν ἀνανεώσασθαι. μετὰ γὰρ Δαρεῖον τὸν ὑπ’ | 160 | |
5 | Ἀλεξάνδρου τοῦ Μακεδόνος τῆς ἀρχῆς παραλυθέντα, παμπλείστοις ἐν ἔτεσι Μακεδόνες μὲν καὶ Ἀλεξάνδρου διάδοχοι τῶν ὑπὸ ταῖς ἀνατολαῖς ἐθνῶν καὶ κατ’ Ἀσίαν | |
6.2.7 | ἅπασαν, νειμάμενοι κατὰ χώρας, ἐβασίλευσαν. ἐκείνων δὲ πρὸς ἀλλήλους διαφερομένων, πολέμοις τε συνεχέσι τῆς Μακεδόνων δυνάμεως ἐξασθενούσης, πρῶτος Ἀρσά‐ κης λέγεται, τὸ γένος Παρθυαῖος, ἀναπεῖσαι τοὺς ἐπέ‐ | |
5 | κεινα βαρβάρους ἀποστῆναι Μακεδόνων· περιθέμενός τε τὸ διάδημα ἑκόντων Παρθυαίων καὶ τῶν προσχώρων βαρβάρων αὐτός τε ἐβασίλευσε, καὶ τοῖς ἐξ ἐκείνου τοῦ γένους ἐπὶ πλεῖστον παρέμενεν ἡ ἀρχή, μέχρις Ἀρταβά‐ νου τοῦ καθ’ ἡμᾶς γενομένου, ὃν Ἀρταξάρης ἀποκτεί‐ | |
10 | νας Πέρσαις τὴν ἀρχὴν ἀνεκτήσατο, τά τε γειτνιῶντα ἔθνη βάρβαρα χειρωσάμενος ῥᾳδίως ἤδη καὶ τῇ Ῥωμαίων ἀρχῇ ἐπεβούλευσεν. | |
6.3.1 | ὡς δὲ τῷ Ἀλεξάνδρῳ ἐδηλώθη διατρίβοντι ἐν τῇ Ῥώμῃ τὰ κατὰ τὰς ἀνατολὰς ὑπὸ τοῦ βαρβάρου τολμώμενα, οὐκ ἀνασχετὰ ἡγούμενος, καλούντων δὲ αὐτὸν καὶ τῶν ἐκεῖσε ἡγεμόνων, ἀσχάλλων μὲν καὶ παρὰ γνώμην, ὅμως | |
5 | δ’ ἔσχε περὶ ἔξοδον. ἔκ τε οὖν αὐτῆς Ἰταλίας καὶ τῶν ὑπὸ Ῥωμαίοις πάντων ἐθνῶν λογάδες ἐς τὴν στρατιὰν ἠθροίζοντο, ὅσοι σώματος εὐεξίᾳ καὶ ἡλικίας ἀκμῇ ἐς | |
6.3.2 | μάχην ἐπιτήδειοι ἐνομίζοντο. κίνησίς τε μεγίστη πάσης τῆς ὑπὸ Ῥωμαίοις ἐγένετο, δυνάμεως ἰσορρόπου ἀθροι‐ ζομένης πρὸς τὸ ἀγγελλόμενον τῶν ἐπιτρεχόντων βαρ‐ | |
βάρων πλῆθος. ὁ δὲ Ἀλέξανδρος ἀθροίσας τοὺς ἐν Ῥώμῃ | 161 | |
5 | στρατιώτας, συνελθεῖν τε πάντας κελεύσας ἐς τὸ σύν‐ ηθες πεδίον, ἐπὶ βήματος ἀνελθὼν ἔλεξε τοιάδε. | |
6.3.3 | „ἐβουλόμην μέν, ἄνδρες συστρατιῶται, τοὺς συνήθεις πρὸς ὑμᾶς ποιεῖσθαι λόγους, δι’ ὧν αὐτός τε ἐκοσμού‐ μην δημηγορῶν ὑμᾶς τε ἀκούοντας εὔφραινον· εἰρήνης γὰρ πολυετοῦς ἀπολαύσαντες εἴ τι καινὸν νῦν ἀκούοιτε, | |
6.3.4 | ἴσως ἂν ὡς παρ’ ἐλπίδα λεχθέντι ἐκπλαγείητε. χρὴ δ’ ἄνδρας γενναίους τε καὶ σώφρονας εὔχεσθαι μὲν ὑπάρ‐ χειν τὰ βέλτιστα, φέρειν δὲ τὰ προσπίπτοντα· τῶν μὲν γὰρ δι’ ἡδονῆς πραττομένων ἡ ἀπόλαυσις γλυκεῖα, τῶν | |
5 | δ’ ἐξ ἀνάγκης κατορθουμένων ἔνδοξος ἡ ἀνδρεία. καὶ τὸ μὲν ἄρχειν ἀδίκων ἔργων οὐκ εὐγνώμονα ἔχει τὴν πρόκλησιν, τὸ δὲ τοὺς 〈ἐν〉οχλοῦντας ἀποσείεσθαι ἐκ τε τῆς ἀγαθῆς συνειδήσεως ἔχει τὸ θαρραλέον, καὶ ἐκ τοῦ | |
6.3.5 | μὴ ἀδικεῖν ἀλλ’ ἀμύνεσθαι ὑπάρχει τὸ εὔελπι. Ἀρτα‐ ξάρης ἀνὴρ Πέρσης, τὸν ἑαυτοῦ δεσπότην Ἀρτάβανον ἀποκτείνας τήν τε ἀρχὴν ἐς Πέρσας μεταστήσας, ἀλλὰ καὶ τῶν ἡμετέρων ὅπλων καταθαρρήσας καὶ τῆς Ῥω‐ | |
5 | μαίων δόξης καταφρονήσας, πειρᾶται κατατρέχειν καὶ λυμαίνεσθαι τὰ τῆς ἡμετέρας ἀρχῆς κτήματα. τοῦτον ἐπειράθην τὸ μὲν πρῶτον γράμμασι καὶ πειθοῖ παῦσαι τῆς ἀπλήστου μανίας καὶ τῆς ἀλλοτρίων ἐπιθυμίας· ὃ δὲ βαρβάρῳ φερόμενος ἀλαξονείᾳ οὔτε μένειν οἴκοι βού‐ | |
10 | λεται, προκαλεῖταί τε ἡμᾶς ἐς μάχην. μὴ δὴ μέλλωμεν | |
6.3.6 | μηδὲ ὀκνῶμεν, ἀλλ’ οἱ μὲν πρεσβύτεροι ὑμῶν ὑπομνή‐ σατε ἑαυτοὺς τροπαίων ἃ μετὰ Σεβήρου καὶ Ἀντωνίνου τοῦ ἐμοῦ πατρὸς ἠγείρατε πολλάκις κατὰ βαρβάρων, οἱ δ’ | |
ἐν ἀκμῇ ὄντες δόξης καὶ κλέους ἐπιθυμήσαντες δείξατε ὅτι | 162 | |
5 | ἄρα καὶ εἰρήνην ἄγειν πράως καὶ μετ’ αἰδοῦς ἐπίστασθε καὶ τὰ πολεμικὰ τῆς χρείας ἀπαιτούσης γενναίως κατορ‐ | |
6.3.7 | θοῦτε. τὸ δὲ βάρβαρον πρὸς μὲν τὰ ὑπείκοντα καὶ ὀκνοῦντα θρασύνεται, τῷ δ’ ἀντιπίπτοντι οὐκέθ’ ὁμοίως ἀντέχει, ἐπεὶ μὴ ἐκ συστάσεως αὐτοῖς ἡ μάχη κατὰ τῶν ἀντιπάλων ὑπισχνεῖται τὸ εὔελπι, ἀλλ’ ἐξ ἐπιδρομῆς ἢ | |
5 | φυγῆς κερδαίνειν νομίζουσιν ὅπερ ἂν σχῶσι δι’ ἁρπα‐ γῆς. ἡμῖν δὲ καὶ τὸ εὔτακτον ἅμα τῷ κοσμίῳ ὑπάρχει, καὶ νικᾶν αὐτοὺς ἀεὶ δεδιδάγμεθα.“ | |
6.4.1 | τοιαῦτά τινα εἰπόντα τὸν Ἀλέξανδρον πᾶς ὁ στρατὸς ἀνευφήμησε, προθυμίαν τε πᾶσαν ἐς τὸ πολεμεῖν ὑπ‐ ισχνεῖτο. ὃ δ’ ἐπιδοὺς αὐτοῖς χρήματα μεγαλοφρόνως, εὐτρεπίζεσθαι τὰ πρὸς τὴν ἔξοδον ἐκέλευσε. κατελθών | |
5 | τε ἐς τὴν σύγκλητον βουλήν, καὶ τοῖς προειρημένοις | |
6.4.2 | ὅμοια διαλεχθείς, ἐπήγγειλε τὴν ἔξοδον. καταλαβούσης δὲ τῆς ὡρισμένης ἡμέρας θύσας τε τὰς ἐπὶ ταῖς ἐξόδοις νενομισμένας ἱερουργίας, παραπεμφθείς τε ὑπὸ τῆς συγκλήτου καὶ παντὸς τοῦ δήμου, τῆς Ῥώμης ἀπῆρεν, | |
5 | ἐπιστρεφόμενος ἀεὶ πρὸς τὴν πόλιν καὶ δακρύων. ἀλλ’ οὐδὲ τῶν δημοτῶν ἦν τις ὃς ἀδακρυτὶ παρέπεμπεν αὐ‐ τόν· πόθον γὰρ ἑαυτοῦ τῷ πλήθει ἐμπεποιήκει ἀνατρα‐ φείς τε ὑπ’ αὐτοῖς καὶ μετρίως ἄρξας τοσούτων ἐτῶν. | |
6.4.3 | μετὰ πολλῆς δὲ σπουδῆς ποιησάμενος τὴν πορείαν, τά τε Ἰλλυρικὰ ἔθνη καὶ στρατόπεδα ἐπελθών, πλείστην τε δύναμιν κἀκεῖθεν ἀθροίσας, ἐς Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ δὲ γενόμενος τὰ πρὸς τὸν πόλεμον ἐξήρτυε, γυμνά‐ | |
5 | ζων τε τοὺς στρατιώτας καὶ τὰ πολεμικὰ ἀσκῶν. | |
6.4.4 | ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι· ἤλπιζε γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. ὁ δὲ βάρ‐ βαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν | 163 |
5 | ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι καὶ χρυσῷ κεκοσμη‐ μένους ἵππων τε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥω‐ | |
6.4.5 | μαίους τῇ τε ὄψει καὶ τῷ σχήματι τῶν Περσῶν. ἔλεγε δ’ ἡ πρεσβεία ὅτι [δὴ] κελεύει μέγας βασιλεὺς Ἀρταξά‐ ρης ἀφίστασθαι Ῥωμαίους τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε πάσης Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, | |
5 | ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται· εἶναι γὰρ | |
6.4.6 | αὐτὰ Περσῶν προγονικὰ κτήματα. τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει ὁ Ἀλέξ‐ ανδρος τοὺς τετρακοσίους συλληφθῆναι, καὶ παρελό‐ μενος πάσης τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέ‐ | |
5 | πεμψε, δοὺς κώμας τε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύ‐ την αὐτοῖς ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν· ἀποκτεῖναι γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν δεσπότου ἀγγείλαντας. | |
6.4.7 | τούτων δὴ οὕτως πραττομένων, παρασκευαζομένου τε τοῦ Ἀλεξάνδρου καὶ διαβῆναι τοὺς ποταμοὺς ἔς τε τὴν βάρβαρον γῆν τὸν στρατὸν διαγαγεῖν, ἐγένοντό τινες καὶ ἀποστάσεις στρατιωτῶν, ἀπό τε Αἰγύπτου ἐληλυθό‐ | |
5 | των, ἀλλὰ μὴν καὶ τῶν κατὰ Συρίαν, καινοτομῆσαί τινα ἐπιχειρησάντων περὶ τὴν βασιλείαν· οἳ ταχέως φωρα‐ | |
θέντες ἐκολάσθησαν. ἀλλὰ καί τινα τῶν στρατοπέδων μετέστησεν ὁ Ἀλέξανδρος ἐς ἕτερα χωρία, ἐπιτηδειότερα δοκοῦντα εἶναι πρὸς τὸ κωλύειν τὰς τῶν βαρβάρων ἐπι‐ | 164 | |
10 | δρομάς. | |
6.5.1 | τούτων δὴ αὐτῷ διοικηθέντων, τῆς τε στρατιᾶς παμ‐ πληθοῦς συνειλεγμένης, ὅτε δὴ ἀντίπαλα καὶ ἰσόρροπα ᾠήθη εἶναι τὰ ἑαυτοῦ στρατεύματα τῷ πλήθει τῶν βαρ‐ βάρων, σκεψάμενος σὺν τοῖς φίλοις ἔνειμε τὸ στρατιω‐ | |
5 | τικὸν ἐς τρεῖς μοίρας, καὶ τὴν μὲν μίαν ἐκέλευσε πρὸς τὰ ἀρκτῷα μέρη ἀφορῶσαν, δι’ Ἀρμενίας ἐπελθοῦσαν φιλίου Ῥωμαίοις δοκούσης, κατατρέχειν τὴν Μήδων χώ‐ | |
6.5.2 | ραν· τὴν δὲ ἑτέραν ἔπεμψε πρὸς τὰ ἑῷα μέρη τῆς βαρ‐ βάρου γῆς βλέπουσαν, ἔνθα συρρέοντας τὸν Τίγρητα καὶ τὸν Εὐφράτην ἕλη πυκνότατα ὑποδέχεσθαι λέγουσι καὶ λανθάνειν ποταμῶν ἐκείνων μόνων διὰ τοῦτο τὰς | |
5 | ἐκβολάς· τὴν δὲ τρίτην μοῖραν καὶ γενναιοτάτην τοῦ στρατοῦ αὐτὸς ἔχων ὑπέσχετο ἐπάξειν τοῖς βαρβάροις κατὰ μέσην τὴν πορείαν. οὕτω γὰρ ᾤετο διαφόροις ἐφ‐ όδοις ἀφυλάκτως τε καὶ ἀπροόπτως αὐτοῖς ἐπελεύσεσθαι, καὶ τὸ πλῆθος τῶν Περσῶν ἀεὶ πρὸς τοὺς ἐπιόντας δι‐ | |
10 | αιρούμενον ἀσθενέστερόν τε ἔσεσθαι καὶ ἀτακτότερον | |
6.5.3 | μαχεῖσθαι. οὐ γὰρ δὴ μισθοφόροις χρῶνται στρατιώταις οἱ βάρβαροι ὥσπερ Ῥωμαῖοι, οὐδὲ στρατόπεδα ἔχουσι συνεστῶτα καὶ μένοντα, πολέμου τέχναις ἐγγεγυμνα‐ σμένα· ἀλλὰ πᾶν τὸ πλῆθος τῶν ἀνδρῶν, ἔσθ’ ὅπῃ καὶ | |
5 | τῶν γυναικῶν, ἐπὰν κελεύσῃ βασιλεύς, ἀθροίζεται. δια‐ λυθέντος δὲ τοῦ πολέμου ἕκαστος ἐς τὰ ἑαυτοῦ ἐπανέρ‐ χεται, τοσοῦτον ἀποκερδήσας ὅσα ἂν ἐξ ἁρπαγῆς αὐτῷ | |
6.5.4 | περιγένηται. τόξοις τε καὶ ἵπποις οὐκ ἐς τὸ πολεμεῖν μόνον χρῶνται ὥσπερ Ῥωμαῖοι, ἀλλ’ ἐκ παίδων σὺν αὐ‐ τοῖς ἀναστρέφονται καὶ θηρῶντες διαιτῶνται, οὔτε τὰς φαρέτρας ποτὲ ἀποτιθέμενοι οὔτε τῶν ἵππων ἀποβαί‐ | 165 |
5 | νοντες, ἀεὶ δὲ αὐτοῖς χρώμενοι ἢ κατὰ πολεμίων ἢ κατὰ θηρίων. Ἀλέξανδρος μὲν οὖν, ὡς ᾤετο, ἄριστα βεβούλευτο· | |
6.5.5 | ἔσφηλε δὲ αὐτοῦ τὴν γνώμην ἡ τύχη. τὸ μὲν γὰρ πεμ‐ φθὲν δι’ Ἀρμενίας στρατιωτικόν, μόλις καὶ χαλεπῶς ὑπερβαλὸν τὰ τῆς χώρας ὄρη τραχύτατά τε ὄντα καὶ κρημνωδέστατα (πλὴν ἔτι θέρους ὄντος ἀνεκτὴν εἶχε τὴν | |
5 | πορείαν), ἐμβαλὸν ἐς τὴν Μήδων χώραν ἐπόρθει τε αὐ‐ τὴν καὶ πολλὰς ἐνέπρησε κώμας λείαν τε ἀπήγαγεν. ὁ δὲ Πέρσης μαθὼν ἐπήμυνε κατὰ δύναμιν, ἀπείργειν δὲ τοὺς | |
6.5.6 | Ῥωμαίους οὐ πάνυ τι ἐδύνατο· τραχεῖα γὰρ οὖσα ἡ χώρα τοῖς μὲν πεζοῖς καὶ τὴν βάσιν εὐπαγῆ καὶ τὴν πο‐ ρείαν εὐμαρῆ παρεῖχεν, ἡ δ’ ἵππος τῶν βαρβάρων ὑπὸ τῆς τῶν ὀρῶν τραχύτητος ὁμοῦ καὶ πρὸς δρόμον ἐπεί‐ | |
5 | χετο καὶ καθιππεύειν ἢ ἐπιέναι ἐκωλύετο. ἧκον δέ τινες ἀγγέλλοντες τῷ Πέρσῃ ὡς ἄρα φαίνοιτο Ῥωμαίων στρα‐ τὸς ἕτερος ἐν τοῖς ἑῴοις μέρεσι Παρθυαίων, τά τε πεδία | |
6.5.7 | κατατρέχουσι. διόπερ φοβηθεὶς ἐκεῖνος μὴ τὰ ἐν Πάρ‐ θοις ῥᾳδίως λυμηνάμενοι ἐς Πέρσας ἐμβάλωσι, καταλι‐ πών τινα δύναμιν, ὅσην αὐτάρκη ᾤετο ῥύεσθαι Μηδίαν, αὐτὸς σὺν παντὶ τῷ στρατῷ ἐς τὰ ἑῷα μέρη ἠπείγετο. | |
5 | ἡ δὲ τῶν Ῥωμαίων στρατιὰ τὴν πορείαν ἀμελέστερον ἐποιεῖτο μήτε τινὸς φαινομένου μήτε ἀνθεστῶτος, ἤλπιζέ τε τὸν Ἀλέξανδρον σὺν 〈τῇ〉 τρίτῃ μοίρᾳ, γενναιοτάτῃ οὔσῃ καὶ μεγίστῃ, ἐς μέσους ἐμβεβληκέναι τοὺς βαρβά‐ | |
ρους, κἀκείνους ἀνθελκομένους ἀεὶ πρὸς τὸ ἐνοχλοῦν | 166 | |
10 | σχολαιτέραν αὑτοῖς καὶ ἀδεεστέραν παρέξειν τὴν ἔφοδον. | |
6.5.8 | προείρητο γὰρ πᾶσι τοῖς στρατοῖς ὑπερᾶραι εἰς τὴν 〈πολε‐ μίαν〉, καὶ τόπος ὥριστο ἐς ὃν [καὶ] ἅπαντας συνελθεῖν ἔδει, παντὰ τὰ ἐμπίπτοντα καὶ ἐν μέσῳ χειρουμένους. ἔσφηλε δὲ αὐτοὺς ὁ Ἀλέξανδρος μήτε εἰσαγαγὼν τὸν στρα‐ | |
5 | τὸν μήτε εἰσελθών, ἢ διὰ δέος, ἵνα μὴ δὴ αὐτὸς κινδυ‐ νεύοι ψυχῇ καὶ σώματι ὑπὲρ τῆς Ῥωμαίων ἀρχῆς, ἢ τῆς μητρὸς ἐπισχούσης γυναικείᾳ δειλίᾳ καὶ ὑπερβαλλούσῃ | |
6.5.9 | φιλοτεκνίᾳ. ἤμβλυνε γὰρ αὐτοῦ τὰς πρὸς ἀνδρείαν ὁρμάς, πείθουσα δεῖν ἄλλους ὑπὲρ αὐτοῦ κινδυνεύειν, ἀλλὰ μὴ αὐτὸν παρατάττεσθαι· ὅπερ τὸν εἰσελθόντα Ῥωμαίων στρατὸν ἀπώλεσεν. ὁ γὰρ Πέρσης σὺν πάσῃ τῇ δυνάμει | |
5 | ἐπελθὼν οὐ προσδοκῶντος τοῦ στρατοῦ, ἐκπεριελθὼν καὶ ὥσπερ σαγηνεύσας, πανταχόθεν τε τοξεύων, διέ‐ φθειρε τὴν δύναμιν τῶν Ῥωμαίων, ὀλίγων τε πρὸς πολ‐ λοὺς ἀνθίστασθαι μὴ δυναμένων, καὶ ἀεὶ τὰ γυμνὰ ἑαυ‐ τῶν, ἐς ἃ ἐτοξεύοντο, φραττόντων τοῖς ὅπλοις· ῥύεσθαι | |
6.5.10 | γὰρ αὐτοῖς τὰ σώματα, οὐ μάχεσθαι ἀγαπητὸν ἦν· ἔστε δὴ πάντες ἐς τὸ αὐτὸ συναλισθέντες καὶ τῇ τῶν ἀσπί‐ δων προβολῇ ὥσπερ τειχίσαντες ἀπεμάχοντο ἐν σχήματι πολιορκίας καὶ πανταχόθεν βαλλόμενοι καὶ τιτρωσκόμε‐ | |
5 | νοι, ἀντισχόντες ἐς ὅσον ἐνεδέχετο ἀνδρείως, τὸ τελευ‐ ταῖον πάντες διεφθάρησαν. μεγίστη τε αὕτη συμφορὰ καὶ οὐ ῥᾳδίως μνημονευθεῖσα Ῥωμαίους ἐπέσχε, δυνά‐ μεως μεγίστης διαφθαρείσης, γνώμῃ καὶ ῥώμῃ μηδε‐ μιᾶς τῶν ἀρχαίων ἀποδεούσης· τόν τε Πέρσην ἐς ἐλ‐ | |
10 | πίδα μειζόνων πραγμάτων ἐτύφωσε τηλικούτων ἔργων | |
εὐπραγία. | 167 | |
6.6.1 | ὡς δὲ ταῦτα τῷ Ἀλεξάνδρῳ ἐδηλώθη χαλεπῶς νοσοῦν‐ τι εἴτε διὰ δυσθυμίαν εἴτε διὰ τὴν τοῦ ἀέρος ἀήθειαν, αὐτός τε δυσφόρως ἤνεγκε, καὶ ὁ λοιπὸς στρατὸς ἠγα‐ νάκτησε πρὸς τὸν Ἀλέξανδρον καὶ ἐχαλέπαινεν, ὅτι δὴ | |
5 | ψευσαμένου αὐτοῦ καὶ μὴ τηρήσαντος τὰ συνθήματα | |
6.6.2 | προδοθείη ὁ εἰσελθὼν στρατός. πλὴν ὁ Ἀλέξανδρος μήτε τὴν νόσον φέρων καὶ τὸ πνιγῶδες τοῦ ἀέρος, τοῦ τε στρατοῦ παντὸς νοσοῦντος, καὶ μάλιστα τῶν Ἰλλυρικῶν στρατιωτῶν, οἳ ὑγρῷ καὶ χειμερίῳ ἀέρι ἐνειθισμένοι | |
5 | τροφάς τε πλείονας συνήθως εἰσφερόμενοι χαλεπῶς νο‐ σοῦντες διεφθείροντο, ἐπανελθεῖν τε ἐς τὴν Ἀντιόχειαν ἐβουλεύσατο, καὶ πέμψας τὸν ἐν Μηδίᾳ στρατὸν ἐπανελ‐ | |
6.6.3 | θεῖν ἐκέλευσεν. ἐκεῖνος μὲν ὁ στρατὸς ἐπανιὼν πλεῖστος ἐν τοῖς ὄρεσι διεφθάρη, καὶ ἠκρωτηριάσθησαν οὐκ ὀλί‐ γοι ἐν δυσχειμέρῳ χώρᾳ, ὡς ὀλιγίστους πάνυ ἐκ πολ‐ λῶν ἐπανελθεῖν· τὸ δὲ σὺν αὑτῷ πλῆθος ὁ Ἀλέξανδρος | |
5 | ἐς τὴν Ἀντιόχειαν ἐπανήγαγε, πολλῶν καὶ ἐξ ἐκείνης τῆς μοίρας ἀπολωλότων, ὡς μεγίστην ἐνεγκεῖν δυσθυ‐ μίαν τῷ στρατῷ καὶ Ἀλεξάνδρῳ ἀδοξίαν, σφαλέντι καὶ γνώμῃ καὶ τύχῃ, καὶ τῶν τριῶν μοιρῶν τοῦ στρατοῦ ὧν ἔνειμε τὸ πλεῖστον ἀποβαλόντι διαφόροις συμφοραῖς, | |
10 | νόσῳ πολέμῳ κρύει. | |
6.6.4 | γενόμενος δὲ ἐν τῇ Ἀντιοχείᾳ ὁ Ἀλέξανδρος αὐτός τε ῥᾳδίως ἐπερρώσθη τῷ εὐψυχεῖ καὶ ἐνύδρῳ τῆς πόλεως μετὰ τὸν ἐν Μεσοποταμίᾳ ξηρὸν αὐχμόν, τούς τε στρα‐ τιώτας ἀνεκτᾶτο, καὶ ἐφ’ οἷς λελύπηντο παρεμυθεῖτο | |
5 | μεγαλοδωρίᾳ χρημάτων· τοῦτο γὰρ μόνον ἐς εὐνοίας ἀνάκτησιν στρατιωτῶν ἐνόμιζε φάρμακον. δύναμίν τε | |
ἤθροιζε καὶ παρεσκεύαζεν ὡς δὴ πάλιν ἐπάξων Πέρσαις, | 168 | |
6.6.5 | εἰ ἐνοχλοῖεν καὶ μὴ ἡσυχάζοιεν. ἀπηγγέλλετο δὲ καὶ ὁ Πέρσης λύσας τὴν δύναμιν καὶ ἑκάστους ἐς τὰ ἑαυτῶν ἀποπέμψας. εἰ γὰρ καὶ ἐκ τοῦ κρείττονος ὑπέρτεροι ἐδό‐ κουν γεγενῆσθαι οἱ βάρβαροι, πλὴν ὅμως ἐτετρύχωντο | |
5 | ταῖς τε κατὰ Μηδίαν πολλάκις γενομέναις συμβολαῖς τῇ τε ἐν Παρθίᾳ μάχῃ, πολλῶν μὲν πεσόντων παμπλείστων δὲ τετρωμένων. οὐ γὰρ ἀνάνδρως οἱ Ῥωμαῖοι ἡττήθησαν, ἀλλὰ καὶ αὐτοὶ τοὺς πολεμίους ἔσθ’ ὅπῃ κακώσαντες, παρὰ τοῦτο δὲ ἀπολόμενοι παρ’ ὅσον πλήθει ἐλάττους | |
6.6.6 | εὑρέθησαν, ὡς σχεδὸν ἰσαρίθμου γενομένου τοῦ ἑκατέ‐ ρωθεν πεσόντος στρατοῦ τὸ περιλειφθὲν τῶν βαρβάρων πλήθει ἀλλ’ οὐ δυνάμει δοκεῖ νενικηκέναι. δεῖγμα δὲ τοῦτο οὐ μικρὸν τῆς τῶν βαρβάρων κακώσεως· ἐτῶν | |
5 | γοῦν τριῶν ἢ τεττάρων ἡσύχασαν οὐδ’ ἐν ὅπλοις ἐγέ‐ νοντο. ἅπερ μανθάνων ὁ Ἀλέξανδρος καὶ αὐτὸς ἐν τῇ Ἀντιοχείᾳ διέτριβεν· εὐθυμότερος δὲ καὶ ἀδεέστερος γε‐ νόμενος ἀνειμένης αὐτῷ τῆς περὶ τὰ πολεμικὰ φροντί‐ δος, ταῖς τῆς πόλεως ἐσχόλαζε τρυφαῖς. | |
6.7.1 | οἰομένου δὲ αὐτοῦ τὰ ἐν Πέρσαις μὴ μὲν ἐν εἰρήνῃ συγκειμένῃ ἡσυχάζειν, ἔχειν δὲ ἀνακωχὴν καὶ μέλλησιν τῷ βαρβάρῳ πρὸς τὸ πάλιν ἐπάγειν τὸν στρατόν, ὃς ἅπαξ διαλυθεὶς οὐ ῥᾳδίως ἠθροίζετο ἅτε μὴ συντεταγμέ‐ | |
5 | νος μηδὲ συνεστώς, ἀλλ’ ὄχλος μᾶλλον ἢ στρατὸς ὑπάρ‐ χων, καὶ τῶν ἐπισιτισμῶν αὐτοῖς τοσούτων ὄντων ὅσον ἃν ἕκαστος ἀφικνούμενος πρὸς τὸ ἑαυτοῦ χρειῶδες ἐπ‐ ενέγκηται, καὶ δυσαποσπάστως τε καὶ δυσόκνως καταλει‐ | |
6.7.2 | πόντων τέκνα καὶ γυναῖκας καὶ τὴν οἰκείαν χώραν, αἰ‐ φνιδίως ἄγγελοί τε καὶ γράμματα ἐτάραξε τὸν Ἀλέξαν‐ δρον καὶ ἐς μείζονα φροντίδα ἐνέβαλεν, ἐπιστειλάντων αὐτῷ τῶν ἐμπεπιστευμένων τὴν Ἰλλυρίδος ἡγεμονίαν | 169 |
5 | ὅτι ἄρα Γερμανοὶ Ῥῆνον καὶ Ἴστρον διαβαίνοντες τὴν Ῥωμαίων πορθοῦσιν ἀρχὴν καὶ τὰ ἐπὶ ταῖς ὄχθαις στρα‐ τόπεδα ἐπικείμενα πόλεις τε καὶ κώμας πολλῇ δυνάμει κατατρέχουσιν, εἴη τε οὐκ ἐν ὀλίγῳ κινδύνῳ τὰ Ἰλλυ‐ | |
6.7.3 | ρικὰ ἔθνη ὁμοροῦντα καὶ γειτνιῶντα Ἰταλίᾳ· δεῖσθαι τοίνυν τῆς αὐτοῦ παρουσίας καὶ τοῦ στρατοῦ παντὸς ὃς ἦν σὺν αὐτῷ. δηλωθέντα δὴ ταῦτα τόν τε Ἀλέξανδρον ἐτάραξε καὶ τοὺς ἐκ τοῦ Ἰλλυρικοῦ στρατιώτας ἐλύπησε, | |
5 | διπλῇ δοκοῦντας κεχρῆσθαι συμφορᾷ, ἔκ τε ὧν πεπόν‐ θεσαν Πέρσαις μαχόμενοι, ἔκ τε ὧν ἐπυνθάνοντο τοὺς οἰκείους ἕκαστοι ὑπὸ Γερμανῶν ἀπολωλότας. ἠγανάκτουν οὖν, καὶ τὸν Ἀλέξανδρον εἶχον ἐν αἰτίᾳ ὡς τὰ ὑπὸ ταῖς ἀνατολαῖς δι’ ἀμέλειαν ἢ δειλίαν προδεδωκότα, πρός τε | |
6.7.4 | τὰ ἀρκτῷα μέλλοντα καὶ ὀκνοῦντα. ἦν δὲ καὶ αὐτῷ δέος τῷ Ἀλεξάνδρῳ τοῖς τε συνοῦσι φίλοις ἤδη καὶ περὶ αὐ‐ τῆς Ἰταλίας. οὐ γὰρ ὅμοιον ἡγοῦντο τὸν ἐκ Περσῶν κίνδυνον οἷον ἐκ Γερμανῶν· οἱ μὲν γὰρ ὑπὸ ταῖς ἀνα‐ | |
5 | τολαῖς κατοικοῦντες, μακρᾷ γῇ καὶ θαλάττῃ πολλῆ διῃ‐ ρημένοι, τὴν Ἰταλῶν χώραν μόλις ἀκούουσι, τὰ Ἰλλυ‐ ρικὰ δὲ ἔθνη στενὰ ὄντα καὶ οὐ πολλὴν ἔχοντα τὴν ὑπὸ Ῥωμαίοις γῆν, παρὰ τοσοῦτον ὁμόρους καὶ γείτονας | |
6.7.5 | ποιεῖ Γερμανοὺς Ἰταλιώταις. ἐπαγγέλλει δὴ ἄκων μὲν καὶ ἀσχάλλων τὴν ἔξοδον· πλὴν τῆς ἀνάγκης αὐτὸν κα‐ λούσης, καταλιπών τε δύναμιν ὅσην ᾤετο αὐτάρκη ῥύε‐ σθαι τὰς Ῥωμαίων ὄχθας, τά τε στρατόπεδα καὶ τὰ | |
5 | φρούρια ἐπιμελέστερον τειχίσας καὶ πληρώσας ἕκαστα τοῦ ὡρισμένου στρατοῦ, αὐτὸς ἐς Γερμανοὺς ἠπείγετο | 170 |
6.7.6 | ἅμα τῷ λοιπῷ πλήθει. ἀνύσας δὲ τὴν ὁδὸν μετὰ πολλῆς σπουδῆς ἐπέστη ταῖς τοῦ Ῥήνου ὄχθαις, καὶ τὰ πρὸς τὸν Γερμανικὸν πόλεμον παρεσκευάζετο, τόν τε ποταμὸν ναυσὶ διελάμβανεν, ὧν πρὸς ἀλλήλας συνδεθεισῶν γεφυ‐ | |
5 | ρωθέντα εὐμαρῆ τὴν διάβασιν τοῖς στρατιώταις παρέξειν ᾤετο. μέγιστοι γὰρ δὴ οὗτοι ποταμῶν ὑπ’ ἄρκτῳ ῥέουσι, Ῥῆνός τε καὶ Ἴστρος, ὃ μὲν Γερμανοὺς ὃ δὲ Παίονας παραμείβων· οἳ θέρους μὲν ναυσίπορον ἔχουσι τὸ ῥεῖ‐ θρον διὰ βάθος τε καὶ πλάτος, τοῦ δὲ χειμῶνος παγέν‐ | |
10 | τες ὑπὸ τοῦ κρύους ἐν πεδίου σχήματι καθιππεύονται. | |
6.7.7 | ἀντιτυπὲς δὲ οὕτω καὶ στερρὸν γίνεται τό ποτε ῥεῖθρον ὡς μὴ μόνον ἵππων ὁπλαῖς καὶ ποσὶν ἀνθρώπων ἀντ‐ έχειν, ἀλλὰ καὶ τοὺς ἀρύσασθαι θέλοντας μὴ κάλπεις ἐπ’ αὐτὸ μηδὲ κοῖλα σκεύη φέρειν, πελέκεις δὲ καὶ δικέλλας, | |
5 | ἵν’ ἐκκόψαντες γυμνόν τε σκεύους ἀράμενοι τὸ ὕδωρ φέρωσιν ὥσπερ λίθον. | |
6.7.8 | φύσις μὲν δὴ τῶν ποταμῶν αὕτη· ὁ δὲ Ἀλέξανδρος Μαυρουσίους τε πλείστους καὶ τοξοτῶν ἀριθμὸν πολὺν ἐπαγόμενος ἀπὸ τῆς ἀνατολῆς ἔκ τε τῆς Ὀσροηνῶν χώ‐ ρας, καὶ εἴ τινες Παρθυαίων αὐτόμολοι ἢ χρήμασιν | |
5 | ἀναπεισθέντες ἠκολουθήκεσαν αὐτῷ βοηθήσοντες, ἐξ‐ ήρτυε δὴ Γερμανοῖς ἀντιτάξων. μάλιστα γὰρ τοιοῦ‐ τος στρατὸς ὀχληρὸς ἐκείνοις γίνεται, τῶν τε Μαυ‐ ρουσίων πόρρωθεν ἀκοντιζόντων καὶ τὰς ἐπιδρομὰς τάς τε ἀναχωρήσεις κούφως ποιουμένων, τῶν τε τοξοτῶν ἐς | |
10 | γυμνὰς τὰς κεφαλὰς αὐτῶν καὶ σώματα ἐπιμήκη ῥᾷστα | |
καὶ πόρρωθεν κατὰ σκοποῦ τοξευόντων ... ἐπέθεόν τε πρὸς τὴν συστάδην μάχην ἀντιτυπεῖς, καὶ ἰσόρροποι πολλάκις Ῥωμαίοις ἐγίνοντο. | 171 | |
6.7.9 | Ἀλέξανδρος μὲν ἐν τούτοις ἦν· πλὴν ἔδοξεν αὐτῷ πρεσβείαν πέμψαι πρὸς αὐτοὺς καὶ περὶ εἰρήνης διαλέ‐ γεσθαι. πάντα τε ὑπισχνεῖτο παρέξειν ὅσων δέονται, καὶ χρημάτων ἀφειδῶς ἔχειν. τούτῳ γὰρ μάλιστα Γερ‐ | |
5 | μανοὶ πείθονται, φιλάργυροί τε ὄντες καὶ τὴν εἰρήνην ἀεὶ πρὸς Ῥωμαίους χρυσίου καπηλεύοντες· ὅθεν ὁ Ἀλέξ‐ ανδρος ἐπειρᾶτο ὠνήσασθαι μᾶλλον τὰς πρὸς αὐτοὺς | |
6.7.10 | σπονδὰς ἢ διὰ πολέμου κινδυνεύειν. οἱ μέντοι στρα‐ τιῶται χαλεπῶς ἔφερον διατριβῆς τε ματαίας ἐγγινομέ‐ νης, καὶ μηδέν τι γενναῖον ἢ πρόθυμον ἐς τὸ πολεμεῖν παρέχοντος τοῦ Ἀλεξάνδρου, ἀλλ’ ἡνιοχείαις καὶ τρυ‐ | |
5 | φαῖς προσέχοντος, δέον ἐπεξελθεῖν καὶ τιμωρήσασθαι | |
6.8.1 | Γερμανοὺς ἐπὶ τοῖς προτετολμημένοις. ἦν δέ τις ἐν τῷ στρατῷ Μαξιμῖνος ὄνομα, τὸ μὲν γένος τῶν ἐνδοτάτω Θρᾳκῶν καὶ μιξοβαρβάρων, ἀπό τινος κώμης, ὡς ἐλέγετο, πρότερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλι‐ | |
5 | κίας γενόμενος διὰ μέγεθος καὶ ἰσχὺν σώματος ἐς τοὺς ἱππεύοντας στρατιώτας καταταγείς, εἶτα κατ’ ὀλίγον αὐ‐ τὸν χειραγωγούσης τῆς τύχης ἐλθὼν διὰ πάσης τάξεως στρατιωτικῆς, ὡς στρατοπέδων τε ἐπιμέλειαν τῶν ἐθνῶν | |
6.8.2 | τε ἀρχὰς πιστευθῆναι. τὸν δὴ Μαξιμῖνον τοῦτον διὰ τὴν προειρημένην στρατιωτικὴν ἐμπειρίαν ὁ Ἀλέξανδρος ἐπέστησε πάσῃ τῇ τοῦ στρατοῦ νεολαίᾳ, ὡς ἀσκοίη τε αὐτοὺς τὰ στρατιωτικὰ καὶ ἐς τὸ πολεμεῖν ἐπιτηδείους | |
5 | παρασκευάζοι. ὃ δὲ μετὰ πάσης ἐπιμελείας ποιούμενος τὰ ἐγκεχειρισμένα εὔνοιαν πολλὴν παρὰ τῶν στρατιωτῶν ἐκτήσατο, οὐ μόνον διδάσκων αὐτοὺς τὰ ποιητέα, ἀλλὰ καὶ τοῖς ἔργοις πάντων προηγούμενος, ὡς μὴ μαθητὰς εἶναι μόνον ἀλλὰ καὶ ζηλωτὰς καὶ μιμητὰς τῆς ἐκείνου | 172 |
6.8.3 | ἀνδρείας. ἔτι τε καὶ δώροις αὐτοὺς καὶ παντοδαπαῖς τι‐ μαῖς ᾠκειώσατο. ὅθεν οἱ νεανίαι, ἐν οἷς ἦν τὸ πολὺ πλῆθος Παιόνων μάλιστα, τῇ μὲν ἀνδρείᾳ τοῦ Μαξιμί‐ νου ἔχαιρον, τὸν δὲ Ἀλέξανδρον ἐπέσκωπτον ὡς ὑπὸ | |
5 | τῆς [τε] μητρὸς ἀρχόμενον, καὶ διοικουμένων τῶν πραγ‐ μάτων ὑπ’ ἐξουσίας τε καὶ γνώμης γυναικός, ῥᾳθύμως τε καὶ ἀνάνδρως τοῖς πολεμικοῖς προσφερομένου ἐκείνου. ὑπεμίμνησκον δὲ ἀλλήλους τῶν τε ὑπὸ ταῖς ἀνατολαῖς διὰ μέλλησιν αὐτοῦ πταισμάτων, καὶ ὅτι μηδὲν ἀνδρεῖον | |
6.8.4 | μηδὲ νεανικὸν παρέχοιτο ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμε‐ νοι ἀκερδές τε ἤδη πάσης προανηλωμένης φιλοτιμίας, | |
5 | τὸ δὲ μέλλον καὶ προσιὸν ἔς τε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ παρὰ προσδοκίαν τίμιόν τε καὶ περισπούδαστον, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ Σεβαστὸν τὸν Μαξιμῖνον, συστρατιώτην τε αὑτῶν ὄντα καὶ σύσκηνον, | |
10 | ἔς τε τὸν παρόντα πόλεμον δι’ ἐμπειρίαν καὶ ἀνδρείαν | |
6.8.5 | ἐπιτήδειον δοκοῦντα. ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα, | |
5 | πορφύραν ἐπιβαλόντες βασιλικὴν αὐτοκράτορα ἀναγο‐ | 173 |
6.8.6 | ρεύουσιν. ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορ‐ φύραν ἀπερρίπτει· ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸν μέλλοντα προ‐ ελόμενος ἀνεδέξατο τὴν τιμήν, πολλάκις αὐτῷ πρότερον, | |
5 | ὡς ἔλεγε, χρησμῶν καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος ἀναδέχεται, πειθόμενος τῇ ἐκεί‐ | |
6.8.7 | νων βουλήσει, παραγγέλλει δ’ αὐτοῖς ἔργῳ βεβαιῶσαι τὰ δόξαντα ἀραμένους τε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν’ ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ φρου‐ | |
5 | ροὺς τοῦ σώματος ἢ πείσαιεν ὁμογνωμονῆσαι ἢ ῥᾷστα | |
6.8.8 | βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν. ὡς δ’ αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο, τά τε σιτηρέσια ἐπεδιπλασίασε, νομάς τε καὶ δόσεις με‐ γίστας ὑπέσχετο, τιμωρίας τε καὶ κηλῖδας πάσας αὐτοῖς | |
5 | ἀνῆκεν, ἐπί τε τὴν πορείαν ἐξήγαγεν· οὐ πολὺ δ’ ἀφει‐ στήκει τὸ χωρίον ἔνθα ἐσκήνου ὁ Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ. | |
6.9.1 | ὡς δ’ ἀπηγγέλη ταῦτα τῷ Ἀλεξάνδρῳ, ἐν μεγίστῃ τα‐ ραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων τοῦ τε Μαξιμίνου ὡς ἀπίστου | |
5 | καὶ ἀχαρίστου κατηγόρει, πάσας τὰς ἐς ἐκεῖνον εὐεργε‐ | |
6.9.2 | σίας κατατεθείσας πρὸς αὑτοῦ διηγούμενος, τούς τε νεα‐ νίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμη‐ κότας, δώσειν τε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπαν‐ | |
ορθώσεσθαι εἴ τι μέμφοιντο. οἱ δὲ σὺν αὐτῷ στρατιῶται | 174 | |
5 | ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν, | |
6.9.3 | ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ. τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων τι‐ νῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνις τε πόρρωθεν ἐγει‐ ρομένη φαίνεται βοῆς τε ἦχος πλήθους ἐξακούεται, πάλιν | |
5 | προελθὼν ἐς τὸ πεδίον ὁ Ἀλέξανδρος, συγκαλέσας τε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν καὶ σώζειν ὃν ἀνε‐ θρέψαντο καὶ ὑφ’ ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν, πάντας τε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀν‐ | |
6.9.4 | τιτάττεσθαι. οἱ δὲ στρατιῶται τὰ μὲν πρῶτα ὑπισχνοῦν‐ το, κατ’ ὀλίγον δὲ ἀνεχώρουν οὐδ’ ὅπλα λαβεῖν ἤθελον. οἳ δέ τινες τὸν ἐπάρχοντα τοῦ στρατοῦ καὶ τοὺς οἰκείους Ἀλεξάνδρου ᾔτουν πρὸς ἀναίρεσιν, πρόφασιν ποιούμενοι | |
5 | αἰτίους τῆς ἀποστάσεως γεγενῆσθαι. οἳ δὲ τὴν μητέρα ἐμέμφοντο ὡς φιλάργυρον καὶ τὰ χρήματα ἀποκλείουσαν, διά τε μικρολογίαν καὶ τὸ πρὸς τὰς ἐπιδόσεις ὀκνηρὸν | |
6.9.5 | τοῦ Ἀλεξάνδρου μεμισημένου. καὶ μέχρι μέν τινος τοι‐ αῦτα διαφόρως βοῶντες προσέμενον· ὡς δὲ τοῦ Μαξι‐ μίνου 〈ὁ〉 στρατὸς ἤδη τε ἐν ὄψεσιν ἦν, καὶ βοῶντες οἱ νεανίαι προυκαλοῦντο τοὺς συστρατιώτας καταλιπεῖν μὲν | |
5 | γύναιον μικρολόγον καὶ μειράκιον δειλὸν μητρὶ δου‐ λεῦον, προσιέναι δὲ ἀνδρὶ γενναίῳ καὶ σώφρονι συστρα‐ τιώτῃ τε ἐν ὅπλοις ἀεὶ καὶ πολεμικοῖς ἔργοις διῃτημένῳ, πεισθέντες οἱ στρατιῶται τὸν μὲν Ἀλέξανδρον καταλιμ‐ | |
πάνουσιν, αὐτοὶ δὲ προσίασι τῷ Μαξιμίνῳ, αὐτοκράτωρ | 175 | |
6.9.6 | τε ὑπὸ πάντων ἐκεῖνος ἀναγορεύεται. ὁ δὲ Ἀλέξανδρος τρέμων καὶ λιποψυχῶν μόλις ἐς τὴν σκηνὴν ἐπανέρχε‐ ται· τῇ τε μητρὶ περιπλακείς, καὶ ὥς φασιν, ἀποδυρό‐ μενός τε καὶ αἰτιώμενος ὅτι δι’ ἐκείνην ταῦτα πάσχοι, | |
5 | ἀνέμενε τὸν φονεύσοντα. ὁ δὲ Μαξιμῖνος ὑπὸ παντὸς τοῦ στρατοῦ Σεβαστὸς προσαγορευθεὶς πέμπει χιλιάρχην ἑκατοντάρχας τέ τινας τοὺς φονεύσοντας τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα καὶ εἴ τινες ἀνθίσταντο τῶν σὺν αὐτῷ. | |
6.9.7 | οἳ δὲ ἀφικόμενοι καὶ ἐπιπηδήσαντες τῇ σκηνῇ αὐτόν τε ἀναιροῦσι καὶ τὴν μητέρα καὶ εἴ τινες ἐδόκουν ἐκείνῳ φίλοι καὶ τίμιοι, πλὴν τῶν πρὸς ὀλίγον φυγεῖν ἢ λαθεῖν δυνηθέντων, οὓς πάντας μετ’ οὐ πολὺ Μαξιμῖνος συλ‐ | |
5 | λαβὼν ἀπέκτεινεν. | |
6.9.8 | τέλος μὲν δὴ τοιοῦτο κατέλαβε τὸν Ἀλέξανδρον καὶ τὴν μητέρα, βασιλεύσαντα ἔτεσι τεσσαρεσκαίδεκα, ὅσον πρὸς τοὺς ἀρχομένους, ἀμέμπτως καὶ ἀναιμωτί· φόνων τε γὰρ καὶ ὠμότητος ἀκρίτων τε ἔργων ἀλλότριος ἐγέ‐ | |
5 | νετο, ἔς τε τὸ φιλάνθρωπον καὶ εὐεργετικώτερον ἐπιρ‐ ρεπής. πάνυ γοῦν ἂν ἡ Ἀλεξάνδρου βασιλεία εὐδοκίμη‐ σεν ἐς τὸ ὁλόκληρον, εἰ μὴ διεβέβλητο αὐτῷ τὰ τῆς μη‐ τρὸς ἐς φιλαργυρίαν τε καὶ μικρολογίαν. | |
8 | ||
7.1.1 | Τίνι μὲν βίῳ Ἀλέξανδρος ἐχρήσατο τέλει τε ὁποίῳ βασιλεύσας ἐτῶν τεσσαρεσκαίδεκα, ἐν τοῖς προειρημένοις ἐδηλώσαμεν· ὁ δὲ Μαξιμῖνος παραλαβὼν τὴν ἀρχὴν πολ‐ λὴν τὴν μεταβολὴν ἐποιήσατο, τραχύτατα καὶ μετὰ πολ‐ | |
5 | λοῦ φόβου τῇ ἐξουσίᾳ χρώμενος, ἔκ τε πραείας καὶ πάνυ ἡμέρου βασιλείας ἐς τυραννίδος ὠμότητα μετάγειν πάντα ἐπειρᾶτο, δυσμένειαν ἑαυτῷ συνειδώς, ὅτι πρῶτος ἐξ | 176 |
7.1.2 | εὐτελείας τῆς ἐσχάτης ἐς τοσαύτην τύχην ἤλασε. φύσει δὲ ἦν τὸ ἦθος, ὥσπερ καὶ τὸ γένος, βάρβαρος· τό τε φονικὸν πάτριον ἔχων καὶ ἐπιχώριον, πρόνοιαν ἐποιεῖτο τὴν ἀρχὴν δι’ ὠμότητος βεβαιῶσαι, δεδιὼς μή τι τῇ | |
5 | συγκλήτῳ καὶ τοῖς ὑπηκόοις εὐκαταφρόνητος γένηται, οὐκ ἐς τὴν παροῦσαν αὐτοῦ τύχην ἀφορῶσιν, ἀλλ’ ἐς τὰ τῆς γενέσεως εὐτελῆ σπάργανα. τεθρύλητο γὰρ παρὰ πᾶσι καὶ διεβέβλητο, ὅτι δὴ ποιμαίνων ἐν τοῖς Θρᾳκίοις ὄρεσιν, ἐπιδούς τε αὑτὸν διὰ μέγεθος καὶ ἰσχὺν σώμα‐ | |
10 | τος ἐς εὐτελῆ καὶ ἐπιχώριον στρατείαν, ὑπὸ τῆς τύχης | |
7.1.3 | ἐπὶ τὴν Ῥωμαίων ἀρχὴν κεχειραγώγητο. εὐθέως οὖν τούς τε φίλους πάντας, οἳ συνῆσαν τῷ Ἀλεξάνδρῳ σύν‐ εδροί [τε] ὑπὸ τῆς συγκλήτου βουλῆς ἐπιλεχθέντες, ἀπ‐ εσκευάσατο, καὶ οὓς μὲν ἐς τὴν Ῥώμην ἀπέπεμψε, τινὰς | |
5 | δὲ ἐπὶ προφάσει διοικήσεως ἀπεσείσατο, μόνος εἶναι βου‐ λόμενος ἐν τῷ στρατῷ καὶ μηδένα αὑτῷ παρεῖναι ἐκ συνειδήσεως εὐγενοῦς κρείττονα, ἀλλ’ ἵν’ ὥσπερ ἐξ ἀκρο‐ πόλεως, μηδενὸς αὐτῷ παρόντος ᾧ νέμειν αἰδῶ ἀνάγκην | |
7.1.4 | ἔχοι, τοῖς τῆς τυραννίδος ἔργοις σχολάζοι. τήν τε θερα‐ πείαν πᾶσαν, ἣ συγγεγόνει τῷ Ἀλεξάνδρῳ τοσούτων ἐτῶν, τῆς βασιλείου αὐλῆς ἀπέπεμψε. τοὺς δὲ πλείστους αὐτῶν καὶ ἀπέκτεινεν, ἐπιβουλὰς ὑποπτεύων· ᾔδει γὰρ | |
5 | ἀλγοῦντας ἐπὶ τῇ ἐκείνου ἀναιρέσει. ἔτι δὲ καὶ μᾶλλον αὐτὸν ἐς ὠμότητα καὶ τὴν πρὸς | |
ἅπαντας ὀργὴν προυκαλέσατο συνωμοσία τις διαβληθεῖσα κατ’ αὐτοῦ συγκροτουμένη, πολλῶν τε ἑκατοντάρχων | 177 | |
7.1.5 | συμπνεόντων καὶ τῶν ἀπὸ τῆς βουλῆς ἁπάντων. Μάγνος τις ὄνομα ἦν τῶν εὐπατριδῶν τε καὶ ὑπατευκότων· οὗ‐ τος διεβλήθη συνάγειν κατ’ αὐτοῦ χεῖρα, καὶ στρατιώτας τινὰς πείθειν ἐς αὑτὸν τὴν ἀρχὴν μετάγειν. ἡ δὲ συσκευὴ | |
5 | τοιαύτη τις ἐλέγετο ἔσεσθαι. γεφυρώσας τὸν ποταμὸν ὁ | |
7.1.6 | Μαξιμῖνος ἔμελλεν ἐπὶ Γερμανοὺς διαβήσεσθαι· ἅμα γὰρ τῷ τὴν ἀρχὴν παραλαβεῖν εὐθέως πολεμικῶν ἔργων ἤρ‐ ξατο, καὶ διὰ σώματος μέγεθος καὶ ἰσχὺν [στρατιωτικὴν] καὶ ἐμπειρίαν πολεμικὴν δοκῶν ἐπιλελέχθαι ἔργοις τὴν | |
5 | δόξαν καὶ τὴν τῶν στρατιωτῶν ὑπόληψιν ἐπιστοῦτο, τήν τε Ἀλεξάνδρου μέλλησιν καὶ τὴν πρὸς τὰ πολεμικὰ ἔργα δειλίαν ἐλέγχειν ἐπειρᾶτο εἰκότως κατεγνωσμένην. ἀσκῶν τε οὖν καὶ γυμνάζων τοὺς στρατιώτας οὐ διέλειπεν, αὐ‐ | |
7.1.7 | τός τε ἐν ὅπλοις ὢν καὶ τὸν στρατὸν παρορμῶν. τότε τοίνυν τὴν γέφυραν ζεύξας ἔμελλεν ἐπὶ Γερμανοὺς δια‐ βήσεσθαι. ὁ δὲ Μάγνος ἐλέγετο στρατιωτῶν μὲν ὀλίγους, ἀλλὰ τοὺς ἐξοχωτάτους καὶ μάλιστα τοὺς τὴν φρουρὰν | |
5 | τῆς γεφύρας καὶ τὴν ἐπιμέλειαν πεπιστευμένους, ἀνα‐ πεῖσαι μετὰ τὸ διαβῆναι τὸν Μαξιμῖνον λύσαντας τὴν γέφυραν προδοῦναι τοῖς βαρβάροις, οὐχ ὑπαρχούσης αὐτῷ ἐπανόδου· πλάτει γὰρ καὶ βάθει μέγιστος ὁ ποτα‐ μὸς ῥέων ἄβατος αὐτῷ ἐγίνετο, οὔτε νεῶν οὐσῶν ἐν ταῖς | |
7.1.8 | πολεμίαις ὄχθαις τῆς τε γεφύρας λυθείσης. ἡ μὲν τῆς ἐπιβουλῆς φήμη τοιαύτη ἐγένετο, εἴτε ἀληθὴς ὑπάρξασα εἴτε ὑπὸ τοῦ Μαξιμίνου συσκευασθεῖσα· ἀκριβὲς δὲ εἰπεῖν | |
οὐ ῥᾴδιον, ἐπεὶ ἔμενεν ἀνεξέλεγκτος. μήτε γὰρ κρίσεως | 178 | |
5 | τινι μεταδοὺς μήτε ἀπολογίας, πάντας οὓς ὑπώπτευεν αἰφνιδίως συναρπασθέντας ἀφειδῶς ἐφόνευσεν. | |
7.1.9 | ἐγένετο δέ τις καὶ Ὀσροηνῶν τοξοτῶν ἀπόστασις, οἳ πάνυ ἀλγοῦντες ἐπὶ τῇ Ἀλεξάνδρου τελευτῇ, περιτυχόν‐ τες τῶν ἀπὸ ὑπατείας καὶ φίλων Ἀλεξάνδρου τινί (Κου‐ αρτῖνος δὲ ἦν ὄνομα, ὃν Μαξιμῖνος ἐκπέμψας ἦν τοῦ | |
5 | στρατοῦ) ἁρπάσαντες ἄκοντα καὶ οὐδὲν προειδότα στρα‐ τηγὸν ἑαυτῶν κατέστησαν, πορφύρᾳ τε καὶ πυρὶ προ‐ πομπεύοντι, ὀλεθρίοις τιμαῖς, ἐκόσμησαν, ἐπί τε τὴν ἀρ‐ | |
7.1.10 | χὴν ἦγον οὔ τι βουλόμενον. ἐκεῖνος μὲν οὖν ἐν τῇ σκη‐ νῇ καθεύδων ἐπιβουλευθεὶς νύκτωρ αἰφνιδίως ἀνῃρέθη ὑπὸ τοῦ συνόντος αὐτῷ καὶ δοκοῦντος φίλου, τῶν τε Ὀσροηνῶν πρότερον ἡγουμένου (Μακεδὼν ἦν ὄνομα αὐ‐ | |
5 | τῷ), καίτοι τῆς ἁρπαγῆς καὶ τῆς ἀποστάσεως ἀρχηγοῦ [καὶ ὁμογνώμονος] τοῖς Ὀσροηνοῖς γενομένου· ὃς οὐδε‐ μίαν αἰτίαν ἔχθρας οὐδὲ μίσους ἔχων ἀπέκτεινεν ὃν αὐ‐ τὸς ἥρπασέ τε καὶ ἀνέπεισεν, οἰόμενός τε μεγάλα χαρί‐ ζεσθαι τῷ Μαξιμίνῳ τὴν κεφαλὴν ἀποτεμὼν ἐκόμισεν. | |
7.1.11 | ὃ δὲ ἥσθη μὲν ἐπὶ τῷ ἔργῳ, στερηθεὶς δὲ πολεμίου, ὡς ᾤετο, ... ἐκεῖνον μέν, καίτοι μεγάλα ἐλπίζοντα καὶ δοκοῦν‐ τα ἀμοιβῆς ἐξαιρέτου τεύξεσθαι, ἀπέκτεινεν ὡς καὶ τῆς ἀποστάσεως γεγονότα ἀρχηγὸν καὶ ἀποκτείναντα ὃν αὐ‐ | |
5 | τὸς ἄκοντα ἀνέπεισεν, ἄπιστόν τε γενόμενον περὶ τὸν φίλον. | |
7.1.12 | τοιαῦται μὲν δή τινες αἰτίαι ἔτι μᾶλλον ἐς τραχύτητα καὶ ὠμότητα ἠκόνησαν τὴν τοῦ Μαξιμίνου ψυχήν, καὶ | |
πρότερον οὕτω πεφυκυῖαν. ἦν δὲ καὶ τὴν ὄψιν φοβερώ‐ τατος, καὶ μέγιστος τὸ σῶμα, ὡς μὴ ῥᾳδίως αὐτῷ τινὰ | 179 | |
5 | μήτε Ἑλλήνων τῶν σωμασκούντων μήτε βαρβάρων τῶν μαχιμωτάτων ἐξισοῦσθαι. | |
7.2.1 | διοικήσας δὲ τὰ προειρημένα, πάντα τε τὸν στρατὸν ἀναλαβών, καὶ διαβὰς ἀφόβως τὴν γέφυραν, εἴχετο τῆς πρὸς Γερμανοὺς μάχης. μέγα δέ τι πλῆθος καὶ σχεδὸν ἅπασαν τὴν Ῥωμαίων δύναμιν σὺν ἑαυτῷ εἰσήγαγε, Μαυ‐ | |
5 | ρουσίων τε ἀκοντιστῶν ἀριθμὸν πάμπλειστον καὶ τοξο‐ τῶν Ὀσροηνῶν τε καὶ Ἀρμενίων, ὧν ἦσαν οἳ μὲν ὑπή‐ κοοι οἳ δὲ φίλοι καὶ σύμμαχοι, καὶ εἴ τινες Παρθυαίων ἢ χρήμασι πεισθέντες καὶ αὐτομολήσαντες ἢ ληφθέντες | |
7.2.2 | αἰχμάλωτοι Ῥωμαίοις ἐδούλευον. τὰ δὲ πλήθη ταῦτα τοῦ στρατοῦ καὶ πρότερον ὑπ’ Ἀλεξάνδρου ἤθροιστο, ηὐξήθη δὲ ὑπὸ τοῦ Μαξιμίνου καὶ ἐς πολεμικὴν ἄσκησιν συγκε‐ κρότητο. μάλιστα δὲ οἱ ἀκοντισταὶ καὶ οἱ τοξόται πρὸς | |
5 | τὰς Γερμανῶν μάχας ἐπιτήδειοι δοκοῦσιν, ἐπιτρέχοντές τε αὐτοῖς κούφως οὐ προσδοκῶσι καὶ ἀναχωροῦντες ῥᾳ‐ | |
7.2.3 | δίως. γενόμενος δὲ ἐν τῇ πολεμίᾳ Μαξιμῖνος πολλὴν γῆν ἐπῆλθεν, οὐδενὸς αὐτῷ ἀνθεστῶτος, ἀλλὰ τῶν βαρ‐ βάρων ἀνακεχωρηκότων. ἐδῄου τε οὖν πᾶσαν τὴν χώραν, μάλιστα τῶν ληίων ἀκμαζόντων, τάς τε κώμας ἐμπιπρὰς | |
5 | διαρπάζειν ἐδίδου τῷ στρατῷ. εὐμαρέστατα γὰρ τὸ πῦρ ἐπινέμεται τάς τε πόλεις αὐτῶν ἃς ἔχουσι, καὶ τὰς οἰκή‐ | |
7.2.4 | σεις ἁπάσας· λίθων μὲν γὰρ παρ’ αὐτοῖς ἢ πλίνθων ὀπτῶν σπάνις, ὗλαι δ’ εὔδενδροι, ὅθεν ξύλων οὔσης ἐκτενείας συμπηγνύντες αὐτὰ καὶ ἁρμόζοντες σκηνοποι‐ οῦνται. ὁ δὲ Μαξιμῖνος ἐπὶ πολὺ μὲν προεχώρησε, πράτ‐ | |
5 | των τε τὰ προειρημένα καὶ λείας ἀπελαύνων, διδούς τε | |
7.2.5 | τὰς ἀγέλας τῷ στρατῷ αἷς περιετύγχανον. οἱ δὲ Γερμανοὶ ἀπὸ μὲν τῶν πεδίων, καὶ εἴ τινες ἦσαν χῶραι ἄδενδροι, ἀνακεχωρήκεσαν, ἐν δὲ ταῖς ὕλαις ἐκρύπτοντο περί τε τὰ ἕλη διέτριβον, ὡς ἐκεῖ τὰς μάχας καὶ τὰς ἐφόδους | 180 |
5 | ποιοῖντο, τῆς συνεχείας τῶν φυτῶν ἀπασχολούσης ἐς ἑαυτὴν τὰ βέλη καὶ τὰ ἀκόντια τῶν πολεμίων, τοῦ τε ἀγχιβαθοῦς τῶν ἑλῶν Ῥωμαίοις μὲν δι’ ἄγνοιαν τῶν τόπων ἐπισφαλοῦς ἐσομένου, ἑαυτοῖς δὲ δι’ ἐμπειρίαν τῆς χώρας ἐγνωκόσι 〈τὰ〉 ἄβατα καὶ ἀντιτυπῆ τῶν τόπων | |
7.2.6 | ἐς γόνυ τε βρεχομένοις διατρέχειν ῥᾳδίου. εἰσὶ δὲ καὶ πρὸς τὸ νήχεσθαι γεγυμνασμένοι ἅτι μόνῳ λουτρῷ τοῖς ποταμοῖς χρώμενοι. περὶ ἐκεῖνα οὖν μάλιστα τὰ χωρία αἱ συμβολαὶ ἐγί‐ | |
5 | νοντο· ἔνθα καὶ γενναιότατα αὐτὸς ὁ βασιλεὺς τῆς μάχης ἦρξεν. ἐπὶ γάρ τινι ἕλει μεγίστῳ, τῶν μὲν Γερμανῶν ἐς αὐτὸ ἀναχωρούντων ἐς φυγήν, ἐς δίωξιν δὲ Ῥωμαίων ἐπεισελθεῖν ὀκνούντων, πρῶτος ὁ Μαξιμῖνος ἅμα τῷ ἵππῳ ἐμβαλὼν ἐς τὸ ἕλος, καίτοι ὑπὲρ γαστέρα τοῦ ἵπ‐ | |
10 | που βρεχομένου, τοὺς ἀνθεστῶτας ἐφόνευσε βαρβάρους, | |
7.2.7 | ὡς τὸν λοιπὸν στρατὸν αἰδεσθέντα προδοῦναι μαχόμενον ὑπὲρ αὐτῶν βασιλέα τολμῆσαί τε καὶ τοῖς ἕλεσιν ἐπεισ‐ ελθεῖν, πολὺ δέ τι πλῆθος ἑκατέρωθεν πεσεῖν, καὶ Ῥω‐ μαίων μὲν ... τῶν δὲ βαρβάρων σχεδὸν τὴν τότε παρ‐ | |
5 | οῦσαν δύναμιν, ἀριστεύοντος αὐτοῦ, ὡς τὸ τέναγος σω‐ μάτων πληρωθῆναι, τήν τε λίμνην αἵματι κερασθεῖ‐ σαν πεζομαχοῦντι στρατῷ ναυμαχίας ὄψιν παρασχεῖν. | |
7.2.8 | ταύτην τὴν μάχην καὶ τὴν ἀριστείαν αὑτοῦ οὐ μόνον διὰ γραμμάτων τῇ τε συγκλήτῳ καὶ τῷ δήμῳ ἐδήλωσεν, | |
ἀλλὰ καὶ γραφῆναι κελεύσας μεγίσταις εἰκόσιν ἀνέθηκε πρὸ τοῦ βουλευτηρίου, ἵνα μὴ μόνον ἀκούειν τὰ γενό‐ | 181 | |
5 | μενα ἀλλὰ καὶ βλέπειν ἔχωσι Ῥωμαῖοι. τὴν δ’ εἰκόνα ὕστερον καθεῖλεν ἡ σύγκλητος μετὰ τῶν λοιπῶν αὐτοῦ τιμῶν. γεγόνασι δὲ καὶ ἕτεραι συμβολαί, ἐν αἷς ὡς αὐτ‐ ουργός τε καὶ αὐτόχειρ τῆς μάχης ἀριστεύων τε παν‐ | |
7.2.9 | ταχοῦ ἐπῃνεῖτο. πολλοὺς δὲ χειρωσάμενος αὐτῶν αἰχμα‐ λώτους καὶ λείαν ἀπελάσας, χειμῶνος ἤδη καταλαμβά‐ νοντος ἐπανῆλθεν ἐς Παίονας, ἔν τε Σιρμίῳ διατρίβων, τῇ μεγίστῃ ἐκεῖ πόλει δοκούσῃ, τὰ πρὸς τὴν εἴσοδον ἐς | |
5 | τὸ ἔαρ παρεσκευάζετο. ἠπείλει γὰρ (καὶ ποιήσειν ἔμελ‐ λεν) ἐκκόψειν τε καὶ ὑποτάξειν τὰ μέχρις ὠκεανοῦ Γερ‐ μανῶν ἔθνη βάρβαρα. | |
7.3.1 | τὰ μὲν οὖν πολεμικὰ τοιοῦτος ἦν· καὶ ἐς δόξαν ἤρθη ἃν ἡ πρᾶξις αὐτοῦ, εἰ μὴ τοῖς οἰκείοις καὶ τοῖς ὑπηκόοις βαρύτερος ἐγεγόνει καὶ φοβερώτερος. τί γὰρ ἦν ὄφελος βαρβάρων ἀναιρουμένων, πλειόνων γινομένων φόνων | |
5 | ἐν αὐτῇ τε Ῥώμῃ καὶ τοῖς ὑπηκόοις ἔθνεσιν; ἢ λείας [αἰχμαλώτους] ἀπάγειν τῶν ἐχθρῶν, γυμνοῦντα καὶ τὰς | |
7.3.2 | οὐσίας ἀφαιρούμενον τῶν οἰκείων; ἄνεσίς τε γὰρ πᾶσα, μᾶλλον δὲ καὶ πρόκλησις δέδοτο συκοφάνταις ἐς τὸ ἐπη‐ ρεάζειν καὶ κινεῖν πράγματα προγονικά, εἰ τύχοι, καὶ ἄγνωστα καὶ ἀνεξέλεγκτα. μόνον τέ τις κληθεὶς ἐς δι‐ | |
5 | καστήριον ὑπὸ συκοφάντου εὐθέως ἡττημένος ἀπῄει καὶ | |
7.3.3 | τῶν ὑπαρχόντων πάντων στερηθείς. ἑκάστης γοῦν ἡμέ‐ ρας ἦν ἰδεῖν τοὺς χθὲς πλουσιωτάτους τῆς ἐπιούσης μεταιτοῦντας· τοσαύτη τις ἦν τῆς τυραννίδος ἡ φιλο‐ χρηματία ἐπὶ προφάσει τῆς περὶ τοὺς στρατιώτας χρη‐ | |
5 | μάτων συνεχοῦς χορηγίας· ἦν δὲ καὶ τοῖς ὠσὶ κοῦφος ἐς | |
διαβολάς, ἡλικίας τε καὶ ἀξιώματος ἀφειδῶς ἔχων. πλεί‐ στους γοῦν τῶν ἔθνη καὶ στρατόπεδα πεπιστευμένων, μετὰ ὑπατείας τιμὴν ἢ δόξαν ἐπὶ τροπαίοις προσγενο‐ μένην, ἐκ μικρᾶς καὶ εὐτελοῦς διαβολῆς ἀναρπάστους | 182 | |
7.3.4 | ἐποίει, καὶ ἐκέλευέ τε ἄνευ ὑπηρεσίας μόνους ὀχήμασιν ἐπιτεθέντας ἄγεσθαι νύκτωρ καὶ μεθ’ ἡμέραν ὁδεύοντας ἐξ ἀνατολῶν ἢ δύσεως, εἰ τύχοι, ἀπό τε μεσημβρίας ἐς Παίονας, ἔνθα διέτριβε· σκύλας δὲ καὶ ὑβρίσας φυγαῖς | |
5 | ἢ θανάτοις ἐζημίου. ἐς ὅσον μὲν οὖν ἐς τοὺς καθ’ ἕνα ταῦτα ἐπράττετο καὶ †μέχρις οἰκείων† ἔμενεν ἡ συμφορά, οὐ πάνυ τι τοῖς | |
7.3.5 | δήμοις τῶν πόλεων ἢ τοῖς ἔθνεσι διέφερε· τὰ γὰρ τῶν εὐδαιμονεῖν δοκούντων ἢ πλουσίων πταίσματα πρὸς τῶν ὄχλων οὐ μόνον ἀμελεῖται, ἀλλά τινας τῶν κακοήθων καὶ φαύλων ἔσθ’ ὅτε καὶ εὐφραίνει φθόνῳ τῶν κρειτ‐ | |
5 | τόνων καὶ εὐτυχούντων. ἐπεὶ δὲ ὁ Μαξιμῖνος τοὺς πλεί‐ στους τῶν ἐνδόξων οἴκων ἐς πενίαν περιστήσας, ἃ δὴ μικρὰ καὶ ὀλίγα οὐδ’ αὐτάρκη τῇ αὑτοῦ βουλήσει ᾤετο, μετῆλθεν ἐπὶ τὰ δημόσια, καὶ εἴ τινα ἦν χρήματα πολι‐ τικὰ ἐς εὐθηνίας ἢ νομὰς τῶν δημοτῶν ἀθροιζόμενα εἴτε | |
10 | θεάτροις ἢ πανηγύρεσιν ἀνακείμενα, ἐς ἑαυτὸν μετῆγε, ναῶν τε ἀναθήματα θεῶν τε ἀγάλματα καὶ ἡρώων τιμάς, καὶ εἴ τις ἦν κόσμος δημοσίου ἔργου ἢ καλλώπισμα πό‐ λεως ἢ ὕλη νόμισμα ποιῆσαι δυναμένη, πᾶν ἐχωνεύετο. | |
7.3.6 | ὅπερ καὶ μάλιστα τοὺς δήμους ἐλύπησε, πένθος τε δη‐ μόσιον ἐνεποίει δίχα μάχης καὶ ἄνευ ὅπλων ὄψις πολιορ‐ | |
κίας, ὥς τινας τῶν δημοτῶν καὶ χεῖρας ἀνατείνειν καὶ τοὺς νεὼς φρουρεῖν, ἑτοίμως τε ἔχειν πρότερον ἀναιρε‐ | 183 | |
5 | θέντας πρὸ τῶν βωμῶν πεσεῖν ἢ σκῦλα τῶν πατρίδων ἰδεῖν. ἐντεῦθεν δὴ καὶ μάλιστα κατά τε πόλεις καὶ κατὰ ἔθνη διοίδαινον τῶν ὄχλων αἱ ψυχαί. ἀπηρέσκοντο δὲ καὶ οἱ στρατιῶται τοῖς πραττομένοις, ὀνειδιζόντων αὐ‐ τοῖς ἐπιφθόνως συγγενῶν τε καὶ οἰκείων ὡς δὴ δι’ αὐ‐ | |
10 | τοὺς ταῦτα πράττοντος τοῦ Μαξιμίνου. | |
7.4.1 | αἰτίαι μὲν δὴ αὗται, οὔτι γε ἄλογοι, ἐς μῖσος καὶ ἀπόστασιν τοὺς ὄχλους παρώξυνον. καὶ πάντες μὲν εὔ‐ χοντο καὶ θεοὺς τοὺς ἀδικουμένους ἐπεκάλουν, ἄρξασθαι δὲ οὐδεὶς ἐτόλμα, ἔστε συμπληρουμένης αὐτῷ τριετοῦς | |
5 | βασιλείας ἐκ μικρᾶς καὶ εὐτελοῦς προφάσεως, οἷα τυραν‐ νίδος σφάλματα, πρῶτοι ὅπλα ἐκίνησαν ἔς τε ἀπόστασιν | |
7.4.2 | εὐσταθῶς ὥρμησαν Λίβυες, ἐξ αἰτίας τοιᾶσδε. ἐπετρό‐ πευέ τις τῆς Καρχηδονίας χῶρας τραχύτατα, καὶ μετὰ πάσης ὠμότητος καταδίκας τε ἐποιεῖτο καὶ χρημάτων εἰσπράξεις, βουλόμενος εὐδοκιμεῖν παρὰ τῷ Μαξιμίνῳ. | |
5 | ἐκεῖνός τε γάρ, οὓς ᾔδει ἁρμόζοντας τῇ ἑαυτοῦ γνώμῃ, ἐπελέγετο· οἵ τε προεστῶτες τοῦ ταμιείου τότε, εἰ καὶ σπανίως χρηστοὶ ἐμπεπτώκεσαν, τόν τε κίνδυνον προῦ‐ πτον ἔχοντες καὶ τὴν ἐκείνου φιλοχρηματίαν εἰδότες, | |
7.4.3 | ἄκοντες ὅμως τοὺς λοιποὺς ἐμιμοῦντο. ὁ τοίνυν κατὰ τὴν Λιβύην ἐπίτροπος τοῖς τε ἄλλοις πᾶσι βιαίως προσε‐ φέρετο, καὶ νεανίσκους τινὰς τῶν παρ’ ἐκείνοις εὖ γεγο‐ νότων καὶ πλουσίων καταδίκαις περιβαλὼν εἰσπράττειν | |
5 | τὰ χρήματα εὐθέως ἐπειρᾶτο, πατρῴων τε καὶ προγονι‐ κῶν οὐσιῶν αὐτοὺς ἀφαιρεῖσθαι. ἐφ’ οἷς ἀλγήσαντες οἱ νεανίσκοι τὰ μὲν χρήματα αὐτῷ ἀποδώσειν ὑπέσχοντο, | |
τριῶν ἡμερῶν αἰτήσαντες ἀνάθεσιν· συνωμοσίαν δὲ ποιη‐ σάμενοι, πάντας τε οὓς ᾔδεσαν ἢ πεπονθότας τι δεινὸν | 184 | |
10 | ἢ παθεῖν δεδοικότας ἀναπείσαντες, κελεύουσι νύκτωρ κατελθεῖν τοὺς ἐκ τῶν ἀγρῶν οἰκέτας, ξύλα τε καὶ πελέ‐ | |
7.4.4 | κεις ἐπιφέρεσθαι. οἳ δὲ πεισθέντες κελεύουσι τοῖς δε‐ σπόταις πρὸ τῆς ἕω συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος ἠθροίσθη· φύσει γὰρ πολυάνθρωπος | |
5 | οὖσα ἡ Λιβύη πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας. | |
7.4.5 | ἅμα δὲ τῷ παραδραμεῖν τὸ περιόρθριον προελθόντες οἱ νεανίσκοι τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες τότε ἀποκαλύπτειν ἃ 〈ἐπ〉εφέροντο ὅπλα καὶ γενναίως | |
5 | ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν αὐτοῖς | |
7.4.6 | ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου· αὐτοὶ δὲ λαβόν‐ τες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι, προσ‐ πεσόντες τε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φο‐ | |
5 | νεύουσι. τῶν δὲ περὶ αὐτὸν στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷ τε φόνῳ ἐπεξελθεῖν θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες προβαλόμενοι τά τε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας | |
7.5.1 | ῥᾳδίως ἐτρέψαντο. οὕτως δὴ προχωρήσαντος τοῦ ἔργου, οἱ νεανίσκοι ἅπαξ ἐν ἀπογνώσει γενόμενοι μόνην ᾔδε‐ σαν ἑαυτοῖς σωτηρίαν ὑπάρχουσαν, εἰ τὰ τολμηθέντα αὑτοῖς αὐξήσαιεν ἔργοις μείζοσι καὶ κοινωνὸν τοῦ κιν‐ | |
5 | δύνου τὸν ἡγούμενον τοῦ ἔθνους παραλάβοιεν, πᾶν τε τὸ ἔθνος ἀναπείσαιεν ἐς ἀπόστασιν· ὅπερ ᾔδεσαν πάλαι | |
7.5.2 | μὲν εὔχεσθαι μίσει Μαξιμίνου, φόβῳ δὲ κωλύεσθαι. σὺν παντὶ τοίνυν τῷ πλήθει ἤδη μεσαζούσης ἡμέρας ἐπίασιν ἐπὶ τὴν τοῦ ἀνθυπατεύοντος οἰκίαν. Γορδιανὸς δὲ ἦν ὄνομα, κλήρῳ μὲν τὴν ἀνθυπατείαν λαχών, πρεσβύτης | 185 |
5 | δὲ ἐς ἔτος ἤδη περί που ὀγδοηκοστὸν ἐληλακώς, πολλῶν δὲ πρότερον ἄρξας ἐθνῶν ἔν τε πράξεσι μεγίσταις ἐξε‐ τασθείς. ὅθεν αὐτόν τε ἡδέως ὑποδέξεσθαι τὴν ἀρχὴν ᾤοντο ὥσπερ κορυφαῖον τέλος τῶν προγενομένων πρά‐ ξεων, τήν τε σύγκλητον καὶ τὸν Ῥωμαίων δῆμον ἀσμένως | |
10 | δέξεσθαι ἄνδρα εὖ γεγονότα καὶ ἐκ πολλῶν ἡγεμονιῶν | |
7.5.3 | ὥσπερ κατ’ ἀκολουθίαν ἐπὶ τοῦτο ἐλθόντα. συνέβαινε δὲ ἐκείνης τῆς ἡμέρας, ἧς ταῦτα ἐπράττετο, οἴκοι τὸν Γορδιανὸν διατρίβειν ἡσυχάζοντα, δεδωκότα τοῖς καμά‐ τοις ἀνάπαυλαν ἀργίαν τε ταῖς πράξεσιν. οἱ δὲ νεανίσκοι | |
5 | ξιφήρεις σὺν παντὶ τῷ πλήθει, βιασάμενοι τοὺς ταῖς αὐλείαις ἐφεστῶτας, εἰσπηδήσαντες καταλαμβάνουσιν αὐ‐ τὸν ἐπί τινος σκιμποδίου ἀναπαυόμενον, περιστάντες δὲ χλαμύδι πορφυρᾷ περιβάλλουσι σεβασμίαις τε τιμαῖς | |
7.5.4 | προσαγορεύουσιν. ὃ δὲ τῷ παραδόξῳ τοῦ πράγματος ἐκπλαγείς, ἐνέδραν καὶ συσκευὴν ἐξ ἐπιβουλῆς καθ’ ἑαυ‐ τοῦ νομίζων, ῥίψας ἀπὸ τοῦ σκίμποδος ἐς γῆν αὑτὸν ἐδεῖτο φείδεσθαι γέροντος μηδὲν αὐτοὺς ἀδικήσαντος, | |
5 | σώζειν δὲ τὴν πίστιν καὶ τὴν εὔνοιαν τῷ βασιλεύοντι. ἐπεὶ δὲ οἳ μὲν ξιφήρεις ἐνέκειντο, ἐκεῖνος δὲ ὑπὸ δέους καὶ ἀγνοίας οὐκ ᾔδει τὸ πεπραγμένον οὐδὲ τὸ τῆς παρ‐ ούσης τύχης αἴτιον, εἷς τῶν νεανίσκων, ὃς ἦν αὐτῶν γένει καὶ δυνάμει λόγων προύχων, τοὺς λοιποὺς κατα‐ | |
10 | σιγάσας ἡσυχάζειν τε προστάξας, ἔχων πρόκωπον τὴν | |
7.5.5 | δεξιὰν ἔλεξε πρὸς αὐτὸν τοιάδε· „δύο κινδύνων προκει‐ μένων, τοῦ μὲν παρόντος τοῦ δὲ μέλλοντος, καὶ τοῦ μὲν ἤδη προδήλου τοῦ δὲ ἐν ἀμφιβόλῳ τύχῃ, ἑλέσθαι σε δεῖ σήμερον σώζεσθαι μεθ’ ἡμῶν καὶ πιστεῦσαι σεαυτὸν ἐλ‐ | 186 |
5 | πίδι κρείττονι, ᾗ πάντες πεπιστεύκαμεν, ἢ τεθνάναι ἤδη πρὸς ἡμῶν. εἰ μὲν οὖν τὰ παρόντα ἕλοιο, πολλὰ τὰ ἐφό‐ δια ἐς ἀγαθὰς ἐλπίδας, τό τε Μαξιμίνου παρὰ πᾶσι μῖ‐ σος, πόθος τε τυραννίδος ὠμῆς ἀπαλλάξεως, καὶ ἐν ταῖς προγενομέναις πράξεσιν εὐδοκίμησις, ἔν τε συγκλήτῳ | |
10 | καὶ τῷ Ῥωμαίων δήμῳ γνῶσις οὐκ ἄσημος καὶ τιμὴ ἔν‐ | |
7.5.6 | δοξος ἀεί. ἀντειπόντι δέ σοι καὶ μὴ συμπνεύσαντι ἡμῖν σήμερον τέλος ἐπικείσεται· ἀπολούμεθα δὲ καὶ αὐτοί, εἰ δέοι, προαπολέσαντες 〈σέ〉. ἔργον γὰρ ἡμῖν τετόλμηται μείζονος ἀπογνώσεως δεόμενον· κεῖται γὰρ ὁ τῆς τυρ‐ | |
5 | ρανίδος ὑπηρέτης, καὶ δίκας ὠμότητος παρέσχε φονευ‐ θεὶς ὑφ’ ἡμῶν. ἐφ’ οἷς ἢν μὲν ἡμῖν συνάρῃ καὶ κοι‐ νωνὸς τῶν κινδύνων γένῃ, αὐτός τε τῆς ἐν βασιλείᾳ τιμῆς ἀπολαύσεις, τό τε ἡμῖν προκείμενον ἔργον ἐπαι‐ νεθήσεται καὶ οὐ κολασθήσεται.“ | |
7.5.7 | τοιαῦτά τινα λέγοντος τοῦ νεανίσκου οὐκ ἀνασχόμενον τὸ λοιπὸν πλῆθος, συνδραμόντων ἤδη καὶ πάντων τῶν κατὰ τὴν πόλιν ἐπειδὴ διεφοίτησεν ἡ φήμη, Σεβαστὸν Γορδιανὸν ἀναγορεύει. παραιτούμενος δὲ καὶ γῆρας προ‐ | |
5 | ϊσχόμενος ἐκεῖνος, ἄλλως δὲ φιλόδοξος ὤν, οὐδὲ ἀηδῶς ὑπέστη, ἑλόμενος μᾶλλον τὸν μέλλοντα κίνδυνον ἢ τὸν παρόντα, ἔν τε γήρᾳ ἐσχάτῳ οὐ πάνυ τι δεινὸν νομίζων, | |
7.5.8 | εἰ δέοι, ἐν βασιλικαῖς τιμαῖς καὶ τελευτῆσαι. πᾶν δὴ τὸ | |
Λιβύων ἔθνος εὐθέως ἐδεδόνητο, καὶ τὰς μὲν τοῦ Μαξι‐ μίνου τιμὰς καθῄρουν, εἰκόσι δὲ καὶ ἀνδριᾶσι Γορδιανοῦ τὰς πόλεις ἐκόσμουν, τῷ τε κυρίῳ αὐτοῦ ὀνόματι προσ‐ | 187 | |
5 | θέντες Ἀφρικανὸν ἐκάλεσαν ἀφ’ ἑαυτῶν· οὕτω γὰρ Λίβυες 〈οἱ〉 ὑπὸ μεσημβρίαν τῇ Ῥωμαίων φωνῇ κα‐ λοῦνται. | |
7.6.1 | ὁ δὲ Γορδιανὸς ἐνδιατρίψας τῇ Θύστρῳ, ἔνθα ταῦτα ἐπράχθη, ἡμερῶν τινῶν, ἤδη φέρων βασιλέως ὄνομα καὶ σχῆμα, ἀπάρας [τε] τῆς Θύστρου ἐς τὴν Καρχηδόνα ἠπείχθη, ἣν ᾔδει μεγίστην τε οὖσαν καὶ πολυάνθρωπον, | |
5 | ἵν’ ὥσπερ ἐν Ῥώμῃ πάντα πράττοι· ἡ γὰρ πόλις ἐκείνη καὶ δυνάμει χρημάτων καὶ πλήθει τῶν κατοικούντων καὶ μεγέθει μόνης Ῥώμης ἀπολείπεται, φιλονεικοῦσα πρὸς τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρου πόλιν περὶ δευτερείων. | |
7.6.2 | εἵπετο δὲ αὐτῷ πᾶσα ἡ βασιλικὴ πομπή, τῶν μὲν στρα‐ τιωτῶν, οἵτινες ἦσαν ἐκεῖ, καὶ τῶν κατὰ τὴν πόλιν ἐπι‐ μηκεστέρων νεανίσκων ἐν σχήματι τῶν κατὰ τὴν Ῥώμην δορυφόρων προϊόντων· αἵ τε ῥάβδοι ἐδαφνηφόρουν, ὅπερ | |
5 | ἐστὶ σύμβολον ἐς τὸ διαγνῶναι τὰς βασιλικὰς ἀπὸ τῶν ἰδιωτικῶν, τὸ δὲ πῦρ προεπόμπευεν, ὡς ὄψιν καὶ τύχην ἔχειν πρὸς ὀλίγον, ὥσπερ ἐν εἰκόνι, τῆς Ῥώμης τῶν Καρ‐ χηδονίων τὴν πόλιν. | |
7.6.3 | ὅ τε Γορδιανὸς γράμματά τε πάμπλειστα ἐκπέμπει πρὸς ἕκαστον τῶν κατὰ τὴν Ῥώμην πρωτεύειν δοκούν‐ των, τοῖς τε τῆς συγκλήτου δοκιμωτάτοις ἐπιστέλλει, ὧν ἦσαν αὐτῷ πλεῖστοι φίλοι τε καὶ συγγενεῖς. ἐποίησε δὲ | |
5 | καὶ δημόσια γράμματα πρός τε τὸν Ῥωμαίων δῆμον καὶ | |
τὴν σύγκλητον, δι’ ὧν τήν τε Λιβύων ἐδήλου ἐς ἑαυτὸν σύμπνοιαν, τῆς τε Μαξιμίνου ὠμότητος κατηγόρει σφο‐ | 188 | |
7.6.4 | δρότατα εἰδὼς μισουμένην, αὐτός τε πᾶσαν πραότητα ὑπισχνεῖτο, συκοφάντας τε πάντας φυγαδεύων καὶ παλιν‐ δικίαν διδοὺς τοῖς ἀδίκως κατακριθεῖσι, τούς τε φυγά‐ δας ἐς τὰς πατρίδας ἐπανάγων· τοῖς δὲ στρατιώταις ὑπέ‐ | |
5 | σχετο ἐπίδοσιν χρημάτων ὅσην οὐδεὶς πρότερον, τῷ τε δήμῳ νομὰς ἐπήγγειλε. προυνοήσατο δὲ τοῦ πρότερον ἀναιρεθῆναι τὸν κατὰ τὴν Ῥώμην τῶν στρατοπέδων προ‐ εστῶτα· Βιταλιανὸς δὲ ἦν ὄνομα αὐτῷ. τοῦτον ᾔδει τρα‐ χύτατα καὶ ὠμότατα πράττοντα, φίλτατόν τε ὄντα καὶ | |
7.6.5 | καθωσιωμένον τῷ Μαξιμίνῳ. ὑποπτεύων οὖν μὴ τοῖς πραττομένοις γενναίως ἀντιστῇ καὶ τῷ ἐκείνου φόβῳ μηδεὶς αὐτῷ συνάρηται, πέμπει τὸν ταμίαν τοῦ ἔθνους, νεανίσκον φύσει εὔτολμον καὶ τὸ σῶμα οὐκ ἀγεννῆ καὶ | |
5 | τὴν ἡλικίαν ἀκμάζοντα, πρόθυμόν τε ἐς τὸν ὑπὲρ ἑαυ‐ τοῦ κίνδυνον, παραδοὺς αὐτῷ ἑκατοντάρχας καὶ στρα‐ τιώτας τινάς, οἷς ἔδωκε κατασεσημασμένα γράμματα ἐν πτυκτοῖς πίναξι, δι’ ὧν τὰ ἀπόρρητα καὶ κρυπτὰ ἀγγέλ‐ | |
7.6.6 | ματα τοῖς βασιλεῦσιν ἐπιστέλλεται. κελεύει δὲ αὐτοῖς πρὸ τῆς ἕω ἐς τὴν Ῥώμην κατελθοῦσιν ἐπιστῆναι ἔτι δικάζοντι καὶ ἀνακεχωρηκότι τῷ Βιταλιανῷ ἐν τῷ τοῦ δικαστηρίου οἰκίσκῳ, ἔνθα μόνος τὰ ἀπόρρητα καὶ κρυπτὰ | |
5 | δοκοῦντα ὑπὲρ σωτηρίας τοῦ βασιλέως ἠρεύνα τε καὶ ἐξήταζε, δηλῶσαί τε ὅτι φέρουσι γράμματα πρὸς Μαξι‐ μίνου ἀπόρρητα, ἐπὶ τοῦτό τε παρ’ αὐτοῦ πεμφθῆναι | |
7.6.7 | ὑπὲρ ἀσφαλείας τοῦ βασιλέως· προσποιήσασθαι δὲ βού‐ | |
λεσθαι καὶ διαλεχθῆναι αὐτῷ ἰδιαίτερον ἀπαγγεῖλαί τε τὰ ἐντεταλμένα· διασχολουμένῳ δὲ ἐκείνῳ περὶ τὴν τῶν σφραγίδων ἐπίγνωσιν προσποιουμένους ὡς δὴ ἐροῦν‐ | 189 | |
5 | τάς τι, οἷς εἶχον ὑποκολπιδίοις ξίφεσι φονεῦσαι. ἅπερ πάντα προυχώρησεν ὡς ἐκέλευσεν. ἔτι γὰρ νυκτὸς οὔσης, ὥσπερ ἐκεῖνος εἰώθει πρὸ ἡμέρας προϊέναι, ἐπέστησαν | |
7.6.8 | αὐτῷ ἰδιάζοντι, μηδὲ πολλοῦ πλήθους παρόντος· οἳ μὲν γὰρ οὐδὲ προεληλύθεσαν, οἳ δὲ προσαγορεύσαντες πρὸ ἡμέρας ἀνακεχωρήκεσαν, ἡσυχίας τε οὖν οὔσης ὀλίγων τε πρὸ τοῦ οἰκίσκου, δηλώσαντες αὐτῷ τὰ προειρημένα | |
5 | ῥᾳδίως εἰσεδέχθησαν· ἐπιδόντες δὲ τὰ γράμματα, ἐκείνου ταῖς σφραγῖσι τὰς ὄψεις ἐπιβάλλοντος προβαλόντες τὰ ξιφίδια καὶ παίσαντες φονεύουσιν, ἔχοντές τε αὐτὰ πρό‐ | |
7.6.9 | κωπα προπηδῶσιν. οἱ δὲ παρόντες ἐκπλαγέντες ἀνεχώ‐ ρησαν, οἰόμενοι Μαξιμίνου τὴν κέλευσιν εἶναι· καὶ γὰρ ἐποίει τοῦτο πολλάκις καὶ περὶ τοὺς δοκοῦντας εἶναι φιλτάτους. κατελθόντες δὲ διὰ μέσης τῆς ἱερᾶς ὁδοῦ προ‐ | |
5 | τιθέασι τὰ πρὸς τὸν δῆμον τοῦ Γορδιανοῦ γράμματα, τοῖς τε ὑπάτοις καὶ τοῖς λοιποῖς τὰ ἐπεσταλμένα διδόασι· διασκεδάννυταί τε ὑπ’ αὐτῶν φήμη ὡς ἄρα καὶ Μαξι‐ | |
7.7.1 | μῖνος εἴη ἀνῃρημένος. ὡς δὲ διεφοίτησε ταῦτα, εὐθέως πᾶς ὁ δῆμος ὥσπερ ἐνθουσιῶν διέθει πανταχοῦ· καὶ πάντες μὲν γὰρ ὄχλοι κοῦφοι πρὸς τὰ καινοτομούμενα, ὁ δὲ Ῥωμαίων δῆμος ἐν πλήθει μεγίστῳ καὶ ποικίλῳ | |
5 | συγκλύδων τε ἀνθρώπων πολὺ καὶ ῥᾴδιον ἔχει τὸ τῆς | |
7.7.2 | γνώμης εὐκίνητον. ἀνδριάντες οὖν καὶ εἰκόνες τιμαί τε πᾶσαι τοῦ Μαξιμίνου κατεσπῶντο, καὶ τὸ κρυπτὸν πρό‐ τερον διὰ φόβον μῖσος ἀδεὲς καὶ αὐτεξούσιον γενόμενον | |
ἀκωλύτως ἐξεχεῖτο. ἥ τε σύγκλητος συνελθοῦσα πρὶν τὸ | 190 | |
5 | ἀκριβὲς εἰδέναι περὶ τοῦ Μαξιμίνου, ἐκ τῆς παρούσης τύχης τὰ μέλλοντα πιστεύσαντες τὸν Γορδιανὸν ἅμα τῷ υἱῷ Σεβαστοὺς ἀναγορεύουσι, τὰς δὲ τοῦ Μαξιμίνου τι‐ | |
7.7.3 | μὰς ἀνατρέπουσι. συκοφάνται τε οὖν καὶ οἱ γενόμενοι τινῶν κατήγοροι ἢ ἔφευγον ἢ ὑπὸ τῶν ἀδικηθέντων ἀνῃροῦντο, ἐπίτροποί τε καὶ δικασταὶ οἱ τῆς ἐκείνου ὠμότητος ὑπηρέται συρέντες ὑπὸ τοῦ ὄχλου ἐς τοὺς ὀχε‐ | |
5 | τοὺς ἐρριπτοῦντο. φόνος τε οὐκ ὀλίγος ἐγένετο καὶ μη‐ δὲν ἀδικησάντων ἀνθρώπων· δανειστὰς γὰρ ἑαυτῶν ἢ καὶ ἀντιδίκους ἐν πράγμασιν ἀγοραίοις, καὶ εἴ τις πρός τινα βραχεῖαν αἰτίαν εἶχε μίσους, ἐπαναβαίνοντες ταῖς οἰκήσεσιν ἀπροσδοκήτως, ἐπηρεάζοντες ὡς συκοφάντας | |
7.7.4 | ἐσύλησάν τε καὶ ἐφόνευσαν. ἐν προσχήματι ἐλευθερίας ἀδείας τε εἰρηνικῆς ἔργα πολέμου ἐμφυλίου ἐγένετο, ὡς καὶ τὸν τῆς πόλεως ἐπάρχοντα μετὰ πράξεις πολλὰς ὑπα‐ τικάς (Σαβῖνος δὲ ἦν ὄνομα αὐτῷ), βουλόμενον κωλῦ‐ | |
5 | σαι τὰ γινόμενα, ξύλῳ παισθέντα κατὰ τοῦ κρανίου τε‐ λευτῆσαι. καὶ ὁ μὲν δῆμος ἐν τούτοις ἦν, ἡ δὲ σύγκλητος ἅπαξ ἀναρριφθέντος κινδύνου φόβῳ τοῦ Μαξιμίνου πάντα | |
7.7.5 | ἔπραττεν ἐς τὸ ἀποστῆσαι αὐτοῦ τὰ ἔθνη. πρεσβεῖαι τοίνυν πανταχοῦ πρὸς πάντας ἡγουμένους ἐξεπέμφθησαν, ἐπιλεχθέντων ἀνδρῶν ἔκ τε τῆς συγκλήτου αὐτῆς καὶ τοῦ ἱππικοῦ τάγματος οὐκ ἀδοκίμων, γράμματά τε πρὸς | |
5 | πάντας τὴν Ῥωμαίων καὶ τῆς συγκλήτου γνώμην δη‐ λοῦντα, προτρέποντά τε τοὺς 〈μὲν〉 ἡγουμένους συναί‐ ρεσθαι τῇ κοινῇ πατρίδι καὶ συνεδρίῳ †βουλεύουσι, τὰ δ’ ἔθνη πείθεσθαι Ῥωμαίοις, ὧν δημόσιον ἄνωθεν τὸ | |
7.7.6 | κράτος ἐστίν, αὐτά τε φίλα καὶ ὑπήκοα ἐκ προγόνων. οἱ πλεῖστοι μὲν οὖν προσήκαντο τὴν πρεσβείαν, καὶ τὰ ἔθνη ἀποστήσαντες ῥᾳδίως μίσει τῆς Μαξιμίνου τυραν‐ νίδος, τούς τε ἐκεῖσε πράττοντας, εἰ τὰ Μαξιμίνου φρο‐ | 191 |
5 | νοῖεν, ἀποκτείναντες προσέθεντο Ῥωμαίοις· ὀλίγοι δέ τινες ἢ διεχρήσαντο τοὺς ἐλθόντας πρέσβεις ἢ μετὰ φρου‐ ρᾶς πρὸς ἐκεῖνον παρέπεμψαν, οὓς συλλαμβάνων ὠμῶς ἐκόλαζεν. | |
7.8.1 | τὰ μὲν κατὰ τὴν Ῥωμαίων πόλιν τε καὶ γνώμην τοι‐ αῦτα ἦν· ὡς δ’ ἀπηγγέλη τῷ Μαξιμίνῳ τὰ πεπραγμένα, σκυθρωπός τε ἦν καὶ ἐν μεγάλαις φροντίσι, προσεποιεῖτο δὲ αὐτῶν καταφρονεῖν. τῆς μὲν οὖν πρώτης καὶ δευτέ‐ | |
5 | ρας ἡμέρας ἔνδον ἔμεινεν ἡσυχάζων καὶ τοῖς φίλοις περὶ | |
7.8.2 | τοῦ πρακτέου κοινούμενος. τὸ δὲ στρατόπεδον πᾶν τὸ σὺν αὐτῷ οἵ τε ἐπέκεινα πάντες ἄνθρωποι ἔγνωσαν μὲν τὰ διαγγελθέντα, καὶ διοίδαινον πᾶσιν αἱ ψυχαὶ τηλι‐ κούτων ἔργων εὐτόλμῳ καινοτομίᾳ, οὐδέ τις πρός τινα | |
5 | ἔλεγέ τι οὔτ’ εἰδέναι τι προσεποιεῖτο· τοσοῦτος γὰρ ἦν ὁ Μαξιμίνου φόβος ὡς μηδὲν αὐτὸν λανθάνειν, παρα‐ φυλάττεσθαι δὲ πάντων οὐ μόνον τὰ διὰ φωνῆς καὶ γλώττης προφερόμενα ἀλλὰ καὶ τὰ δι’ ὄψεως νεύματα. | |
7.8.3 | ὁ μέντοι Μαξιμῖνος συγκαλέσας πάντα τὸν στρατὸν ἐς τὸ πρὸ τῆς πόλεως πεδίον, προελθών τε τῆς τρίτης ἡμέ‐ ρας ἀνελθών τε ἐπὶ τὸ βῆμα, ἐπιφερόμενος τὸ βιβλίον ὅπερ ἦσαν αὐτῷ συντάξαντές τινες τῶν φίλων, ἐξ ἀν‐ | |
5 | αγνώσεως ἔλεξε τοιάδε· | |
7.8.4 | „ἄπιστα μὲν οἶδα καὶ παράδοξα λέξων πρὸς ὑμᾶς, ὡς δὲ ἐγὼ οἴομαι, οὐ θαύματος ἀλλὰ χλεύης καὶ γέλωτος | |
ἄξια. ὅπλα ἐφ’ ὑμᾶς καὶ τὴν ὑμετέραν ἀνδρείαν οὐ Γερ‐ μανοὶ αἴρονται, οὓς πολλάκις ἐνικήσαμεν, οὐ Σαυρομά‐ | 192 | |
5 | ται οἱ περὶ εἰρήνης ἑκάστοτε ἱκετεύοντες· Πέρσαι τε οἱ πάλαι Μεσοποταμίαν κατατρέχοντες νῦν ἡσυχάζουσιν, ἀγαπητῶς ἔχοντες τὰ ἑαυτῶν, δόξης τε τῆς ὑμετέρας ἐν τοῖς ὅπλοις ἀρετῆς [τε], πείρᾳ τῶν ἐμῶν πράξεων, ἃς ἔγνωσαν ὅτε τῶν ἐπὶ ταῖς ὄχθαις στρατοπέδων ἡγούμην, | |
7.8.5 | ἀνεχούσης αὐτούς. ἀλλὰ γὰρ (μή τι ἄρα καὶ καταγέλαστον εἰπεῖν) Καρχηδόνιοι μεμήνασι, καὶ πρεσβύτην ἄθλιον, ἐν ἐσχάτῳ γήρᾳ παραφρονοῦντα, πείσαντες ἢ βιασάμενοι ὥσπερ ἐν πομπαῖς παίζουσι βασιλείαν, τίνι θαρροῦντες | |
5 | στρατῷ, παρ’ οἷς ἐς τὴν τοῦ ἡγουμένου ὑπηρεσίαν ἀρ‐ κοῦσι ῥαβδοῦχοι; ποῖα φέροντες ὅπλα, παρ’ οἷς οὐδὲν πλὴν δορατίων οἷς πρὸς θηρία μονομαχοῦσι; τὰ πολε‐ μικὰ αὐτοῖς γυμνάσια χοροὶ καὶ σκώμματα καὶ ῥυθμοί. | |
7.8.6 | μηδέ τινα ὑμῶν ἐκπληττέτω τὰ κατὰ Ῥώμην ἀγγελθέντα. Βιταλιανὸς μὲν ἀνῃρέθη δόλῳ καὶ ἀπάτῃ ληφθείς, τοῦ δὲ Ῥωμαίων δήμου τὸ κοῦφον καὶ εὐμετάβολον οὐκ ἀγνοεῖτε καὶ μέχρι βοῆς θρασύ· εἰ δύο ἢ τρεῖς ὁπλίτας | |
5 | ἴδοιεν μόνον, ὑπ’ ἀλλήλων ὠθούμενοί τε καὶ πατούμε‐ νοι, φεύγων ἕκαστος τὸν ἴδιον κίνδυνον τοῦ κοινοῦ | |
7.8.7 | ἀμελῶς ἔχει. εἰ δὲ καὶ τὰ τῆς συγκλήτου τις ὑμῖν διήγ‐ γειλε, μὴ θαυμάζετε εἰ τὸ μὲν ἡμέτερον σῶφρον τραχὺ αὐτοῖς δοκεῖ, τὸ δ’ ὁμότροπον ἐν ἀκολάστῳ βίῳ ἐκείνου προτιμᾶται, καὶ τὰ μὲν ἀνδρεῖα καὶ σεμνὰ τῶν ἔργων | |
5 | φοβερὰ προσαγορεύουσι, τὰ δ’ ἀνειμένα καὶ ἐκβεβακχευ‐ μένα ὡς ἥμερα δι’ ἡδονῆς ἔχουσι· διόπερ πρὸς τὴν ἐμὴν ἀρχὴν οὖσαν ἐπιστρεφῆ καὶ κόσμιον ἀλλοτρίως διάκειν‐ ται, ἥσθησαν δὲ τῷ Γορδιανοῦ ὀνόματι, οὗ τὸν διαβε‐ | |
7.8.8 | βλημένον βίον οὐκ ἀγνοεῖτε. πρὸς τούτους καὶ τοιούτους ἡμῖν ὁ πόλεμος, εἴ τις οὕτως αὐτὸν καλεῖν βούλοιτο. ἐγὼ μὲν γὰρ ἡγοῦμαι ὡς οἱ πλεῖστοι καὶ σχεδὸν πάντες, εἰ μόνον Ἰταλίας ἐπιβαίημεν, ἱκετηρίους θαλλοὺς καὶ | 193 |
5 | τέκνα προτείναντες ὑποστρώσουσιν αὑτοὺς τοῖς ἡμετέροις ποσίν, οἱ δὲ λοιποὶ διὰ δειλίαν καὶ φαυλότητα φεύξον‐ ται, ὡς ὑπάρξαι ἐμοί τε [καὶ] ὑμῖν τὰ ἐκείνων πάντα δοῦναι, ὑμῖν τε ἀδεῶς λαβοῦσι καρποῦσθαι.“ | |
7.8.9 | τοιαῦτά τινα εἰπών, βλάσφημά τε πολλὰ ἐς τὴν Ῥώμην καὶ τὴν σύγκλητον δι’ ὧν παρεφθέγγετο ἀπορρίψας, ταῖς τε διὰ χειρὸς ἀπειλαῖς καὶ τραχέσι προσώπου νεύ‐ μασιν ὡς πρὸς παρόντας ὀργισθείς, ἐπαγγέλλει τὴν ἐπ’ | |
5 | Ἰταλίαν ἔξοδον. διανείμας τε αὐτοῖς πάμπλειστα χρή‐ ματα, μιᾶς ἡμέρας διαλιπών, τῆς ὁδοῦ εἴχετο, πολύ τι πλῆθος ἐπαγόμενος στρατοῦ, τήν τε ὑπὸ Ῥωμαίοις δύ‐ | |
7.8.10 | ναμιν. εἵπετο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ εὐκαταφρό‐ νητος ἀριθμός, οὓς τοῖς ὅπλοις κεχείρωτο ἢ πείσας ἐς φιλίαν καὶ συμμαχίαν ἐπῆκτο, μηχαναί τε καὶ πολεμικὰ ὄργανα, καὶ ὅσα πρὸς τοὺς βαρβάρους ἰὼν ἐπεφέρετο. | |
5 | αὐτὸς μὲν σχολαιτέραν τὴν ὁδοιπορίαν ἐποιεῖτο διὰ τὴν τῶν ὀχημάτων καὶ ἐπιτηδείων πανταχόθεν συγκομιδήν· | |
7.8.11 | αἰφνιδίου γὰρ γενομένης τῆς ἐπ’ Ἰταλίαν ὁδοῦ, οὐκ ἐκ προνοίας, ὥσπερ εἰώθει, ἀλλ’ ἐξ αὐτοσχεδίου καὶ ἐπει‐ γούσης ὑπηρεσίας τὰ χρειώδη τῷ στρατῷ ἠθροίζετο ἔδοξεν οὖν αὐτῷ προπέμψαι τὰς τῶν Παιόνων φάλαγ‐ | |
5 | γας· ἐκείνοις γὰρ μάλιστα ἐπίστευεν, οἵπερ αὐτὸν καὶ πρῶτοι ἀνεῖπον βασιλέα ἐθελονταί τε ὑπὲρ αὐτοῦ κιν‐ δυνεύσειν ὑπισχνοῦντο. ἐκέλευσεν οὖν αὐτοῖς φθάσαι τὴν λοιπὴν δύναμιν καὶ τὰ ἐν Ἰταλίᾳ χωρία προκατα‐ | |
λαβεῖν. | 194 | |
7.9.1 | καὶ οἱ μὲν περὶ τὸν Μαξιμῖνον ὡδοιπόρουν, ἐν δὲ τῇ Καρχηδόνι οὐχ ὡς ἠλπίκεσαν τὰ πράγματα προυχώρει. Καπελιανὸς γὰρ ἦν τις ὄνομα, τῶν ἀπὸ συγκλήτου, ἡγεῖτο δὲ Μαυρουσίων τῶν ὑπὸ Ῥωμαίοις, Νομάδων δὲ | |
5 | καλουμένων. τὸ δὲ ἔθνος στρατοπέδοις πέφρακτο διὰ τὸ περικείμενον πλῆθος Μαυρουσίων τῶν βαρβάρων, | |
7.9.2 | ὡς ἂν ἐπέχοι αὐτῶν τὰς ἐξ ἐπιδρομῆς ἁρπαγάς. εἶχεν οὖν ὑφ’ ἑαυτῷ δύναμιν οὐκ εὐκαταφρόνητον στρατιω‐ τικήν. πρὸς δὴ τὸν Καπελιανὸν τοῦτον ὁ Γορδιανὸς ἀπεχθῶς διέκειτο ἄνωθεν ἔκ τινος ἀγοραίου διαφορᾶς. | |
5 | τότε τοίνυν ἐν τῷ τῆς βασιλείας γενόμενος ὀνόματι διάδοχόν τε αὐτῷ ἔπεμψε καὶ τοῦ ἔθνους ἐξελθεῖν ἐκέ‐ | |
7.9.3 | λευσεν. ὃ δὲ πρός τε ταῦτα ἀγανακτήσας, τῷ τε Μαξι‐ μίνῳ καθωσιωμένος, ὑφ’ οὗ καὶ τὴν ἡγεμονίαν πεπί‐ στευτο, πάντα τὸν στρατὸν ἀθροίσας ἀναπείσας τε Μα‐ ξιμίνῳ τηρεῖν τὴν πίστιν καὶ τὸν ὅρκον, κατῆλθεν ἐπὶ | |
5 | τὴν Καρχηδόνα δύναμιν ἄγων μεγίστην τε καὶ γενναίων ἀνδρῶν ἡλικίαις ἀκμάζουσαν, καὶ παντοδαπῇ ὅπλων παρασκευῇ ἐξηρτυμένην, ἐμπειρίᾳ τε πολεμικῇ καὶ τῆς πρὸς τοὺς βαρβάρους μάχης συνηθείᾳ ἑτοίμην πρὸς μάχας. | |
7.9.4 | ὡς δὲ ἀπηγγέλη τῷ Γορδιανῷ ὁ στρατὸς προσιὼν τῇ πόλει, αὐτός τε ἐν ἐσχάτῳ δέει ἦν, οἵ τε Καρχηδόνιοι ταραχθέντες, οἰόμενοι ἐν πλήθει ὄχλου, οὐκ ἐν εὐταξίᾳ στρατοῦ τὸ εὔελπι τῆς νίκης εἶναι, πανδημεὶ πάντες | |
5 | ἐξίασιν ὡς δὴ τῷ Καπελιανῷ ἀντιταξόμενοι. Γορδια‐ | |
νὸς μὲν οὖν ὁ πρεσβύτης, ὥς τινές φασιν, ἅμα 〈τὸν Καπελιανὸν〉 τῷ τῆς Καρχηδόνος ἐπιβῆναι ἐν ἀπο‐ γνώσει γενόμενος, ἐννοῶν τὴν δύναμιν Μαξιμίνου, οὐ‐ δὲν δὲ ὁρῶν ἐν Λιβύῃ ἀξιόμαχον ἰσόρροπον, ἀνήρτη‐ | 195 | |
7.9.5 | σεν ἑαυτὸν βρόχῳ· κρυπτομένης δὲ αὐτοῦ τῆς τελευτῆς τὸν υἱὸν αὐτοῦ στρατηγήσοντα δὴ τοῦ πλήθους εἵλοντο. γενομένης δὲ συμβολῆς οἱ μὲν Καρχηδόνιοι ὄχλῳ πλείους ἦσαν, ἄτακτοι δὲ καὶ πολεμικῶν ἔργων ἀπαίδευτοι ἅτε | |
5 | ἐν εἰρήνῃ βαθείᾳ τεθραμμένοι ἑορταῖς τε καὶ τρυφαῖς σχολάζοντες ἀεί, γυμνοί τε ὅπλων καὶ ὀργάνων πολε‐ | |
7.9.6 | μικῶν. ἕκαστος δὲ ἐπεφέρετο οἴκοθεν ἢ ξιφίδιον ἢ πέ‐ λεκυν δοράτιά τε ἐκ κυνηγεσίων· βύρσας τε τὰς ἐμπε‐ σούσας περιτεμόντες καὶ ξύλα καταπρίσαντες ἐς τὰ πα‐ ρατυχόντα σχήματα, ὡς ἕκαστος ἐδύνατο, πρόβλημα τοῦ | |
5 | σώματος ἐποιεῖτο. οἱ δὲ Νομάδες ἀκοντισταί τε εὔστο‐ χοι καὶ ἱππεῖς ἄριστοι, ὡς καὶ χαλινῶν ἄνευ ῥάβδῳ | |
7.9.7 | μόνῃ τὸν δρόμον τῶν ἵππων κυβερνᾶν. ῥᾷστα οὖν ἐτρέ‐ ψαντο τῶν Καρχηδονίων τὸ πλῆθος, οἵπερ οὐχ ὑπομεί‐ ναντες αὐτῶν τὴν ἐμβολήν, πάντα ῥίψαντες, ἔφυγον· ὠθούμενοι δὲ ὑπ’ ἀλλήλων καὶ πατούμενοι, πλείους | |
5 | ὑπὸ τοῦ οἰκείου πλήθους ἐφθάρησαν ἢ πρὸς τῶν πολε‐ μίων. ἔνθα καὶ ὁ τοῦ Γορδιανοῦ υἱὸς ἀπώλετο οἵ τε περὶ αὐτὸν πάντες, ὡς διὰ πλῆθος πτωμάτων μήτε νε‐ κρῶν ἀναίρεσιν πρὸς ταφὴν γενέσθαι δυνηθῆναι μήτε τὸ | |
7.9.8 | τοῦ νέου Γορδιανοῦ σῶμα εὑρεθῆναι. οἱ μὲν γὰρ φεύ‐ γοντες, ὅσοι τε ἦσαν εἰσρυέντες ἐς τὴν Καρχηδόνα ὅσοι τε λαθεῖν ἠδυνήθησαν, σκεδασθέντες ἐς πᾶσαν τὴν πόλιν, οὖσαν μεγίστην τε καὶ πολυάνθρωπον, ὀλίγοι ἐκ πολλῶν | |
5 | ἐσώθησαν· τὸ δὲ λοιπὸν πλῆθος περὶ ταῖς πύλαις στε‐ | |
νοχωρούμενον, παρεισδῦναι σπουδάζοντος ἑκάστου, βαλ‐ λόμενον τε ὑπὸ τῶν ἀκοντιστῶν καὶ τιτρωσκόμενον ὑπὸ | 196 | |
7.9.9 | τῶν ὁπλιτῶν διεφθείρετο. πολλὴ δὲ οἰμωγὴ κατὰ τὴν πόλιν γυναικῶν τε καὶ παιδίων, ὧν ἐν ὄψει οἱ φίλτατοι ἀπώλοντο. ἕτεροι δέ φασιν, ὡς δὴ ταῦτα οἴκοι μεμενη‐ κότι διὰ γῆρας τῷ πρεσβύτῃ Γορδιανῷ ἀπηγγέλη ὅ τε | |
5 | Καπελιανὸς εἰσελαύνων ἐς τὴν Καρχηδόνα ἐδηλώθη, ἐν ἀπογνώσει δὴ πάντων γενόμενος, εἰσελθὼν μόνος ἐς τὸν οἰκίσκον ὡς δὴ καθευδήσων, ἐξαρτήσας ἧς ἐπεφέ‐ ρετο ζώνης τὸν τράχηλον ἐν βρόχῳ, τοῦ βίου ἀνεπαύ‐ σατο. | |
7.9.10 | τοιούτῳ μὲν δὴ τέλει Γορδιανὸς ἐχρήσατο, βιώσας τὰ πρῶτα εὐδαιμόνως, ἐν εἰκόνι τε βασιλείας τελευτήσας· ὁ δὲ Καπελιανὸς ἐς Καρχηδόνα εἰσελθὼν πάντας τε τοὺς πρωτεύοντας ἀπέκτεινεν, εἴ τινες καὶ ἐσώθησαν ἐκ | |
5 | τῆς μάχης, ἐφείδετό τε οὔτε ἱερῶν συλήσεως οὔτε χρη‐ | |
7.9.11 | μάτων ἰδιωτικῶν τε καὶ δημοσίων ἁρπαγῆς. ἐπιών τε τὰς λοιπὰς πόλεις ὅσαι τὰς Μαξιμίνου τιμὰς καθῃρήκε‐ σαν, τοὺς μὲν ἐξέχοντας ἐφόνευε, τοὺς δὲ δημότας ἐφυ‐ γάδευεν, ἀγρούς τε καὶ κώμας ἐμπιπράναι λεηλατεῖν τε | |
5 | τοῖς στρατιώταις ἐπέτρεπε, προσποιούμενος μὲν τιμω‐ ρίαν εἰσπράττειν ἐφ’ οἷς ἐς Μαξιμῖνον ἡμαρτήκεσαν, λανθανόντως δὲ εὔνοιαν ἑαυτῷ παρὰ τῶν στρατιωτῶν μνώμενος, ἵν’ εἴ τι πταίσειεν τὰ Μαξιμίνου πράγματα, αὐτὸς ἔχων δύναμιν εὐνοοῦσαν τῆς ἀρχῆς ἀντιποιή‐ | |
10 | σαιτο. | |
7.10.1 | τὰ μὲν δὴ κατὰ τὴν Λιβύην ἐν τούτοις ἦν· ὡς δὲ ἐς τὴν Ῥώμην ἐδηλώθη ἡ τοῦ πρεσβύτου τελευτή, ἐν πολλῇ ταραχῇ καὶ ἀφασίᾳ ὅ τε δῆμος ἦν ἥ τε σύγκλητος | |
μάλιστα, Γορδιανοῦ τετελευτηκότος ἐς ὃν ἠλπίκεσαν· | 197 | |
5 | ἤδεσαν γὰρ ... αὐτὸν οὔτε φεισόμενον τινός· ὃς γὰρ καὶ φύσει ἀλλοτρίως καὶ ἀπεχθῶς πρὸς αὐτοὺς διέκειτο, τότε καὶ ἐπ’ εὐλόγοις αἰτίαις ὡς ὁμολογουμένοις ἐχθροῖς | |
7.10.2 | εἰκότως ὠργίζετο. ἔδοξεν οὖν συνελθεῖν καὶ περὶ τῶν πρακτέων σκέψασθαι, ἅπαξ τε ἀναρρίψαντας κίνδυνον πόλεμον ἄρασθαι, προστησαμένους ἑαυτῶν χειροτονη‐ θέντας βασιλέας, οὓς ἠθέλησαν μερίσαι τὴν ἀρχήν, ὡς | |
5 | μὴ παρ’ ἑνὶ οὖσα ἡ ἐξουσία ἐς τυραννίδα πάλιν ἐξοκείλῃ. συνῆλθον οὖν οὐκ ἐς τὸ σύνηθες συνέδριον ἀλλ’ ἐς τὸν τοῦ Διὸς νεὼν 〈τοῦ〉 Καπετωλίου, ὃν σέβουσι Ῥωμαῖοι ἐν | |
7.10.3 | ἀκροπόλει. συγκλείσαντες οὖν αὑτοὺς ἐν τῷ σηκῷ μόνους, ὥσπερ ὑπὸ μάρτυρι τῷ Διὶ καὶ συνέδρῳ ἐπισκόπῳ τε τῶν πραττομένων, ἐπιλεξάμενοι τῶν ἐν ἡλικίᾳ καὶ ἀξιώ‐ ματι προυχόντων οὓς ἐδοκίμαζον κατὰ ψηφοφορίαν, ἐχόν‐ | |
5 | των καὶ ἄλλων ψήφους, διακριθεισῶν τε καὶ τοῦ πλεί‐ στου τῆς γνώμης Μάξιμόν τε καὶ Βαλβῖνον ἀνειπόντος | |
7.10.4 | αὐτοκράτορας ἐποίησαν. τούτων δ’ ἦν ὁ μὲν Μάξιμος ἔν τε πολλαῖς στρατοπέδων ἀρχαῖς γενόμενος, τῆς τε Ῥωμαίων πόλεως ἕπαρχος καταστὰς ἀνεπιστρόφως τε ἄρξας, καὶ ἐν ὑπολήψει παρὰ τοῖς ὄχλοις φρενῶν τε καὶ | |
5 | ἀγχινοίας καὶ βίου σώφρονος, ὁ δὲ Βαλβῖνος γενόμενος μὲν εὐπατρίδης, ἐς δευτέραν τε ὑπατείαν ἐληλακὼς ἐθ‐ νῶν τε ἡγησάμενος ἀμέμπτως, τὸ δ’ ἦθος ἁπλούστερος. | |
7.10.5 | τῆς οὖν χειροτονίας ἐκείνους ἀνειπούσης Σεβαστοί τε ἀνηγορεύθησαν, καὶ πάσαις ταῖς βασιλικαῖς τιμαῖς ἡ | |
σύγκλητος διὰ δόγματος αὐτοὺς ἐκόσμησεν. ὁ δὲ δῆμος τούτων ἐν τῷ Καπετωλίῳ πραττομένων, | 198 | |
5 | εἴτε ὑποβαλόντων τινῶν Γορδιανοῦ φίλων καὶ οἰκείων εἴτε γνόντες ὑπὸ φήμης, παρειστήκεσαν ταῖς πύλαις, φράξαντες πᾶσαν τὴν ἐς τὸ Καπετώλιον ἄνοδον τῷ πλήθει τῶν ὄχλων, λίθους τε καὶ ξύλα ἐπεφέροντο, ἀν‐ τιπράττοντες τοῖς ὑπὸ τῆς συγκλήτου ἐψηφισμένοις, καὶ | |
7.10.6 | μάλιστα τὸν Μάξιμον παραιτούμενοι· 〈ἦρξέ τε γὰρ〉 στερρότερον τῆς πόλεως, πολύ τε τὸ ἐπιστρεφὲς ἔσχε πρὸς τοὺς φαύλους καὶ κούφους τῶν ὄχλων. ὅθεν δε‐ διότες ἀπηρέσκοντο αὐτῷ ἐβόων τε καὶ ἠπείλουν ἀπο‐ | |
5 | κτενεῖν αὐτούς· ἠξίουν γὰρ τοῦ Γορδιανοῦ γένους βασι‐ λέα αἱρεθῆναι, τό τε τῆς αὐτοκρατορικῆς ὄνομα ἀρχῆς | |
7.10.7 | ἐκείνῳ τῷ οἴκῳ καὶ ὀνόματι μεῖναι. ὁ δὲ Βαλβῖνος καὶ Μάξιμος ἐκ τοῦ ἱππικοῦ τάγματος νεανίας τούς τε πάλαι στρατιώτας οἳ ἐν Ῥώμῃ διέτριβον, περιστήσαντες ἑαυτοῖς ξιφηφόρους προελθεῖν τοῦ Καπετωλίου ἐβιάζοντο, ὑπὸ | |
5 | δὲ πλήθους λίθων καὶ ξύλων ἐκωλύθησαν, ἔστε δὴ ὑπο‐ βαλόντος τινὸς αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. ἦν τι παιδίον νήπιον, τῆς Γορδιανοῦ θυγατρὸς τέκνον, τῷ | |
7.10.8 | πάππῳ ὁμώνυμον. πέμψαντες τοίνυν τῶν σὺν αὐτοῖς τινὰς κελεύουσι τὸ παιδίον κομισθῆναι. οἳ δὲ εὑρόντες αὐτὸ ἀθῦρον οἴκοι, ἀράμενοι ἐπὶ τῶν ὤμων, διὰ μέσου τοῦ πλήθους, δεικνύντες τοῖς ὄχλοις Γορδιανοῦ τε ἔγ‐ | |
5 | γονον λέγοντες καὶ τῇ αὐτοῦ προσηγορίᾳ ἀποκαλοῦντες, ἀνάγουσιν ἐς τὸ Καπετώλιον εὐφημούμενον ὑπὸ τοῦ δή‐ | |
7.10.9 | μου καὶ φυλλοβολούμενον. τῆς τε συγκλήτου Καίσαρα | |
αὐτὸ ἀποδειξάσης, ἐπειδὴ διὰ τὴν ἡλικίαν οὐχ οἷός τε ἦν προΐστασθαι τῶν πραγμάτων, τῆς τε ὀργῆς ὁ δῆμος ἐπαύσατο, ἠνέσχοντό τε προελθεῖν ἐς τὴν βασίλειον | 199 | |
5 | αὐλήν. | |
7.11.1 | συνέβη δὲ κατὰ τοὺς αὐτοὺς χρόνους πταῖσμα ὀλέθριον τῇ Ῥωμαίων πόλει, ἀρχὴν καὶ πρόφασιν λαβὸν ἐξ εὐτόλ‐ μου θράσους δύο ἀνδρῶν τῶν ἀπὸ συγκλήτου. συνελη‐ λύθεσαν γὰρ ἐς τὸ βουλευτήριον πάντες σκοψόμενοι | |
7.11.2 | περὶ τῶν καθεστώτων· μαθόντες δ’ οἱ στρατιῶται οὓς ἐν τῷ στρατοπέδῳ Μαξιμῖνος καταλελοίπει (ἤδη γὰρ πρὸς ἄφεσιν τῆς στρατείας ὄντες καὶ δι’ ἡλικίαν οἴκοι μεμενηκότες) ἦλθον μέχρι τῆς εἰσόδου τῆς συγκλήτου, | |
5 | βουλόμενοι τὸ πραττόμενον μαθεῖν, ὅπλων μὲν γυμνοί, ἐν λιταῖς δὲ ἐσθῆσι καὶ ἐφεστρίσιν, ἑστήκεσαν δὲ μετὰ | |
7.11.3 | τοῦ λοιποῦ δήμου. καὶ οἱ μὲν ἄλλοι πρὸ τῶν θυρῶν ἔμενον, δύο δέ τινες ἢ τρεῖς περιεργότερον ἐπακοῦσαι τῶν βουλευομένων θελήσαντες ἐς τὸ συνέδριον εἰσῆλθον, ὡς τὸν ἱδρυμένον βωμὸν τῆς νίκης ὑπερβῆναι τούτους. | |
5 | τῆς δὲ συγκλήτου ἀνὴρ ἀπὸ ὑπατείας μὲν νεωστί, Γαλ‐ λικανὸς ὄνομα, Καρχηδόνιος δὲ τὸ γένος, καὶ ἕτερος στρατηγικὸς τὸ ἀξίωμα, Μαικήνας καλούμενος, οὐδέν τι προσδοκῶντας τοὺς στρατιώτας, ἔχοντας δὲ τὰς χεῖρας ὑποκαθειμένας ταῖς ἐφεστρίσι, παίουσι πληγαῖς κατα‐ | |
7.11.4 | καρδίοις, ξίφεσιν οἷς ἐπεφέροντο ὑποκολπίοις· πάντες γὰρ διὰ τὴν οὖσαν στάσιν τε καὶ ταραχήν, οἳ μὲν φα‐ νερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως ἐπιβουλεύοντας | |
5 | ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες πρὸ τοῦ βωμοῦ | 200 |
7.11.5 | ἔκειντο. οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκ‐ πλαγέντες τῷ πάθει τῶν συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευ τε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν τῆς συγκλήτου ἐς τὸν δῆμον μέ‐ | |
5 | σον, δεικνύς τε τὸ ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκε‐ λεύετο διώκειν καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλή‐ του καὶ Ῥωμαίων, φίλους δὲ καὶ συμμάχους Μαξιμίνου. | |
7.11.6 | ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει, τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων, ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας κλείσαν‐ | |
5 | τες, ὅπλα τε ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον μέγαν ἤγειρε | |
7.11.7 | τῇ πόλει. τάς τε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε, τό τε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷός τε ἦν· τά τε τῶν μονομάχων κατα‐ | |
5 | γώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσα τε ἦν 〈ἐν〉 οἰκίαις ἢ ἐργαστηρίοις | |
7.11.8 | δόρατα ἢ ξίφη πελέκεις τε, πάντα διηρπάζετο. ὅ τε δῆ‐ μος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργα‐ λεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες αὐτὸ δῆθεν προσέ‐ | |
5 | βαλλον ταῖς τε πύλαις καὶ τοῖς τείχεσιν. οἱ δὲ στρα‐ τιῶται μετὰ πολλῆς ἐμπειρίας ὡπλισμένοι .. τε τὰς | |
ἐπάλξεις καὶ τὰς ἀσπίδας, τόξοις τε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες τοῦ τείχους ἀπεδίωκον. | 201 | |
7.11.9 | ὡς δὲ καμὼν ὁ δῆμος οἵ τε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης ἐπανελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας ἀπιόντας τε ἀμελέστερον, οἰομένους | |
5 | μὴ τολμήσειν ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοί‐ ξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούς τε μονομάχους ἀπέκτειναν, τοῦ τε δήμου μέγα τι πλῆθος ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν | |
10 | ἐπανῆλθον ἐντός τε τοῦ τείχους ἔμενον. | |
7.12.1 | ἐντεῦθεν μείζων ἡ ὀργὴ τοῦ τε δήμου καὶ τῆς συγ‐ κλήτου ἐγένετο. στρατηγοί τε οὖν κατελέγοντο ἔκ τε πάσης Ἰταλίας λογάδες, ἥ τε νεολαία πᾶσα ἠθροίζετο, ὅπλοις τε αὐτοσχεδίοις καὶ τοῖς προστυχοῦσιν ὡπλίζετο. | |
5 | τούτων δὴ τὸ μὲν πλεῖστον μέρος ὁ Μάξιμος σὺν αὑτῷ ἀπήγαγεν ὡς δὴ Μαξιμίνῳ πολεμήσων· οἱ δὲ λοιποὶ ἔμειναν, ὡς τὴν πόλιν φρουροῖέν τε καὶ προασπίζοιεν | |
7.12.2 | αὐτῆς. ἑκάστοτε οὖν τῷ τείχει τοῦ στρατοπέδου ἐγί‐ νοντο προσβολαί, ἔπραττον δὲ οὐδὲν προμαχομένων ἄνωθεν τῶν στρατιωτῶν· οἳ δὲ βαλλόμενοι καὶ τιτρω‐ σκόμενοι κακῶς ἀπηλλάγησαν. ὁ δὲ Βαλβῖνος οἴκοι | |
5 | μένων διάταγμά τε προθεὶς ἱκέτευε τὸν δῆμον ἐς διαλ‐ λαγὰς χωρῆσαι, τοῖς τε στρατιώταις ὑπισχνεῖτο ἀμνη‐ | |
7.12.3 | στίαν, ἄνεσίν τε πάντων ἐδίδου ἁμαρτημάτων. ἀλλ’ οὐδετέρους ἔπειθε, τὸ δὲ δεινὸν ἑκάστοτε ηὔξετο, τοῦ μὲν τοσούτου δήμου ἀπαξιοῦντος ὑπ’ ὀλίγων καταφρο‐ νηθῆναι, τῶν δὲ στρατιωτῶν ἀγανακτούντων ὅτι δὴ ταῦτα | |
5 | ὑπὸ Ῥωμαίων ὡς ὑπὸ βαρβάρων πάσχουσι. τὸ δὴ τελευταῖον, ἐπειδὴ τειχομαχοῦντες οὐδὲν ἔπρατ‐ τον, ἔδοξε τοῖς στρατηγοῖς ἐκκόψαι πάντας τοὺς εἰσρέον‐ τας ἐς τὸ στρατόπεδον ἀγωγοὺς ὕδατος, σπάνει τε πο‐ | 202 |
7.12.4 | τοῦ καὶ ἐνδείᾳ ῥείθρων αὐτοὺς παραστήσασθαι. προσ‐ πεσόντες οὖν πᾶν τὸ ὕδωρ τοῦ στρατοπέδου ἐς ἕτερα ῥεῖθρα μετωχέτευον, ἐκκόπτοντες καὶ εἰσφράττοντες τὰς ἐς τὸ στρατόπεδον εἰσόδους αὐτοῦ. οἱ δὲ στρατιῶται | |
5 | ὁρῶντες τὸν κίνδυνον καὶ ἐν ἀπογνώσει γενόμενοι, τὰς πύλας ἀνοίξαντες ἐπεξῆλθον· μάχης τε καρτερᾶς γενο‐ μένης καὶ φυγῆς τῶν δημοτῶν ἐπὶ πολὺ τῆς πόλεως | |
7.12.5 | διώκοντες οἱ στρατιῶται προύβησαν. ἐπεὶ δὲ οἱ ὄχλοι ταῖς συσταδὸν μάχαις ἡττώμενοι, ἀναπηδῶντες ἐς τὰ δωμάτια τῷ τε κεράμῳ βάλλοντες αὐτοὺς καὶ λίθων βολαῖς τῶν τε ἄλλων ὀστράκων ἐλυμαίνοντο, ἐπαναβῆ‐ | |
5 | ναι μὲν αὐτοῖς δι’ ἄγνοιαν τῶν οἰκήσεων οὐκ ἐτόλμη‐ σαν οἱ στρατιῶται, κεκλεισμένων δὲ τῶν οἰκιῶν καὶ τῶν ἐργαστηρίων ταῖς θύραις, καὶ εἴ τινες ἦσαν ξύλων ἐξο‐ χαί (πολλαὶ δὲ αὗται κατὰ τὴν πόλιν), πῦρ προσετίθε‐ | |
7.12.6 | σαν. ῥᾷστα δὲ διὰ πυκνότητα τῶν συνοικιῶν ξυλείας τε πλῆθος ἐπάλληλον μέγιστον μέρος τῆς πόλεως τὸ πῦρ ἐνεμήθη, ὡς πολλοὺς μὲν ἐκ πλουσίων ποιῆσαι πένητας, ἀποβαλόντας θαυμαστὰ καὶ ἀμφιλαφῆ κτήματα, ἔν τε | |
5 | προσόδοις πλουσίαις καὶ ἐν ποικίλῃ πολυτελείᾳ τίμια. | |
7.12.7 | πλῆθός τε ἀνθρώπων συγκατεφλέχθη, φυγεῖν μὴ δυ‐ νηθέντων διὰ τὸ τὰς ἐξόδους ὑπὸ τοῦ πυρὸς προκατει‐ λῆφθαι. οὐσίαι τε ὅλαι πλουσίων ἀνδρῶν διηρπάγησαν, ἐγκαταμιξάντων ἑαυτοὺς τοῖς στρατιώταις πρὸς τὸ ἁρπά‐ | |
5 | ζειν κακούργων καὶ εὐτελῶν δημοτῶν. τοσοῦτον δὲ μέρος τῆς πόλεως τὸ πῦρ ἐλυμήνατο ὡς μηδεμίαν τῶν μεγίστων πόλεων ὁλόκληρον δύνασθαι τῷ μέρει ἐξισω‐ θῆναι. | 203 |
7.12.8 | καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην τοιαῦτα ἦν, ὁ δὲ Μαξι‐ μῖνος ἀνύσας τὴν ὁδοιπορίαν ἐπέστη τοῖς τῆς Ἰταλίας ὅροις, θύσας τε ἐπὶ τῶν μεθορίων βωμῶν τῆς ἐπ’ Ἰτα‐ λίαν εἰσβολῆς εἴχετο, ἐκέλευσέ τε πάντα τὸν στρατὸν ἐν | |
5 | ὅπλοις εἶναι καὶ μετ’ εὐταξίας προχωρεῖν. | |
7.12.9 | τὴν μὲν οὖν Λιβύης ἀπόστασιν καὶ τὸν κατὰ τὴν Ῥώμην ἐμφύλιον πόλεμον, τά τε Μαξιμίνῳ πραχθέντα καὶ τὴν ἐς Ἰταλίαν ἄφιξιν αὐτοῦ ἐδηλώσαμεν· τὰ δὲ ἑπόμενα ἐν τοῖς ἑξῆς λεχθήσεται. | |
4 | ||
8.1.1 | Τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ τελευτήν, ἥ τε εἰς Ἱταλίαν ἄφιξις αὐτοῦ, Λιβύης τε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται· ὁ δὲ Μα‐ | |
5 | ξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν ὀρῶν ἢ λόχ‐ | |
8.1.2 | μαις ὕλαις τε κρύφιοι εἶεν. αὐτὸς δὲ καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου διαλάβοιεν· τὰ δὲ σκευο‐ | |
5 | φόρα πάντα κτήνη τε καὶ ὀχήματα ἐν μέσῳ τάξας, αὐ‐ | |
8.1.3 | τὸς ἅμα τοῖς δορυφόροις ὀπισθοφυλακῶν εἵπετο. ἑκα‐ τέρωθεν δὲ παρέθεον αἵ τε τῶν καταφράκτων ἱππέων | |
ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόται τε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν ἱππέων μέγα τι πλῆθος ἐπήγετο | 204 | |
5 | συμμάχους· ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν’ ἐκ‐ δέχωνται τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ’ ἄρα καὶ | |
8.1.4 | κινδυνεύειν δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι. ὡς δὲ πᾶν τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ’ εὐκοσμίας τε καὶ εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν Ἡμᾶν οἱ ἐπιχώριοι· πρόκειται δὲ αὕτη ἐπ’ ἀκροτάτῳ | |
5 | πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων. ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι τὴν πόλιν πανδημεί τε πεφευγέναι ἐμπρήσαντας τὰς θύρας ἱερῶν τε καὶ οἰκιῶν, πάντα τε, ὅσα ἦν ἐν τῇ πόλει ἢ τοῖς | |
10 | ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας, καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι τροφάς. | |
8.1.5 | ὁ δὲ Μαξιμῖνος ἥσθη μὲν ἐπὶ τῇ τῶν Ἰταλιωτῶν εὐθὺς φυγῇ, ἐλπίζων πάντας τοὺς δήμους τοῦτο ποιήσειν οὐχ ὑπομένοντας τὴν ἔφοδον αὐτοῦ· ὁ δὲ στρατὸς ἤχθετο εὐθὺς ἐν ἀρχῇ λιμοῦ πειρώμενος. διανυκτερεύσαντες | |
5 | οὖν οἳ μὲν ἐν τῇ πόλει ἐν ἀθύροις καὶ κεναῖς πάντων οἰκίαις, οἳ δ’ ἐν τῷ πεδίῳ, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπὶ τὰς Ἄλπεις ἠπείγοντο, ἅπερ ὄρη ὑπερμήκη ὥσπερ τεῖχος Ἰταλίας ἡ φύσις ἤγειρεν, ὑπερνεφῆ μὲν τὸ ὕψος, ἐπιμη‐ κέστατα δέ, ὡς πᾶσαν Ἰταλίαν διειληφότα καθήκειν ἐν | |
10 | μὲν τοῖς δεξιοῖς Ἰταλίας μέρεσιν ἐς τὸ Τυρρηναῖον πέ‐ | |
8.1.6 | λαγος, ἐν δὲ τοῖς λαιοῖς ἐς τὸν Ἰόνιον κόλπον. σκέπε‐ ται δὲ ὕλαις δασείαις καὶ πυκναῖς, τὰς δὲ διεξόδους | |
ἐστένωται ἢ διὰ κρημνοὺς ἐς βάθος μέγιστον ἀπερρω‐ γότας ἢ διὰ πετρῶν τραχύτητα· στενωποὶ γάρ εἰσι χει‐ | 205 | |
5 | ροποίητοι, μετὰ πολλοῦ καμάτου τοῖς πάλαι Ἰταλιώταις εἰργασμένοι. μετὰ δέους οὖν πολλοῦ διῄει ὁ στρατός, ἐλπίζοντες τάς τε ἄκρας κατειλῆφθαι πεφράχθαι τε τὰς διόδους ἐς κωλύμην τῆς αὐτῶν διαβάσεως. ἤλπιζον δὲ καὶ ἐδεδοίκεσαν εἰκότα, τῶν χωρίων τεκμαιρόμενοι τὴν | |
8.2.1 | φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς τὸ πεδίον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν· ῥᾷστά τε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν Ἰταλῶν μηδὲ ταῖς δυσχωρίαις τε‐ | |
5 | θαρρηκότων, ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύ‐ ναντο ἢ δι’ ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαί τε ἄνωθεν | |
8.2.2 | ἐξ ὑπερκειμένων χωρίων. γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγί‐ στην, Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως μὲν | |
5 | τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοις τε καὶ δόρασι τόξων τε πλήθει. ὁ δὲ Μαξιμῖνος ἀγανακτή‐ σας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων ὡς ἀμελέστε‐ ρον μαχομένους, αὐτὸς σὺν τῷ στρατῷ ἠπείγετο, ἐλπίζων | |
10 | ῥᾷστα αἱρήσειν τὴν πόλιν. | |
8.2.3 | ἡ δὲ Ἀκυληία καὶ πρότερον μέν, ἅτε μεγίστη πόλις, ἰδίου δήμου πολυάνθρωπος ἦν, καὶ ὥσπερ τι ἐμπόριον Ἰταλίας ἐπὶ θαλάττῃ προκειμένη καὶ πρὸ τῶν Ἰλλυρικῶν ἐθνῶν πάντων ἱδρυμένη τά τε ἀπὸ τῆς ἠπείρου διὰ γῆς | |
5 | ἢ ποταμῶν κατακομιζόμενα παρεῖχεν ἐμπορεύεσθαι τοῖς πλέουσι, τά τε ἀπὸ θαλάττης τοῖς ἠπειρώταις ἀναγκαῖα, | |
ὧν ἡ παρ’ ἐκείνοις χώρα διὰ χειμῶνας οὐκ ἦν εὔφορος, ἀνέπεμπεν ἐς τὴν ἄνω γῆν· πρὸς οἶνόν τε μάλιστα πο‐ λύγονον χώραν γεωργοῦντες ἀφθονίαν ποτοῦ παρεῖχον | 206 | |
8.2.4 | τοῖς ἄμπελον μὴ γεωργοῦσιν. ἔνθεν πολύ τι πλῆθος ἐπεδήμει οὐ πολιτῶν μόνον ἀλλὰ ξένων τε καὶ ἐμπόρων. τότε δὲ μᾶλλον ἐπολυπλασιάσθη τὸ πλῆθος, τῶν ὄχλων πάντων ἐξ ἀγρῶν ἐκεῖσε συρρυέντων, πολίχνας τε καὶ | |
5 | κώμας τὰς περικειμένας καταλιπόντων, πιστευσάντων δὲ αὑτοὺς τῷ τε μεγέθει τῆς πόλεως καὶ τῷ προβεβλη‐ μένῳ τείχει, ὃ παλαιότατον 〈ὂν〉 ἐκ τοῦ πλείστου μέρους πρότερον μὲν κατερήριπτο, ἅτε μετὰ τὴν Ῥωμαίων ἀρ‐ χὴν μηκέτι τῶν ἐν Ἰταλίᾳ πόλεων ἢ τειχῶν ἢ ὅπλων | |
10 | δεηθεισῶν, μετειληφυιῶν δὲ ἀντὶ πολέμων εἰρήνην βα‐ θεῖαν καὶ τῆς παρὰ Ῥωμαίοις πολιτείας κοινωνίαν· | |
8.2.5 | πλὴν τότε ἡ χρεία ἤπειξε τὸ τεῖχος ἀνανεώσασθαι τά τ’ ἐρείπια ἀνοικοδομῆσαι, πύργους τε καὶ ἐπάλξεις ἐγεῖραι. τάχιστα οὖν φράξαντες τῷ τείχει τὴν πόλιν, τάς τε πύ‐ λας κλείσαντες, πανδημεὶ ἐπὶ τῶν τειχῶν νύκτωρ τε καὶ | |
5 | μεθ’ ἡμέραν ἱδρυμένοι τοῖς προσιοῦσιν ἀπεμάχοντο. ἐστρατήγουν δὲ αὐτῶν καὶ πάντα εἶχον διὰ φροντίδος ἄνδρες δύο, ἀπὸ ὑπατείας μέν, ἐπιλεχθέντες δὲ ὑπὸ τῆς συγκλήτου· ὧν ὃ μὲν Κρισπῖνος ὃ δὲ Μηνίφιλος ἐκα‐ | |
8.2.6 | λεῖτο. καὶ μετὰ πολλῆς προνοίας τά τε ἐπιτήδεια πάμ‐ πλειστα εἰσεκομίσαντο, ὡς ἐκτένειαν εἶναι, εἰ καὶ ἐπι‐ μηκεστέρα γένοιτο πολιορκία. ἦν δὲ καὶ ὕδατος ἀφθονία φρεατιαίου· πολλὰ γὰρ τὰ ὀρύγματα ἐν τῇ πόλει· ποτα‐ | |
5 | μός τε παραρρεῖ τὸ τεῖχος, ὁμοῦ παρέχων τε προβολὴν τάφρου καὶ χορηγίαν ὕδατος. | |
8.3.1 | τὰ μὲν οὖν ἐν τῇ πόλει οὕτω παρεσκεύαστο· τῷ δὲ Μαξιμίνῳ ἐπειδὴ ἀπηγγέλη φρουρουμένη καὶ κεκλεισμένη γενναίως ἡ πόλις, ἔδοξε πέμψαι ἐν σχήματι πρεσβείας τοὺς κάτωθεν διαλεξομένους, εἰ ἄρα πείσαιεν αὐτοὺς | 207 |
5 | ἀνοῖξαι τὰς πύλας. ἦν δὲ ἐν τῷ στρατῷ χιλίαρχος ᾧ πατρὶς μὲν ἡ Ἀκυληία ἦν, τέκνα τε καὶ γυνὴ οἰκεῖοί τε | |
8.3.2 | πάντες ἔνδον ἀποκέκλειντο. τοῦτον οὖν ἔπεμψε σὺν ἑτέροις ἑκατοντάρχαις, ἐλπίσας ῥᾷστα πείσειν ὡς πολί‐ την. ἀφικόμενοι δὲ οἱ πρέσβεις ἔλεγον ὅτι ἄρα κελεύει Μαξιμῖνος ὁ κοινὸς βασιλεὺς ὅπλα μὲν αὐτοὺς κα‐ | |
5 | ταθέσθαι ἐν εἰρήνῃ, φίλον δὲ ἀντὶ πολεμίου δέχεσθαι, σπονδαῖς δὲ μᾶλλον καὶ θυσίαις σχολάζειν ἢ φόνοις, μηδὲ περιορᾶν πατρίδα μέλλουσαν ἄρδην καὶ ἐκ θεμε‐ λίων ἀπόλλυσθαι, ἐνὸν αὐτοῖς τε σώζεσθαι καὶ τὴν πατρίδα σώζειν, διδόντος αὐτοῖς χρηστοῦ βασιλέως | |
10 | ἀμνηστίαν συγγνώμην τε τῶν ἁμαρτηθέντων· οὐ γὰρ | |
8.3.3 | αὐτοὺς αἰτίους γεγενῆσθαι ἀλλ’ ἄλλους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτά τινα κάτω παρεστῶτες ἐβόων, ὡς ἐξά‐ κουστα εἴη· ὁ δὲ πλεῖστος δῆμος τῷ τείχει καὶ τοῖς πύργοις ἐφεστώς, πλὴν τῶν τὰ λοιπὰ μέρη φρουρούν‐ | |
8.3.4 | των, ἐπήκουεν ἡσυχάζων τῶν λεγομένων. ὁ δὲ Κρισπῖ‐ νος φοβηθεὶς μή πως ἅτε ὄχλος ταῖς ὑπνοσχέσεσιν ἀνα‐ πεισθείς, εἰρήνην τε ἀντὶ πολέμου ἑλόμενος, ἀνοίξῃ τὰς πύλας, περιθέων τὸ τεῖχος ἐδεῖτο καὶ ἐλιπάρει μένειν | |
5 | τε θαρραλέως καὶ ἀντέχειν γενναίως, μηδὲ προδιδόναι τὴν πρὸς τὴν σύγκλητον καὶ Ῥωμαίων δῆμον πίστιν, σωτῆρας δὲ καὶ προμάχους Ἰταλίας πάσης ἀναγραφῆναι, μὴ πιστεύειν δὲ ὑποσχέσεσι τυράννου ἐπιόρκου τε καὶ ἀπατεῶνος, μηδὲ χρηστοῖς λόγοις δελεασθέντας ὀλέθρῳ | |
10 | προύπτῳ παραδοθῆναι, ἐνὸν πιστεῦσαι πολέμου ἀμφι‐ | 208 |
8.3.5 | βόλῳ τύχῃ· πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων περιεγέ‐ νοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος· μηδ’ ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. „οἱ μὲν γὰρ ὑπὲρ ἄλλου μαχό‐ | |
5 | μενοι καὶ τῆς παρ’ ἑτέρῳ ἐσομένης εὐδαιμονίας, εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης, εἰδό‐ τες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι, τὰ δὲ μέ‐ | |
8.3.6 | γιστα καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται· τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τό τε ἐς τὰς μάχας πρόθυμον | |
5 | οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ’ ἐξ οἰκείας ἀνάγκης ἔχου‐ σιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ καρπὸς αὐτοῖς περιγίνε‐ | |
8.3.7 | ται.“ τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, | |
5 | τούς τε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου. ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπεί‐ ρων, τά τε ἱερὰ αἴσια ἀπαγγελλόντων· μάλιστα γὰρ τῇ | |
8.3.8 | σκέψει ταύτῃ πιστεύουσιν Ἰταλιῶται. καὶ χρησμοὶ δέ τινες 〈δι〉εδίδοντο ὡς δὴ τοῦ ἐπιχωρίου θεοῦ νίκην ὑπισχνουμένου· Βέλεν δὲ καλοῦσι τοῦτον, σέβουσί τε ὑπερφυῶς, Ἀπόλλωνα εἶναι ἐθέλοντες. οὗ καὶ τὴν εἰκόνα | |
5 | ἔλεγόν τινες τῶν Μαξιμίνου στρατιωτῶν φανῆναι πολ‐ | |
8.3.9 | λάκις ἐν ἀέρι ὑπὲρ τῆς πόλεως μαχομένην. ὅπερ εἴτε ἀληθῶς ἐφαντάσθη τισίν, ἢ καὶ βουλομένοις μὴ ἀσχη‐ | |
μονεῖν τοσοῦτον στρατὸν πρὸς ὄχλον δημοτῶν πολὺ ἐλάττονα μὴ ἀντισχόντα, δοκεῖν δὲ ὑπὸ θεῶν ἀλλὰ μὴ | 209 | |
5 | ὑπὸ ἀνθρώπων νενικῆσθαι, εἰπεῖν οὐκ ἔχω· τὸ δὲ παρά‐ δοξον τῆς ἀποβάσεως ποιεῖ πάντα πιστεῦσαι. | |
8.4.1 | πλὴν τῶν πρέσβεων ἀπράκτων πρὸς Μαξιμῖνον ἐπαν‐ ελθόντων, ὀργῇ καὶ θυμῷ χρώμενος πλείονι μᾶλλον ἠπείγετο. ἐπεὶ δὲ ἐγένετο πρός τινι ποταμῷ μεγίστῳ, ἀπέχοντι τῆς πόλεως σημεῖα ἑκκαίδεκα, τὸ ῥεῖθρον εὗρε | |
8.4.2 | διά τε μεγίστου βάθους καὶ πλάτους φερόμενον· τῶν γὰρ ὑπερκειμένων ὀρῶν τὰς δι’ ὅλου τοῦ χειμῶνος παγείσας χιόνας λύουσα ἡ τοῦ ἔτους ὥρα παμμεγέθη τὸν χειμάρρουν εἰργάζετο. ἄπορος οὖν ἦν 〈ἡ〉 διάβασις | |
5 | τῷ στρατῷ· τὴν γὰρ γέφυραν, ἔργον μέγα καὶ κάλλιστον ὑπὸ τῶν πάλαι βασιλέων γεγενημένον ἐκ τετραπέδων λίθων, στυλίσι κατ’ ὀλίγον αὐξανομέναις ὑπειλημμένον, διῃρήκεσαν καὶ καταλελύκεσαν οἱ Ἀκυλήσιοι. οὔτε οὖν γεφύρας οὔσης οὔτε νεῶν ὁ στρατὸς ἐν ἀφασίᾳ καθει‐ | |
8.4.3 | στήκει. Γερμανοὶ δέ τινες οὐκ εἰδότες τῶν Ἰταλιωτῶν ποταμῶν τὰ σφοδρὰ καὶ καταρρηγνύμενα ῥεύματα, οἰό‐ μενοι δὲ σχολαίτερα ἐπινήχεσθαι τοῖς πεδίοις ὥσπερ παρ’ αὐτοῖς (διὸ καὶ πήγνυται ῥᾳδίως, μὴ σφοδρῶς κι‐ | |
5 | νουμένου τοῦ ῥεύματος), ἐπεισπηδήσαντες ἅμα τοῖς ἵπποις διανήχεσθαι εἰθισμένοις, παρενεχθέντες ἀπώ‐ λοντο. | |
8.4.4 | δύο μὲν οὖν ἢ τριῶν ἡμερῶν σκηνοποιησάμενος ὁ Μαξιμῖνος, τάφρου τῷ στρατῷ περιβληθείσης μή τινες ἐπέλθοιεν, ἔμεινεν ἐπὶ τῇ καθ’ ἑαυτὸν ὄχθῃ, σκεψόμενος ὅπως τὸν ποταμὸν γεφυρώσῃ. ἐπεὶ δὲ ξύλων ἦν ἀπορία | |
5 | καὶ νεῶν, ἃς ἔδει ζευχθείσας γεφυρῶσαι τὸ ῥεῖθρον, | |
ὑπέβαλόν τινες τῶν τεχνιτῶν πολλὰ εἶναι κενὰ οἰνο‐ φόρα σκεύη περιφεροῦς ξύλου ἐν τοῖς ἐρήμοις ἀγροῖς, οἷς ἐχρῶντο μὲν πρότερον οἱ κατοικοῦντες ἐς ὑπηρεσίαν ἑαυτῶν, ὡς παραπέμπειν τὸν οἶνον ἀσφαλῶς τοῖς δεο‐ | 210 | |
10 | μένοις· ἅπερ ὄντα κοῖλα δίκην νεῶν, ἀλλήλοις συν‐ δεθέντα ἐπινήξεσθαι μὲν ἔμελλεν ὥσπερ σκάφη, μὴ παρενεχθήσεσθαι δὲ διά τε τοῦ δεσμοῦ τὸ ἐπάλληλον, φρυγάνων τε ἄνωθεν ἐπιβληθέντων, χοῦ τε τῆς γῆς με‐ τρίως ἐς αὐτὰ σωρευθέντος χειρὶ πολλῇ καὶ σπουδῇ. | |
8.4.5 | ἐφεστῶτος οὖν αὐτοῦ διαβὰς ὁ στρατὸς ἐπὶ τὴν πόλιν ἐχώρει. τὰ μὲν οἰκοδομήματα τῶν προαστείων ἔρημα εὕρισκον, ἀμπέλους μέντοι καὶ δένδρα πάντα ἐξέκοπτον, ἃ δὲ ἐνεπίμπρασαν, καὶ τὴν πρότερον τοῖς χωρίοις | |
5 | ὑπάρχουσαν ὥραν κατῄσχυνον. δένδρων γὰρ στοίχοις ἴσοις ἀμπέλων τε πρὸς ἀλλήλας δέσει πανταχόθεν ἠρ‐ τημένων ἐν ἑορτῆς σχήματι, στεφάνῳ ἄν τις τὴν χώραν κεκοσμῆσθαι ἐτεκμήρατο· ἅπερ πάντα ῥιζόθεν ἐκκόψας | |
8.4.6 | ὁ στρατὸς ἐπὶ τὰ τείχη ἠπείγετο. κεκμηκότι δὲ αὐτῷ προσβαλεῖν εὐθέως οὐκ ἔδοξε· μείναντες δὲ ἔξω τοξεύ‐ ματος καὶ διαιρεθέντες κατὰ λόχους καὶ φάλαγγας περὶ πᾶν τὸ τεῖχος, ὡς ἑκάστοις κατὰ μέρος προστέτακτο, | |
5 | μιᾶς ἡμέρας ἀναπαυσάμενοι, τοῦ λοιποῦ εἴχοντο τῆς πο‐ λιορκίας. μηχανάς τε οὖν παντοίας προσέφερον, καὶ τειχομα‐ χοῦντες παντὶ σθένει οὐδὲν παρέλειπον εἶδος πολιορκίας. | |
8.4.7 | πολλῶν δὲ καὶ σχεδὸν ἑκάστης ἡμέρας γινομένων προσ‐ βολῶν, καὶ παντὸς τοῦ στρατοῦ ὥσπερ σαγηνεύσαντος | |
τὴν πόλιν, μετὰ πολλῆς βίας καὶ προθύμου μάχης τειχο‐ μαχοῦντες ἀντεῖχον οἱ Ἀκυλήσιοι, νεὼς μὲν καὶ οἰκίας | 211 | |
5 | ἀποκλείσαντες, πανδημεὶ δὲ ἅμα παισὶ καὶ γυναιξὶν ἄνωθεν 〈ἐξ〉 ἐπάλξεών τε καὶ πύργων ἀπομαχόμενοι. οὐδέ τις οὕτως ἦν ἄχρηστος ἡλικία ὡς μὴ μετέχειν τῆς | |
8.4.8 | ὑπὲρ τῆς πατρίδος μάχης. τὰ μὲν γὰρ προάστεια, καὶ εἴ τι τῶν πυλῶν ἔξωθεν ἦν, ὑπὸ τοῦ Μαξιμίνου στρα‐ τοῦ κατέστραπτο, τῇ τε ξυλείᾳ τῶν οἰκοδομημάτων ἐς τὰς μηχανὰς κατεκέχρηντο. ἐβιάζοντο δὲ τοῦ τείχους | |
5 | κἂν μέρος τι καθελεῖν, ἵν’ ἐπεισελθὼν ὁ στρατὸς πάντα τε διαρπάσῃ καὶ κατασκάψας τὴν πόλιν μηλόβοτον καὶ ἔρημον τὴν χώραν καταλίπῃ· οὐδὲ γὰρ ἄλλως αὐτῷ τὴν ἐπὶ Ῥώμην ὁδὸν εὐπρεπῆ καὶ ἔνδοξον ἔσεσθαι, μὴ τῆς πρώτης ἐν Ἰταλίᾳ πόλεως ἀντιστάσης καθαιρεθείσης. | |
8.4.9 | ὑποσχέσεσί τε οὖν δωρεῶν καὶ δεήσεσιν αὐτός τε καὶ ὁ υἱὸς αὐτοῦ, ὃν πεποιήκει Καίσαρα, περιθέοντες ἵπποις ἐποχούμενοι, τὸν στρατὸν ἀνέπειθον λιπαροῦντες ἐς προθυμίαν τε ἐγείροντες. οἱ δὲ Ἀκυλήσιοι λίθοις τε | |
5 | ἔβαλλον ἄνωθεν, καὶ κιρνῶντες θείῳ τε καὶ ἀσφάλτῳ πίσσαν ἔλαιόν τε, κοίλοις σκεύεσιν ἐμβαλόντες λαβὰς ἐπιμήκεις ἔχουσι καὶ πυρώσαντες, ἅμα τῷ προσπελάζειν τοῖς τείχεσι τὸν στρατὸν κατεσκεδάννυσαν, καταχέοντες | |
8.4.10 | ὄμβρου δίκην ὁμοθυμαδόν. φερομένη δὲ ἡ πίσσα σὺν οἷς προείρηται, δυομένη τε διὰ τῶν γεγυμνωμένων με‐ ρῶν τοῦ σώματος, ἐς πᾶν ἐχεῖτο, ὥστε τοὺς θώρακας αὐτοὺς πεπυρωμένους ἀπορρίπτειν καὶ τὰ λοιπὰ ὅπλα, | |
5 | ὧν ὁ σίδηρος ἐθερμαίνετο, τά τε ἐκ βυρσῶν τε καὶ ξύ‐ | |
λων ἐφλέγετο καὶ συνείλκετο. ἦν γοῦν ἰδεῖν γεγυμνω‐ μένους τοὺς στρατιώτας αὐτοὺς ὑφ’ ἑαυτῶν, καὶ σκύλων ὄψιν ὅπλα παρεῖχεν ἐρριμμένα, σοφίᾳ τέχνης ἀλλ’ οὐκ ἀνδρείᾳ μάχης περιῃρημένα. ἔκ τε τοῦ τοιούτου πάμ‐ | 212 | |
10 | πλειστον πλῆθος τοῦ στρατοῦ τάς τε ὄψεις ἐπηροῦντο καὶ τὸ πρόσωπον ἠκρωτηριάζετο, τὰς χεῖρας καὶ εἴ τι γυ‐ μνὸν ἦν τοῦ σώματος. ἀλλὰ μὴν καὶ ταῖς μηχαναῖς προσ‐ αγομέναις δᾷδας ἐπέβαλλον ὁμοίως πίσσῃ καὶ ῥητίνῃ δε‐ δευμένας ἐπί τε τῷ ἄκρῳ βελῶν ἀκίδας ἐχούσας· αἳ | |
15 | ἀναφθεῖσαι φερόμεναι, ἐμπαγεῖσαι ταῖς μηχαναῖς καὶ προσπεφυκυῖαι ῥᾳδίως αὐτὰς κατέφλεγον. | |
8.5.1 | τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης· χρόνου δὲ ἐγγενο‐ μένου ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο· οὓς γὰρ ἠλπίκεσαν | |
5 | μηδεμίαν ὑπομενεῖν προσβολήν, τούτους εὕρισκον οὐκ | |
8.5.2 | ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας. οἱ δὲ Ἀκυλή‐ σιοι ἐπερρώννυντό τε καὶ προθυμίας πάσης ἐνεπίμπ‐ λαντο, τῇ τε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν τῶν στρατιωτῶν, ὡς καὶ | |
5 | ἀποσκώπτειν ἐς αὐτούς, ἐνυβρίζειν τε τῷ Μαξιμίνῳ περινοστοῦντι, ἔς τε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους καὶ αἰσχρὰς βλασφημίας, ἐφ’ αἷς ἐκεῖνος κε‐ | |
8.5.3 | νούμενος ὀργῆς μᾶλλον ἐνεπίμπλατο. χρῆσθαι δὲ κατὰ τῶν πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ | |
5 | περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, | |
παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις. συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν ἀνθρώποις καὶ | 213 | |
10 | κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια· ὁ δὲ στρατὸς πάντων 〈ἦν〉 ἐν σπάνει, τῶν τε καρποφόρων δένδρων | |
8.5.4 | ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ’ αὐτοῦ δεδῃωμένης. μέ‐ νοντες δὲ ὑπὸ σκηναῖς αὐτοσχεδίοις, οἱ δὲ πλεῖστοι ὑπὸ γυμνῷ τῷ ἀέρι, ὄμβρων τε καὶ ἡλίου ἠνείχοντο, λιμῷ τε διεφθείροντο, μηδὲ ἐπεισάκτου τροφῆς αὐτοῖς τε καὶ | |
5 | ὑποζυγίοις εἰσκομιζομένης. πανταχόθεν γὰρ τὰς τῆς Ἰταλίας ὁδοὺς παραφράξαντες ἦσαν οἱ Ῥωμαῖοι τειχίων | |
8.5.5 | τε ἐγέρσεσι καὶ πυλίδων ἀσκήσεσιν. ἄνδρας τε ὑπα‐ τευκότας ἐξέπεμψεν ἡ σύγκλητος σὺν ἐπιλέκτοις καὶ λο‐ γάσιν ἀπ’ Ἰταλίας πάσης ἀνδράσιν, ἵν’ αἰγιαλοί τε πάν‐ τες καὶ λιμένες φρουρῶνται καὶ μηδενὶ ἔκπλους συγχω‐ | |
5 | ρῆται, ὡς ἄπυστα καὶ ἄγνωστα εἶναι Μαξιμίνῳ τὰ ἐν Ῥώμῃ πραττόμενα· αἵ τε λεωφόροι ὁδοὶ καὶ ἀτραποὶ πᾶσαι ἐφυλάττοντο ὡς μηδένα διαβαίνειν. συνέβαινε δὲ τὸν στρατὸν δοκοῦντα πολιορκεῖν αὐτὸν πολιορκεῖσθαι, ἐπεὶ μήτε τὴν Ἀκυληίαν ἑλεῖν ἐδύνατο, μήτε ἀποστὰς | |
10 | ἐκεῖθεν ἐπὶ τὴν Ῥώμην χωρῆσαι διά τε νηῶν καὶ ὀχη‐ μάτων ἀπορίαν· ἅπαντα γὰρ προκατείληπτο καὶ συν‐ | |
8.5.6 | εκέκλειστο. φῆμαι δὲ ἐξ ὑποψίας μείζους ἀληθείας διε‐ δίδοντο, ὅτι πᾶς ὁ δῆμος ὁ Ῥωμαίων ἐν ὅπλοις εἴη, Ἰταλία τε πᾶσα συμπεπνεύκοι, πάντα τε ἔθνη Ἰλλυρικὰ καὶ βάρβαρα τά τε ὑπ’ ἀνατολαῖς καὶ μεσημβρίαις στρα‐ | |
5 | τὸν ἀγείρει, μιᾷ τε γνώμῃ καὶ ψυχῇ ὁμοίως Μαξιμῖνος μεμίσηται. ὅθεν ἐν ἀπογνώσει ἦσαν καὶ πάντων σπάνει | 214 |
8.5.7 | οἱ στρατιῶται, σχεδὸν καὶ ὕδατος αὐτοῦ. ὃ γὰρ ἦν μό‐ νον ἐκ τοῦ παραρρέοντος ποταμοῦ ποτόν, αἵματι καὶ φόνοις μεμιασμένον ἐπίνετο· οἵ τε γὰρ Ἀκυλήσιοι τοὺς ἐν τῇ πόλει τελευτῶντας οὐκ ἔχοντες ὅπως θάψωσιν, ἐς | |
5 | τὸν ποταμὸν ἀπερρίπτουν, οἵ τε ἐν τῷ στρατῷ φονευό‐ μενοι ἢ διαφθειρόμενοι νόσῳ ἐδίδοντο τῷ ῥεύματι, οὐκ ἐχόντων αὐτῶν τὰ πρὸς ταφὰς ἐπιτήδεια. | |
8.5.8 | παντοδαπῆς οὖν ἀπορίας καὶ δυσθυμίας τὸν στρατὸν κατεχούσης, αἰφνιδίως ἀναπαυομένου τοῦ Μαξιμίνου ἐν τῇ σκηνῇ, καὶ τῆς ἡμέρας ἐκείνης ἐν ἀνέσει τοῦ πολέ‐ μου οὔσης, τῶν τε πλείστων ἐς τὰς σκηνὰς καὶ τὰ ἐγκε‐ | |
5 | χειρισμένα τῆς φρουρᾶς χωρία ἀνακεχωρηκότων, ἔδοξε τοῖς στρατιώταις οἳ πρὸς τῇ Ῥωμαίων πόλει στρατό‐ πεδον εἶχον ὑπὸ τὸ καλούμενον ὄρος Ἀλβανόν, ἔνθα παῖδας καὶ γυναῖκας καταλελοίπεσαν, φονεῦσαι τὸν Μαξιμῖνον, ὡς παύσαιντο μὲν χρονίου καὶ ἀπεράντου | |
10 | πολιορκίας, μηκέτι δὲ πορθοῖεν Ἰταλίαν ὑπὲρ τυράννου | |
8.5.9 | κατεγνωσμένου καὶ μεμισημένου. τολμήσαντες οὖν ἐπίασι τῇ σκηνῇ αὐτοῦ περὶ μέσην ἡμέραν, συναραμένων δὲ αὐτοῖς καὶ τῶν φρουρούντων δορυφόρων τάς τε εἰκόνας ἐκ τῶν σημείων κατασπῶσι, καὶ αὐτὸν σὺν τῷ παιδὶ | |
5 | προελθόντα τῆς σκηνῆς, ὡς δὴ ἄρα διαλέξαιτο αὐτοῖς, οὐκ ἀνασχόμενοι ἀναιροῦσι. φονεύουσι δὲ καὶ τὸν ἔπαρχον τοῦ στρατοῦ πάντας τε τοὺς ἐκείνῳ θυμήρεις φίλους· ῥίψαντές τε τὰ σώματα τοῖς βουλομένοις ἐνυ‐ βρίζειν καὶ πατεῖν εἴασαν κυσί τε καὶ ὄρνισι βοράν. | |
10 | τοῦ δὲ Μαξιμίνου καὶ τοῦ παιδὸς τὰς κεφαλὰς ἐς τὴν | |
Ῥώμην ἔπεμψαν. τοιούτῳ μὲν δὴ τέλει 〈ὁ〉 Μαξιμῖνος καὶ ὁ παῖς αὐτοῦ | 215 | |
8.6.1 | ἐχρήσαντο, δίκας πονηρᾶς ἀρχῆς ὑποσχόντες· ὁ δὲ στρα‐ τὸς πᾶς ὡς ἐπύθετο τὰ γενόμενα, ἔν τε ἀφασίᾳ ἦσαν καὶ οὐ πάνυ τι τῷ πραχθέντι πάντες ἠρέσκοντο, καὶ μάλιστά γε οἱ Παίονες καὶ ὅσοι βάρβαροι Θρᾷκες, οἳ | |
5 | καὶ τὴν ἀρχὴν αὐτῷ ἐγκεχειρίκεσαν. πλὴν τοῦ ἔργου ἅπαξ γεγονότος ἄκοντες μέν, ἔφερον δέ· ἀνάγκη τε ἦν | |
8.6.2 | συνήδεσθαι τοῖς πραχθεῖσιν ὑποκρινομένους. καταθέ‐ μενοί τε τὰ ὅπλα ἐν εἰρηνικῷ σχήματι προσῄεσαν τοῖς τείχεσι τοῖς Ἀκυλησίων, ἀγγέλλοντες τὸν φόνον τοῦ Μαξιμίνου· τὰς δὲ πύλας ἀνοίγειν ἠξίουν, δέχεσθαι τε | |
5 | φίλους τοὺς χθὲς ἐχθρούς. οἱ δὲ τῶν Ἀκυλησίων στρα‐ τηγοὶ τὰς μὲν πύλας ἀνοῖξαι οὐκ ἐπέτρεψαν, προθέντες δὲ τὰς εἰκόνας Μαξίμου καὶ Βαλβίνου Γορδιανοῦ τε Καίσαρος στεφάνοις καὶ δάφναις κεκοσμημένας αὐτοί τε εὐφήμουν, καὶ τοὺς στρατιώτας ἠξίουν γνωρίσαι καὶ | |
10 | ἀνειπεῖν εὐφημῆσαί τε τοὺς ὑπὸ Ῥωμαίων καὶ συγκλή‐ | |
8.6.3 | του ἀναδειχθέντας αὐτοκράτορας. Γορδιανοὺς δὲ ἔλε‐ γον ἐκείνους ἐς οὐρανὸν καὶ θεὸν ἀνακεχωρηκέναι. προύθεσάν τε ὑπὲρ τῶν τειχῶν ἀγοράν, ὤνιον παρ‐ έχοντες πάντων τῶν ἐπιτηδείων τροφῶν τε παντο‐ | |
5 | δαπῶν καὶ ποτῶν ἀφθονίαν, ἐσθῆτός τε καὶ ὑποδημά‐ των, καὶ ὅσα ἐδύνατο παρέχειν ἐς χρῆσιν ἀνθρώποις | |
8.6.4 | πόλις εὐδαιμονοῦσα καὶ ἀκμάζουσα. ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει | |
πάντων τῶν ἐπιτηδείων θᾶττον 〈ἂν〉 διεφθάρησαν ἢ | 216 | |
5 | εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε περὶ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο· διελέγοντό τε ἀλλή‐ λοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις, σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων καὶ τοῦ | |
10 | στρατοῦ περὶ αὐτὰ διαιτωμένου. | |
8.6.5 | τὰ μὲν οὖν κατὰ τὴν Ἀκυληίαν ἐν τούτοις ἦν· οἱ δ’ ἱππεῖς οἱ τὴν Μαξιμίνου κεφαλὴν κομίζοντες ἀπὸ τῆς Ἀκυληίας μετὰ πάσης ἐπείξεως ὡδοιπόρησάν τε, καὶ ἐπι‐ φοιτῶσιν αὐτοῖς τὰς λοιπὰς πόλεις 〈αἱ〉 πύλαι ἀνεῴ‐ | |
5 | γνυντο, καὶ δαφνηφοροῦντες αὐτοὺς οἱ δῆμοι ὑπεδέ‐ χοντο. ὡς δὲ διέπλευσαν τάς τε λίμνας καὶ τὰ τενάγη 〈τὰ〉 μεταξὺ Ἀλτίνου καὶ Ῥαβέννης, περιέτυχον Μαξίμῳ αὐτοκράτορι διατρίβοντι ἐν Ῥαβέννῃ, ἔνθα τούς τε ἀπὸ Ῥώμης ἐπιλέκτους καὶ τοὺς ἀπὸ τῆς Ἰταλίας λο‐ | |
8.6.6 | γάδας ἤθροιζεν. ἀφῖκτο δὲ αὐτῷ καὶ Γερμανῶν οὐκ ὀλίγη συμμαχία, πεμφθεῖσα ὑπ’ αὐτῶν κατ’ εὔνοιαν ἣν εἶχον πρὸς αὐτὸν ἄνωθεν, ἐξ οὗπερ ἦν αὐτῶν ἐπιμελῶς ἄρξας. παρασκευάζοντι οὖν αὐτῷ τὴν δύναμιν ὡς πολε‐ | |
5 | μήσουσαν τῷ Μαξιμίνου στρατῷ προσίασιν οἱ ἱππεῖς τὴν κεφαλὴν τοῦ τε Μαξιμίνου καὶ τοῦ παιδὸς φέροντες, νίκην τε καὶ εὐπραγίαν ἀγγέλλοντες, ὅτι τε ἄρα ὁ στρα‐ τὸς τὰ Ῥωμαίων φρονεῖ, καὶ σέβει αὐτοκράτορας οὓς ἡ | |
8.6.7 | σύγκλητος ἐποίησε. τούτων δὲ παρ’ ἐλπίδα ἀγγελθέν‐ των θυσίαι τε βωμοῖς εὐθὺς προσήγοντο, καὶ νίκην ἐπαιάνιζον πάντες ἣν ἀκονιτὶ ἐνίκησαν· ὁ δὲ Μάξιμος | |
καλλιερήσας ἐκπέμπει τοὺς ἱππεῖς ἐς τὴν Ῥώμην ἀγγε‐ | 217 | |
5 | λοῦντάς τε τὰ πραχθέντα τῷ δήμῳ καὶ τὴν κεφαλὴν κομιοῦντας. ἐπεὶ δὲ ἀφίκοντο εἰσέπεσόν τε ἐς τὴν πόλιν δεικνύντες τὴν κεφαλὴν τοῦ πολεμίου ἀνεσκο‐ λοπισμένην, ὡς πᾶσι περίοπτος εἴη, οὐδ’ εἰπεῖν ἔστι | |
8.6.8 | λόγῳ ἐκείνης τῆς ἡμέρας τὴν ἑορτήν. οὔτε γὰρ ἡλικία τις ἦν ἣ μὴ πρὸς τοὺς βωμούς τε καὶ τὰ ἱερὰ ἠπείγετο, οὔτε τις ἔμενεν οἴκοι, ἀλλ’ ὥσπερ ἐνθουσιῶντες ἐφέ‐ ροντο συνηδόμενοί τε ἀλλήλοις καὶ ἐς τὸν ἱππόδρομον | |
5 | συνθέοντες ὥσπερ ἐκκλησιάζοντες 〈ἐν ἐκείνῳ τῷ〉 χωρίῳ. ὁ δὲ Βαλβῖνος καὶ αὐτὸς ἑκατόμβας ἔθυεν, ἀρχαί τε πᾶσαι καὶ σύγκλητος, ἕκαστός τε ὥσπερ ἀποσεισάμενος πέλεκυν τοῖς αὐχέσιν ἐπικείμενον ὑπερευφραίνοντο· ἔς τε τὰ ἔθνη ἄγγελοι καὶ κήρυκες δαφνηφόροι διεπέμποντο. | |
8.7.1 | καὶ τὰ μὲν κατὰ τὴν Ῥώμην [ἑορτῆς] εἶχεν οὕτως, ὁ δὲ Μάξιμος ἀπὸ τῆς Ῥαβέννης 〈ἀπ〉άρας ἐπέστη Ἀκυληίᾳ, διαβὰς τὰ τενάγη, ἃ ὑπό τε Ἠριδανοῦ ποταμοῦ πληρού‐ μενα καὶ τῶν περικειμένων ἑλῶν ἑπτὰ στόμασιν ἐς | |
5 | θάλασσαν ἐκχεῖται· ἔνθεν καὶ τῇ ... φωνῇ καλοῦσιν οἱ | |
8.7.2 | ἐπιχώριοι Ἑπτὰ πελάγη τὴν λίμνην ἐκείνην. εὐθὺς οὖν οἱ Ἀκυλήσιοι τὰς πύλας ἀνοίξαντες ὑπεδέχοντο, αἵ τε [ἀπὸ] Ἰταλίας πόλεις πρεσβείας ἔπεμπον τῶν πρωτευόν‐ των παρ’ αὐτοῖς ἀνδρῶν, οἳ λευχειμονοῦντες καὶ δαφνη‐ | |
5 | φόροι θεῶν πατρίων ἕκαστοι προσεκόμιζον ἀγάλματα καὶ εἴ τινες ἦσαν στέφανοι χρυσοῦ ἐξ ἀναθημάτων, εὐ‐ φήμουν τε καὶ ἐφυλλοβόλουν τὸν Μάξιμον. ὁ δὲ στρατὸς | |
ὁ τὴν Ἀκυληίαν πολιορκήσας προῄει καὶ αὐτὸς ἐν εἰρηνικῷ σχήματι δαφνηφόρος, οὐκ ἐξ ἀληθοῦς μὲν διαθέσεως | 218 | |
10 | πᾶς, προσποιήτῳ δὲ εὐνοίᾳ καὶ τιμῇ διὰ τὴν παροῦσαν | |
8.7.3 | ἐξ ἀνάγκης τῆς βασιλείας τύχην. οἱ πλεῖστοι γὰρ αὐτῶν ἠγανάκτουν καὶ λανθανόντως ἤλγουν 〈ὁρῶντεσ〉 τὸν μὲν ὑπ’ αὐτῶν ἐπιλεχθέντα βασιλέα καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ συγκλήτου ᾑρημένους. ὁ δὲ Μάξιμος ἐν τῇ | |
5 | Ἀκυληίᾳ γενόμενος πρώτης μὲν καὶ δευτέρας ἡμέρας ἱερουργίαις ἐσχόλαζε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν συγκα‐ λέσας ἐς τὸ πεδίον πάντα τὸν στρατόν, βήματός τε αὐτῷ κατασκευασθέντος, ἔλεξε τοιάδε· | |
8.7.4 | „ὅσον μὲν ὑμᾶς ὤνησε μεταγνόντας τε καὶ τὰ Ῥωμαίων φρονήσαντας, πείρᾳ μεμαθήκατε, ἀντὶ πολέμου μὲν εἰρήνην ἔχοντες, πρὸς 〈δὲ〉 θεοὺς οὓς ὀμωμόκατε, [καὶ] νῦν φυλάσσοντες τὸν στρατιωτικὸν ὅρκον, ὅς ἐστι τῆς | |
5 | Ῥωμαίων ἀρχῆς σεμνὸν μυστήριον. χρὴ δ’ ὑμᾶς καὶ τοῦ λοιποῦ διὰ παντὸς τούτων ἀπολαύειν, τὰ πιστὰ τηροῦν‐ τας Ῥωμαίοις τε καὶ συγκλήτῳ καὶ αὐτοκράτορσιν ἡμῖν, οὓς ἐξ εὐγενείας καὶ πολλῶν πράξεων [καὶ] μακρὰς δια‐ δοχῆς ὥσπερ κατ’ ἀκολουθίαν ἐπὶ τοῦτο ἀναβάντας | |
8.7.5 | κρίναντες ὁ δῆμος καὶ ἡ σύγκλητος ἐπελέξαντο. οὐ γὰρ ἑνὸς ἀνδρὸς ἴδιον κτῆμα ἡ ἀρχή, ἀλλὰ κοινὸν τοῦ Ῥω‐ μαίων δήμου ἄνωθεν, καὶ ἐν ἐκείνῃ τῇ πόλει ἡ τῆς βασιλείας ἵδρυται τύχη· ἡμεῖς δὲ διοικεῖν καὶ διέπειν | |
5 | τὰ τῆς ἀρχῆς σὺν ὑμῖν ἐγκεχειρίσμεθα. ταῦτα δὲ μετ’ εὐταξίας τε καὶ κόσμου τοῦ πρέποντος, αἰδοῦς τε καὶ τιμῆς πρὸς τοὺς ἄρχοντας, ὑμῖν μὲν εὐδαίμονα καὶ | |
πάντων ἀνενδεῆ παρέξει βίον, τοῖς δ’ ἄλλοις πᾶσιν ἀνθρώποις κατά τε ἔθνη καὶ κατὰ πόλεις εἰρήνην καὶ | 219 | |
10 | πρὸς τοὺς ἡγουμένους πειθώ. βιώσεσθαί τε ... καὶ κατὰ γνώμην ἐν τοῖς οἰκείοις, οὐκ ἐν ἀλλοδαπῇ κακο‐ | |
8.7.6 | παθοῦντες. ὑπὲρ δὲ τοῦ καὶ τὰ βάρβαρα ἡσυχάζειν ἔθνη, διὰ φροντίδος ἡμεῖς ἕξομεν. δύο μὲν γὰρ ὄντων βασιλέων εὐμαρέστερον καὶ τὰ ἐν τῇ Ῥώμῃ διοικήσε‐ ται καὶ εἴ τι ἐπὶ τῆς ἀλλοδαπῆς ἐπείγοι, πρὸς τὴν χρείαν | |
5 | ἀεὶ τοῦ πρὸς τὰ καλοῦντα ῥᾳδίως παρόντος. μηδέ τις ὑμῶν οἰέσθω τῶν πεπραγμένων εἶναί τινα μνήμην, εἴτε ὑφ’ ἡμῶν (ἐκελεύεσθε γὰρ) εἴτε ὑπὸ Ῥωμαίων ἢ τῶν ἄλλων ἐθνῶν, οἳ ἀδικούμενοι ἀπέστησαν· ἀλλὰ γὰρ ἔστω πάντων ἀμνηστία, καὶ σπονδαὶ φιλίας βεβαίου, εὐνοίας | |
10 | τε καὶ εὐκοσμίας πίστις αἰώνιος.“ | |
8.7.7 | τοιαῦτά τινα εἰπὼν ὁ Μάξιμος, νομάς τε χρημάτων μεγαλοφρόνως αὐτοῖς ἐπαγγείλας, ὀλίγων ἡμερῶν διατρί‐ ψας ἐν τῇ Ἀκυληίᾳ τὴν ἐς Ῥώμην ἐπάνοδον συγκροτεῖ. καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν ἔς τε τὰ ἔθνη | |
5 | καὶ τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν ἐς τὴν Ῥώμην σύν τε τοῖς δορυφόροις, οἳ τὴν βασίλειον φρου‐ ροῦσιν αὐλήν, σύν τε τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. | |
8.7.8 | ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμ‐ μαχοι· ἐθάρσει γὰρ αὐτῶν τῇ εὐνοίᾳ ἅτε καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. εἰσιόντι δὲ αὐτῷ ἐς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος | |
5 | Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφη‐ μοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο. | |
8.8.1 | ἦρχον δὲ τοῦ λοιποῦ τῆς πόλεως μετὰ πάσης εὐκοσ‐ μίας τε καὶ εὐταξίας, ἰδίᾳ τε καὶ δημοσίᾳ πανταχοῦ εὐφημούμενοι· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας αὐτοκράτορσιν. οἱ | 220 |
5 | μέντοι στρατιῶται διοίδαινον τὰς ψυχάς, καὶ οὔτε ταῖς εὐφημίαις τοῦ δήμου ἠρέσκοντο, ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ | |
8.8.2 | συγκλήτου βασιλέας. ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερ‐ μανοὶ παρόντες τῷ Μαξίμῳ ἔν τε τῇ Ῥώμῃ διατρίβον‐ τες· ἀντιπάλους γὰρ ἕξειν ἤλπιζον, εἴ τι τολμῷεν, καὶ ἐφεδρεύειν αὑτοῖς ὑπώπτευον, εἴ τινι δόλῳ ἀποζωσθεῖεν, | |
5 | ἐκεῖνοι δὲ ἅτε παρόντες ῥᾳδίως ὑποκατασταῖεν· τό τε Σεβήρου ὑπόδειγμα, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέζωσεν, εἰσῄει αὐτούς. | |
8.8.3 | ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπετωλίων, πάν‐ των τε περὶ τὴν πανήγυριν καὶ τὰς θέας ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες, ὁρμῇ δὲ ἀλόγῳ χρησάμενοι, | |
5 | ἀνῆλθον ὁμοθυμαδὸν ἐς τὰ βασίλεια, τοῖς τε πρεσβύταις | |
8.8.4 | βασιλεῦσιν ἐπεισῆλθον. συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, ἀλλ’ οἷα περ μοναρχίας ἐπιθυμία καὶ τὸ ἀκοινώνητον ἐν ταῖς ἐξουσίαις 〈εἴωθε ποιεῖν,〉 ἕκαστος πρὸς αὑτὸν τὴν δύναμιν ἀνθεῖλκεν, ὁ | |
5 | μὲν Βαλβῖνος κατ’ εὐγένειαν καὶ διπλῆν προάγουσαν ὑπατείαν πρωτεύειν ἀξιῶν, ὁ δὲ Μάξιμος διά τε τὸ ἔπαρχος τῆς πόλεως γεγονέναι καὶ ἔχειν ὑπολήψεις ἐμπειρίας πραγμάτων· ἑκατέρωθέν τε εὐγενεῖς καὶ εὐ‐ | |
πατρίδαι καὶ γένους πλῆθος αὔταρκες ἐς ἐπιθυμίαν | 221 | |
8.8.5 | μοναρχίας ἔπειθεν. ὅπερ αὐτοῖς καὶ μάλιστα γέγονεν ἀπωλείας αἴτιον. ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖ‐ σθαι ἐπ’ ὀλέθρῳ αὐτῶν τοὺς πραιτωριανοὺς καλου‐ μένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμ‐ | |
5 | μάχους, ὄντας ἐν Ῥώμῃ, αὐτάρκεις ἐσομένους ἀντιστῆναι τοῖς ἐπιβουλεύουσιν. ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι καθ’ αὑτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερ‐ μανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας) ἐκώλυε, φάσκων οὐκ ἐς κωλύμην οὐδ’ ἐς ἀντίστασιν αὐτοὺς τῶν πραιτωρια‐ | |
10 | νῶν ἀφίξεσθαι, ἀλλ’ ἐς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν | |
8.8.6 | μοναρχίαν. ἐν ᾧ δὲ περὶ τούτων διαφέρονται, εἰσδρα‐ μόντες οἱ στρατιῶται ὁμοθυμαδὸν ἅπαντες, ἐκστάντων αὐτοῖς τῶν περὶ τὰς αὐλείους εἰσόδους φυλασσόντων, ἁρπάζουσι τοὺς πρεσβύτας, περιρρήξαντες δὲ ἃς εἶχον | |
5 | περὶ τοῖς σώμασιν ἐσθῆτας λιτὰς ἅτ’ οἴκοι διατρίβοντες, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξέλκουσι μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως· παίοντές τε καὶ ἀποσκώπτοντες τοὺς ἀπὸ συγκλήτου βασιλέας, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις τοῦ σώματος λώβαις ἐμπαροι‐ | |
10 | νοῦντες, διὰ μέσης τῆς πόλεως ἐπὶ τὸ στρατόπεδον ἀπῆγον, οὐ θελήσαντες οὐδ’ ἐν τοῖς βασιλείοις ἀποκτεῖ‐ ναι ἀλλὰ ζῶσιν ἐνυβρίσαι, ἵν’ ἐπὶ πλέον ὧν πάσχουσιν | |
8.8.7 | αἴσθοιντο. ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοί, λα‐ βόντες ὅπλα, ἠπείγοντο ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας. καὶ καταλιπόντες | |
5 | τὰ σώματα ἐρριμμένα ἐπὶ τῆς λεωφόρου, ἀράμενοι δὲ τὸν | |
Γορδιανὸν Καίσαρα ὄντα, αὐτοκράτορά τε ἀναγορεύσαν‐ τες, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον, βοῶντές τε πρὸς τὸν δῆμον ὅτι ἄρα εἴησαν ἀπεκτονότες οὓς ὁ δῆ‐ μος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέ‐ | 222 | |
10 | ξαντο ἐκείνου τε ἀπόγονον καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξε‐ βιάσαντο, ἔχοντες αὐτὸν ἀπελθόντες ἐς τὸ στρατόπεδον, κλείσαντες τὰς πύλας ἡσύχαζον. οἱ δὲ Γερμανοὶ μα‐ θόντες ἀνῃρημένους τε καὶ ἐρριμμένους ὧν χάριν ἠπεί‐ γοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν | |
15 | τεθνηκότων, ἐπανῆλθον, ἐς τὸ ἑαυτῶν καταγώγιον. | |
8.8.8 | τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο ἀναξίῳ τε ἅμα καὶ ἀνοσίῳ σεμνοὶ καὶ λόγου ἄξιοι πρεσβῦται, εὐγενεῖς τε καὶ κατ’ ἀξίαν ἐπὶ τὴν ἀρχὴν ἐληλυθότες· ὁ δὲ Γορδια‐ νὸς περὶ ἔτη που γεγονὼς τρισκαίδεκα αὐτοκράτωρ τε | |
5 | ἀνεδείχθη καὶ τὴν Ῥωμαίων ἀρχὴν ἀνεδέξατο. | 223 |